- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:372.2-373.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了“拥有”的其余多重含义(质料、容器、财产、部分、亲属等),辨析了性质的状态与相应于拥有的状态之差异。随后他探讨了拥有与被拥有的关系及其完成相,并记述了波埃图斯反对斯多亚派将拥有归结为“具某种样态”的主张。
ἑτέρως δὲ ἔχειν λέγεται ἡ ὕλη τὸ εἶδος, οἷον ὁ χαλκὸς ἢ ὁ κηρὸς τὸ σχῆμα καὶ τὸ σῶμα τὴν ὑγίειαν ἢ τὸ χρῶμα καὶ ὁ Σωκράτης δικαιοσύνην ἢ σωφροσύνην· ὅλως γὰρ τὸ δεκτικὸν πολλαχῶς, καθ’ ἕνα μὲν τρόπον, ὡς εἴρηται, ἡ ὕλη τοῦ εἴδους, κατ’ ἄλλον δὲ τὸ ὡς ἐν ἀγγείῳ· οὕτως οἶνον λέγεται ἔχειν ὁ ἀμφορεὺς καὶ ἔλαιον ἡ λήκυθος καὶ ὄχλον τὸ βαλανεῖον· καὶ ἔστιν τὰ μὲν τῆς τοῦ ποιοῦ κατηγορίας, τὸ δὲ τῆς τοῦ ποῦ. ἀγρὸν δὲ ἔχειν καὶ ἵππον καὶ νοῦν δοκεῖ μὲν διαφόρως λέγεσθαι, λέγεται δὲ κατὰ τὸν πρῶτον τοῦ ἔχειν τρόπον· ὅτι γὰρ κρατοῦμεν καὶ κύριοί ἐσμεν χρῆσθαι αὐτοῖς κατὰ τὴν ἑαυτῶν προαίρεσιν, ἔχειν αὐτὰ λεγόμεθα. ἄλλως δὲ καὶ τὰ μέρη λεγόμεθα ἔχειν, χεῖρα καὶ κεφαλήν, καὶ τὰ δένδρα τὰς ῥίζας. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ πατέρα καὶ συγγενεῖς καὶ ἀδελφούς, εἰ καὶ τούτων ἔνια ὑπὸ τὸν πρῶτον τρόπον πεσεῖται· γυναῖκα μὲν γὰρ ἔχει ὁ ἀνήρ, ὅτι ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχήν, γυνὴ δὲ ἄνδρα, ὅτι ἄγεται κατὰ τὴν ἐν ἑτέρῳ. τούτων δὲ τὰ μὲν εἰς τὴν οὐσίαν, τὰ δὲ εἰς τὸ ποιεῖν καὶ πάσχειν ἀναχθήσεται. πράγματα δὲ ἔχειν τις λέγεται, ὅτι πράττει καὶ πρὸς αὐτοῖς ἐστιν, λόγον δὲ ἔχειν, ὅτι φροντίζει καὶ οὐκ ὀλιγωρεῖ αὐτοῦ, ἃ δὴ πάντα τοῦ ποιεῖν. ὑποδήματα δὲ καὶ ἐσθῆτα καὶ ὡς κτήματα λεγόμεθα ἔχειν καὶ τῷ ἠμφιάσθαι καὶ ὑποδεδέσθαι, καὶ ἔστιν ταῦτα ὑπὸ τὴν τοῦ ἔχειν κατηγορίαν ἀπὸ τῆς ἕξεως. καὶ ἡ ἕξις δὲ πολλαχῶς· μία μὲν ἡ τῷ ἔχειν συζυγοῦσα, ὡς τῷ λαμβάνειν ἡ λῆψις· ὥσπερ οὖν τὴν λῆψιν οὐ λαμβάνομεν, οὕτως οὐδὲ τὴν ἕξιν ἔχομεν, εἰ δὲ μή, εἰς ἄπειρον πρόεισιν·1 ἑτέρα δέ ἐστιν διάθεσις ἔμμονος, ὡς φαμεν τὴν ἀρετὴν ἕξιν καὶ τοὺς τεχνίτας ἑκτικοὺς εἶναι. διαφέρουσιν δὲ αὗται τῷ τὴν μὲν