← 辛普里丘

亚里士多德《范畴篇》注释

§373.15-374.27

拥有的划分与伊安布里柯的宇宙论阐释

辛普里修记录了波埃图斯关于关系的分析及对拥有范畴的界定,呈现了在战争、和平、佩饰与工具中被拥有之物的划分,随后引述了伊安布里柯关于拥有之宇宙功用的理智观照,表明拥有不仅局限于人体,更延伸至灵魂与本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.0#7

ἡ δὲ ἀφ’ ἑτέρου πρὸς ἑαυτό, οἵα ἡ τοῦ ὡπλισμένου καὶ ὑποδεδεμένου· ἔστιν γὰρ ἄλλου σχέσις πρὸς αὐτόν, τῶν μὲν ὅπλων πρὸς τὸν ὡπλισμένον, τῶν δὲ ὑποδημάτων πρὸς τὸν ὑποδεδεμένον. “μήποτε δέ, φησὶν ὁ Βόηθος, τοῦ ἔχειν ἐστὶ σημαινόμενα τὸ μὲν ὃ ἰσοδυναμεῖ1 τῷ ἔχειν ὁτιοῦν εἴτε μέρος εἴτε χωρίον, ὃ δὴ καὶ τάχα ὑπὸ τῆς λέξεως καθ’ αὑτὴν προταθείσης σημαίνεται, τὰ δὲ πλείω ἐκεῖνα καὶ ἕτερα ἐν τῇ συντάξει· ὁ γὰρ ἀγρὸς προταθεὶς ἢ ὁ πατὴρ ἢ τὸ μέρος τὴν διαφορὰν ποιεῖ”. ὑπὸ δὲ ταύτην ἄλλην εἶναι τοῦ ἔχειν σημασίαν τὴν ἰδίως ἐπὶ τοῦ κρατεῖν τεταγμένην. “ἐὰν μὲν οὖν τὴν κατηγορίαν κατὰ τὸ πρῶτον σημαινόμενον τιθῇ τις, καὶ τὸ φρονεῖν καὶ τὸ σωφρονεῖν καὶ τὸ ὑγιαίνειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσεται (φρόνησιν γὰρ ἔχειν τὸ φρονεῖν ἐστιν), ὑπεξαιρεθήσεται δὲ ἀπὸ ταύτης ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν κατηγορία· διακριθήσεται δὲ καὶ τοῦ πρός τι· ὁ μὲν γὰρ κεκτημένος τοῦ πρός τι ἔσται, τὸ δὲ κεκτῆσθαι τοῦ ἔχειν, καὶ ὁ μὲν πατὴρ τοῦ πρός τι, τὸ δὲ πατέρα εἶναι ἐν τῷ υἱὸν ἔχειν. ἐὰν δὲ κατὰ τὸ δεύτερον, τὰ μὲν ἄλλα τοῦ ἔχειν σημαινόμενα εἰς τὰς ἄλλας κατηγορίας ἀναχθήσεται, ὅσα δὲ κατὰ κράτησιν ἐπικτήτου τινός, εἰς ταύτην μόνα”. τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ γενναίου Βοήθου προσιστορήσθω. Εἰ δὲ καὶ διαίρεσίν τις ἐθέλοι τοῦ οὕτως ἀφωρισμένου γένους ποιεῖσθαι, λεγέτω ὅτι τὰ οὕτως ἐχόμενα ἢ κατὰ πόλεμον ἔχεται ἢ ἐν εἰρήνῃ, καὶ τῶν κατὰ πόλεμον τὰ μὲν περικείμενά ἐστιν, τὰ δὲ κρατούμενα, καὶ τούτων ἑκατέρων τὰ μὲν φυλάγματά ἐστιν, ὡς θώραξ περικείμενος καὶ ἀσπὶς κρατουμένη, τὰ δὲ ἀμυντήρια, ὡς ξίφος περικείμενον καὶ δόρυ κρατούμενον· τῶν δὲ ἐν εἰρήνῃ τὰ μὲν κόσμου ἕνεκα κατὰ διάφορα μέρη