- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:374.28-376.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修引述伊安布里柯,阐明“拥有”如何在更高层面上成立:灵魂在降入肉体与转移领域时穿戴与褪去外得的生命和身体,宇宙本性包容生灭,而整个宇宙则在内部全面包纳并拥有被包容之物。
οὐ γὰρ δὴ τῷ μὲν σώματι περίκειται ὁμοφυῆ πρὸς αὐτὸ σώματα, τῇ δὲ ψυχῇ πολυειδεῖς ἐχούσῃ δυνάμεις οὐκ ἔσονται1 ἐπίκτητοί τινες ζωαί, αἳ μὲν ὁμοφυεῖς, αἳ δὲ ὑποδεέστεραι τῶν οἰκείων ἐν αὐτῇ μέτρων. ἴδοι δὲ ἄν τις ὃ λέγω, φησίν, καὶ ἀπὸ τῶν ἐναργῶς φαινομένων· εἰ γὰρ εἰς τὸ σῶμα κατιοῦσα προβάλλει τινὰς ζωὰς περὶ ἑαυτὴν ὥσπερ ἐπικτήτους, ἄλλας δὲ ἀπὸ τοῦ σώματος παραδέχεται, ὅσαι ἐν τροπῇ καὶ ἐκστάσει θεωροῦνται, πῶς οὐκ ἂν λέγοιτο ταύτας ἔχειν; ἀλλὰ καὶ εἰς ἕκαστα μέρη τοῦ κόσμου παραγινομένη ζωάς τινας καὶ δυνάμεις παραδέχεται, τὰς μὲν αὐτὴ προβάλλουσα, τὰς δὲ λαμβάνουσα ἀπὸ τοῦ κόσμου, σώματά τε οἰκεῖα ἐν ἑκάστῳ μέρει τοῦ παντὸς τὰ μὲν ἀπὸ τοῦ κόσμου λαμβάνει, τὰ δὲ αὐτὴ ὀργανικὰ ποιεῖ κατὰ τοὺς οἰκείους λόγους, καὶ ταύτας τὰς δυνάμεις καὶ τὰς ζωὰς καὶ τὰ σώματα ἀποτίθεται, ὅταν τύχῃ εἰς ἄλλην λῆξιν μεθισταμένη. φανερὸν δὴ ἐκ τούτων γέγονεν, ὅτι ἐπίκτητα αὐτῇ πάντα ταῦτα ἦν καὶ εἶχεν αὐτὰ ὡς ἕτερα οὐσίας ἑτέρας ὄντα· οὔτε γὰρ συνεφύετο αὐτοῖς ὥσπερ τὰ συγκρινόμενα σώματα, ἀλλ’ ἀμιγὴς οὖσα καθ’ αὑτὴν εἶχεν αὐτὰ περικείμενα. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς φύσεως, φησίν, τοῦ παντός, ὅταν κατὰ τοὺς λόγους αὑτῆς περιέχῃ γινόμενα πολλὰ ὑπ’ αὐτῆς καὶ τούτων τινὰ ἀπογίνοιντο2 ὥσπερ τινὰ ἐπίκτητα ὄντα, αὐτὴ δὲ μένῃ ἡ αὐτὴ οὖσα καὶ περιδρασσομένη τὰ ἐν αὐτῇ καὶ ἀφιεῖσα μηδὲν παύηται σώματά τε καὶ ζῷα καὶ φυτά, τότε καὶ περὶ τὴν φύσιν τοῦ παντὸς τὸ ἔχειν θεωρηθήσεται, τὰ ἐπίκτητα πάντα, ὅσα μὴ συμβεβηκότα ἐστὶν μηδὲ συμφυῆ, ἐν ἑαυτῇ † περιεχούσῃ.3 τούτων δὲ ἔτι μᾶλλον ἐν ὅλῳ τῷ κόσμῳ τῷ κατὰ τὰς ζωὰς αὐτοῦ πάσας νοουμένῳ καὶ τὰς ψυχὰς τὰς ἐν αὐτῷ στοιχεῖά τε καὶ φύσεις καὶ τὰ κοινῶς ὑπ’ αὐτῶν συνιστάμενα θεωρεῖται ἡ νυνὶ λεγομένη ἕξις. αὐτοτελὴς γὰρ ὢν ὁ ὅλος κόσμος ἐκ μερῶν τελείων συμπεπληρωμένος ἔχει πάντα τὰ ἐν ἑαυτῷ πλήρη καὶ οὐδενὸς ἀμοιροῦντα τῶν ἐπιβαλλόντων ἑαυτοῖς. εἴτε οὖν σύμφυτα ταῦτα εἴη, μετέχει τούτων, εἴτε ἐπίκτητα, περικρατεῖ καὶ ταῦτα, εἴτε καὶ τὸ συναμφότερον, καὶ ταῦτα περιέχει, οἷα ἡ γῆ ἔχει τὰ ἐν ἑαυτῇ ζῷα, ποτὲ μὲν γινόμενα, ποτὲ δὲ ἀπογινόμενα· εἴποις ἂν οὖν ἐπίκτητα αὐτὰ εἶναι τῆς γῆς καὶ μετουσίαν τινὰ αὐτῇ παρέχοντα καὶ αὖθις ἀφιστάμενα ἀπ’ αὐτῆς, καὶ ἡ γῆ περικρατεῖ αὐτά, ὡς ἰδεῖν φαίνεται, καὶ θάλασσα δὲ ὁμοίως τὰ ἐν ἑαυτῇ θαλάττια ζῷα περιείληφεν. εἰ δὲ ἐφ’ ἡμῶν μὲν ἔξωθεν περίκειται τὰ ἐχόμενα, ἐπὶ δὲ τοῦ παντὸς εἰς τὰ ἐντὸς μᾶλλον περιειργόμενα οὕτως ἔχεται, καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως· τὰ μὲν γὰρ ἡμέτερα σώματα μεριστὰ ὄντα ἔξωθεν ἔχει τὰ ἐχόμενα σώματα, τὸ δὲ πᾶν τέλεον ὂν καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολεῖπον ἐν ἑαυτῷ περιέχει τὰ ἐχόμενα καὶ εἴσω ἑαυτοῦ πανταχόθεν αὐτὰ περιείληφεν. καὶ ὁ οὐρανὸς δὲ 〈τὰ〉 τέτταρα στοιχεῖα ἐν ἑαυτῷ περιείληφεν· ἄλλον δὲ τρόπον καὶ τὰς ἐν ἑαυτῷ σφαίρας ἔχει καὶ ὅσα ἐστὶν ἄστρα, καὶ τὰ ἐν τοῖς τέτρασι δὲ στοιχείοις ζῷα ὅ τε σύμπας οὐρανὸς καὶ τὰ τέσσαρα στοιχεῖα ἔχει ἐν ἑαυτοῖς, καὶ ὅλως ἀεὶ τὰ περιέχοντα ἔχει τὰ περιεχόμενα. διακέκριται γὰρ καθ’ ἕκαστα τεταγμένως τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἀνωτέρω καὶ πρεσβύτερα ἀεὶ περιείληφεν τὰ ὑποδεέστερα, καὶ οὕτως ἐξ ἀρχῆς τὸ τοῦ ἔχειν γένος παρήχθη. καὶ εἰ ὁ κόσμος δὲ ὅλος νῦν μὲν ταῦτα ἔχει τὰ πληροῦντα αὐτόν, αὖθις δὲ ἄλλα, ὅσα ἡ γένεσις εἰς αὐτὸν ἐνδίδωσιν, ἔσται ἡ ἕξις αὐτοῦ διάφορος καὶ ἄλλοτε ἄλλη διὰ τὴν τῶν παραγινομένων εἰς αὐτὸν μεταβολήν. καὶ εἴπερ αἱ δυνάμεις αἱ ἐν τῷ παντί, ἢ αἱ δαιμόνιαι ἢ αἱ θεῖαι, ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα ἑαυταῖς καὶ τοῦτο ἀδιαλείπτως ἐν τῷ παντὶ γίνεται, ἢ δαιμονίων ἢ θείων λήξεων ἐχουσῶν τὰ διακληρωθέντα αὐτοῖς μόρια τοῦ κόσμου, καὶ οὕτως ἂν μεστὰ πάντα εἴη τοῦ ἔχειν.