τοῦ σώματος, ὡς διάδημα καὶ περιδέραιον καὶ δακτύλιος, τὰ δὲ σκέπης, καὶ τούτων τὰ μὲν περὶ ὅλον τὸ σῶμα, ὡς ἱμάτιον, τὰ δὲ περὶ μέρος, ὡς ὑπόδημα. τινὰ δὲ καὶ ὡς ὄργανα ἔχεται, ὡς τὸ σκέπαρνον καὶ τὸ πηδάλιον καὶ ἡ βακτηρία, τινὰ δὲ καὶ ὡσαύτως κτήματα ὡς ἀργύριον ἤ τι ἄλλο ὃ διὰ τὸ ἔχειν κρατοῦμεν. δεῖ δὲ οἶμαι πᾶν τὸ ἔχον κατὰ προαίρεσιν ἔχειν· διὸ οὐδὲ λέγεται τὰ ἄψυχα ἔχειν κατὰ τὸ τοῦ γένους σημαινόμενον. Μετὰ δὲ τὴν τοῦ ἔχειν τεχνολογίαν τῆς νοερᾶς περὶ αὐτοῦ θεωρίας ἀντιλαβόμενος ὁ Ἰάμβλιχος αὐτὸ τοῦτο ζητεῖ πρῶτον, πόθεν ὑφίσταται καὶ τίνα ἔχει χρείαν ἐν τῷ παντί, καί φησιν ὅτι “πολλὰ τῶν ἐν τῷ παντί ἐστιν μὴ συνυπάρχοντα ἀλλήλοις μηδὲ συμπεφυκότα, δυνάμενα δέ τινα ὠφέλειαν ἀπ’ ἀλλήλων παραδέχεσθαι. τῆς οὖν τοῦ παντὸς φύσεως μηχανησαμένης ἐπίκτητα καὶ τούτων τὰ ἕτερα τοῖς ἑτέροις ἐγένετο, ὥστε ἐπιπλοκὴν εἶναι καὶ τοῖς πόρρωθεν ἀλλήλων διῳκισμένοις καὶ δύναμιν τῆς κτήσεως τῶν μήπω παρόντων, ὠφελίμων δὲ ὄντων. οὐ γὰρ ἔδει τὴν ἐν γενέσει φερομένην 〈οὐσίαν〉 πολλῶν οὖσαν καθ’ αὑτὴν ἐπιδεῆ διὰ τὸν ὡς ἔσχατον μερισμὸν ἄμοιρον αὐτῶν τελέως τῆς μετουσίας ἀπολείπεσθαι. πόρον οὖν τινα ἐκτήσατο καὶ ἰσχὺν εἰς τὴν κράτησιν τῶν ὠφελίμων ἐγειρόμενα,2 καὶ τῶν ἐχομένων διδόντων ἑαυτὰ ἑτοίμως εἰς τὰ ἀντιλαμβανόμενα ἑαυτῶν. πολὺ δὲ πρὸ τῆς φύσεως ἡ τοῦ παντὸς πρώτη αἰτία τὰ γινόμενα κατευθύνει, συναρμόζουσα οἰκείως τὰ οἰκεῖα κτήματα εἰς τὴν προσήκουσαν χρῆσιν τοῖς ἔχουσιν καὶ τοὺς ἔχοντας ἐπ’ αὐτὴν ἀνεγείρουσα. χρείαν μὲν οὖν τῷ παντὶ τοιαύτην τοῦτο τὸ γένος παρέχεται, πρὸς αὐτάρκειαν τῶν ἐνδεῶν καὶ ἕνωσιν τὴν δυνατὴν καὶ τῶν πάντῃ διεστηκότων εἰς τὰ ὄντα προελθόν. τὴν δὲ ὅλην αὐτοῦ φύσιν, φησὶν Ἰάμβλιχος, οὐκ ἐφ’ ἡμῶν καὶ τοῦ ἡμετέρου σώματος ἱστάνειν χρή· εἰς στενὸν γὰρ αὐτῷ κατακλεισθήσεται· ἀνωτέρω δὲ ἔτι, περὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν, κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς περικρατήσεις τὸ ἔχειν θεωρητέον.

另一方面,从他者针对自身的关联,则犹如武装者与着履者的关联;因为存在着他者针对他的关联,即武器针对武装者、鞋履针对着履者的关联。“然而或许,”波埃图斯说,“‘拥有’所表示的意义之一,是与拥有无论何物(无论是一部分还是一块地产)具有同等效力的,而这或许恰恰就是该词就其自身单独提出时所表示的,而那多个不同的意义则是在组合中产生的;因为正是被提出的田地、父亲或部分造成了这种差异。”而在这一意义之下,拥有还有另一种特意配置给居于掌控地位的意义。“因此,若有人按照第一种所表示的意义来确立该范畴,那么明智思考、克制和保持健康亦将归入这一范畴(因为明智思考乃是拥有明智),而依照作用与承受的范畴将被从中排除;并且它亦将与关系者区分开来;因为所有者将属于关系者,而拥有所有物属于拥有,父亲属于关系者,但作为父亲则在于拥有儿子。若按照第二种意义确立,则拥有的其他意义将被归入其他范畴,唯有涉及对某种外得之物的掌控者,才单独归入这一范畴。”关于优秀的波埃图斯的这些观点,便附录记载至此。此外,若有人亦想对如此界定的属进行划分,他可以说:如此被拥有者要么在战争中被拥有,要么在和平中被拥有;而在战争中的事物中,一些是穿戴于身上的,另一些是用手握持的,且这二者中,一些是防御性的,如穿戴的胸甲与握持的盾牌,另一些则是攻击性的,如佩戴的剑与握持的枪;而在和平中的事物中,一些是为了在身体各部位佩饰之故,如冠冕、项圈与戒指,另一些则是为了遮蔽,且这些遮蔽之物中,一些围绕整个身体,如外衣,另一些则围绕局部,如鞋履。另一些亦作为工具而被拥有,如扁斧、船舵与手杖;还有一些同样作为财产被拥有,如银钱或我们通过拥有而加以掌控的任何其他东西。我想,凡拥有者必须依照抉择而拥有;因此,无灵魂之物依照该属的意义甚至不被说成拥有。在关于拥有的技术性论述之后,伊安布里柯着手对其进行理智观照,首先探究的正正是这一点:它源自何处,并在宇宙中具有何种功用;他说:“宇宙中的许多事物并不相互共存,亦非共生一体,但能够从彼此那里接受某种益处。于是,宇宙的本性设计了外得之物,且其中的一些对于另一些而言成为了外得之物,从而使彼此相隔遥远者亦产生了交织,并产生了获取尚未临在但具有益处之物的能力。因为在生成中流转的〈实体〉,因其作为极端的分割而就自身而言匮乏诸多事物,本就不应当被彻底遗弃而无法分享它们。因此它获得了一种门径与力量,为了掌控有益之物而奋起,而被拥有之物亦欣然将自身奉献给把持自身者。而在本性之前很久,宇宙的第一原因便引导着生成之物,将适宜的获得物恰当地调谐于拥有者的适宜用途,并唤起拥有者去进行这种使用。因此,这一属向宇宙提供了这样一种功用,为了匮乏者的自足以及完全分离者之间可能的统一,而走向存在者之中。然而其全部本性,”伊安布里柯说,“不应当止步于我们自身和我们的肉体;因为对于它而言,这将被局限在狭隘的范围之中;相反,应当在更高处,围绕我们的灵魂和本性,依照那些外得的而非共生的掌控,来考察拥有。”

语法注2 条
  1. 10.0μήποτε δέ, φησὶν ὁ Βόηθος, τοῦ ἔχειν ἐστὶ σημαινόμενα τὸ μὲν ὃ ἰσοδυναμεῖ

    μήποτε 与直陈式 ἐστί 连用,带有一种委婉或审慎的语气引入某种主张或提议(“然而或许……”)。此处波埃图斯审慎地提出了对“拥有”之含义的新分类。

  2. 10.0πόρον οὖν τινα ἐκτήσατο καὶ ἰσχὺν εἰς τὴν κράτησιν τῶν ὠφελίμων ἐγειρόμενα

    主动词 ἐκτήσατο(“获得了”)的宾语是阳性与阴性单数宾格的 πόρον καὶ ἰσχύν,但分词 ἐγειρόμενα 却呈现为中性复数主格/宾格形式。这属于依照意义的一致(constructio ad sensum),呼应了前文中在生成中流转的事物或其内在机能,亦可理解为一种描述其奋起掌控有益之物的分词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:373.15-374.27