事实上,难道对于肉体而言有着同类的肉体穿戴在周围,而对于具有多重形式能力的灵魂而言,却不会具有某些外得的生命(其中一些与它是同类的,另一些则不及它内部固有的尺度)吗?“而且人们亦可从昭然显现的现象中,”他[伊安布里柯]说,“看清我所说的事情。因为,若灵魂在降入肉体时,将某些生命如同外得之物一般投射在自身周围,并从肉体那里接受另一些生命(凡是在变化与失常中被考察者皆属此类),它怎能不被说成拥有这些生命呢?不仅如此,在到达宇宙的各个部分时,它亦接受某些生命与能力,有些是自身投射的,有些则是从宇宙中领受的;并且至于在宇宙各部分中适宜的肉体,它有些从宇宙中领受,有些则由其自身依照固有的理则造成工具性的肉体;当它碰巧迁往另一分属时,它便褪去这些能力、生命与肉体。由此显然可见,所有这些对它而言都是外得的,且它将它们作为属于另一实体的他者而拥有;因为它既不像聚集组合的肉体那样与它们共生为一体,反而是就自身而言保持无杂,将它们作为穿戴在周围之物而拥有。同样地,”他[伊安布里柯]说,“在宇宙的本性上亦是如此:当它依照自身的理则包容许多由它生成的事物,且其中一些事物如同某种外得之物般消逝,而本性自身保持同一,紧抓并释放其内的诸事物,在肉体、动物与植物方面未尝停歇时,那时围绕宇宙的本性,‘拥有’亦将被考察,它在自身之中包容着所有外得的、既非偶性亦非共生的事物。而在这一切之上,在依照其全部生命、其内的诸灵魂、元素、诸本性以及由它们共同构成的诸事物而被构想的整个宇宙之中,如今所说的‘状态’(拥有)更是被考察得到。因为整个宇宙自身圆满,由完全的部分充实而成,将其自身内的一切事物作为充盈、丝毫不匮乏任何归属于它们之物的事物而拥有。因此,若这些事物是共生的,它便分有它们;或者若它们是外得的,它亦掌控它们;或者若兼具二者,它亦包容它们,正如大地拥有其内的动物,这些动物时而生成,时而消逝。因此你尽可以说,它们对于大地而言是外得的,向大地提供某种分有,继而又离它而去,且正如眼所能见,大地掌控着它们;海洋亦同样包纳了其内的海洋动物。然而,若在我们身上被拥有之物是从外部穿戴在周围,而在宇宙中则是更多地被封闭向内部而如此被拥有,这亦无亏于划分的本性与整体的本性[之别];因为我们的肉体是划分的,因而在外部拥有被拥有的肉体,而宇宙是完全的,未将任何事物遗留在自身之外,因而在自身之内包容被拥有之物,并从各方面将其包纳在自身内部。天亦在自身之中包纳了四元素;以另一种方式,它亦拥有自身之内的诸天球以及所有星体;并且整个天与四元素皆在自身之内拥有四元素之中的动物;总之,包容者恒拥有被包容者。因为宇宙之中的事物皆依序被逐一划分,且更高、更古老者恒包纳较低下者,从一开始,拥有的属便是如此被衍生出来的。再者,若整个宇宙此时拥有这些充满它的事物,彼时又拥有生成所赋予它的其他事物,那么它的‘状态’亦将因进入其中的事物的变化而是多样的且时有不同。并且,若宇宙之中的能力(无论是精灵的还是神圣的)将宇宙的诸部分作为穿戴在自身周围之物而拥有,且这在宇宙中不断发生——精灵或神圣的分属拥有着分派给它们的宇宙局部——这样,万物亦当充满着拥有。”
- 10.0οὐ γὰρ δὴ τῷ μὲν σώματι περίκειται ὁμοφυῆ πρὸς αὐτὸ σώματα, τῇ δὲ ψυχῇ πολυειδεῖς ἐχούσῃ δυνάμεις οὐκ ἔσονται
由 οὐ γὰρ δή 引导的修辞性反诘断定,由 τῷ μὲν σώματι 对照 τῇ δὲ ψυχῇ ... οὐκ ἔσονται。它表示强烈的否定排斥:“因为绝非是身体穿戴着……,而灵魂却不会拥有……”,其语意指向肯定,即灵魂必然拥有外得的生命。
- 10.0ὅταν κατὰ τοὺς λόγους αὑτῆς περιέχῃ γινόμενα πολλὰ ὑπ’ αὐτῆς καὶ τούτων τινὰ ἀπογίνοιντο
在 ὅταν 引导的从句中,现在虚拟式 περιέχῃ 与现在祈愿式 ἀπογίνοιντο 并列使用。这种语式转变(variatio)体现了引述伊安布里柯语境下的间接语势或假设语气的轻微变化,但在句法上两者均处于 ὅταν 所统辖的时间-条件结构中。
- 10.0ἐν ἑαυτῇ † περιεχούσῃ
校勘符号标注处。与格阴性单数分词 περιεχούσῃ 在语法格上与预期的主格主语 ἡ φύσις(若依规范当为 περιέχουσα)不一致。在句法上,这属于破格(anacoluthon)或受邻近成分牵引所致的语法失合,意义上修饰宇宙的本性,解释为“在自身之中包容着……”。