ἔχειν ἡμᾶς, τὴν δὲ μή, ἔπειτα τῷ τὴν μὲν ἐπίτασιν ἐπιδέχεσθαι (δυνατὸν γὰρ καὶ τὸν ἑκτικὸν ἐν τῇ μελέτῃ ὄντα ἑκτικώτερον γενέσθαι), τὴν δὲ μὴ ἐπιδέχεσθαι (οἱ γὰρ ἔχοντές τι οὐ μᾶλλον καὶ ἧττον ἔχουσιν)· ἔτι δὲ τῇ μὲν ἕξις ἀντιτίθεται, ὡς τῇ ἀρετῇ ἡ κακία, τῇ δὲ οὐχ ἕξις ἀλλὰ στέρησις. Δόξειε δ’ ἂν ἐναντίον εἶναι τῷ ἔχειν τὸ ἔχεσθαι καὶ ἑτέρα κατηγορία, ὡς τὸ ποιεῖν καὶ πάσχειν ἕτεραι. δεῖ δὲ εἰδέναι ὅτι κοινῶς τοῦ ἔχειν λεγομένου, τούτου τὸ μέν ἐστιν ἔχειν εἰδικόν, τὸ δὲ ἔχεσθαι, τὸ δὲ κοινόν ἐστιν ἡ κατηγορία, ὑφ’ ἣν καὶ τὰ εἰδικῶς ἔχειν λεγόμενα, ὡς τὸ ὑποδέδεται, καὶ τὸ ἔχεσθαι, ὁμωνύμως καὶ τοῦτο· ὑποδέδεται γὰρ καὶ ὁ ἄνθρωπος καὶ τὸ ὑπόδημα. ἔτι δὲ καὶ τοῦτο ῥητέον, ὅτι ἔχειν ἐπί τινων ὁμωνύμως λέγεται τῷ ἐνηργηκέναι· τὸ γὰρ ὑποδεδέσθαι καὶ τὸ ἔχειν ὑποδήματα δηλοῖ καὶ τὸ ἀνειληφέναι, ὅπερ ἐστὶ τὸ συντελικὸν τῷ ὑποδέδεται.2 ἀντίκειται δὲ τῷ ἔχειν στέρησις, οἷον γυμνός, ἀνυπόδητος, ἄνοπλος· τὸ γὰρ ἐστερῆσθαί ἐστιν τὸ μὴ ἔχειν τότε, ὅτε πέφυκεν ἔχειν. καὶ ὁ Ἀρχύτας δὲ τὸ μέν τι ἔχειν ὡς ἁπλῶς λαβὼν πειρᾶται αὐτὸ διελεῖν, τὸ δὲ ὑπὸ τὸ ἁπλῶς ἴδιον ἔχειν εἰς τὴν τοῦ ἔχειν κατηγορίαν τάξας ὑπογράφει, ὡς φθάσαντες δεδηλώκαμεν. Τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ ἔχειν ὁ Βόηθος ἐναντιοῦται,3 οὔτε εἰς τὸ πῶς ἔχον ἡγούμενος δεῖν οὔτε εἰς τὰ πρός τι ἀνάγειν αὐτό, ἰδίαν δὲ εἶναι κατηγορίαν· εἶναι μὲν γὰρ σχετικὴν αὐτήν, τριχῶς δὲ μάλιστα καὶ ὁμωνύμως τὴν σχέσιν λέγεσθαι· τὴν μὲν γὰρ εἶναι ἐν ἑαυτῷ καὶ καθ’ ἑαυτό, τὴν δὲ πρὸς ἕτερον, τὴν δὲ ἑτέρου πρὸς ἑαυτό. ἡ μὲν οὖν ἐν ἑαυτῷ θεωρεῖται κατὰ τὸν πῶς ἔχοντα, οἷος ὁ προβεβλημένος· σχέσις γάρ ἐστιν αὐτοῦ πρὸς ἑαυτόν. ἡ δὲ πρὸς ἕτερον ἡ τῶν λεγομένων πρός τι· ὁ γὰρ πατὴρ καὶ ὁ δεξιὸς κατὰ σχέσιν λέγεται οὐ τὴν αὐτοῦ τινος πρὸς ἑαυτόν, ἀλλὰ τὴν πρὸς ἕτερον.
在另一种方式下,质料被说成拥有形式,例如青铜或蜡拥有形状,身体拥有健康或肤色,苏格拉底拥有正义或节制;因为总括而言,容纳者按多种方式被言说:一方面,如前所述,是质料容纳形式;另一方面,则是如在容器中那样;如此,双耳瓶被说成拥有酒,油瓶拥有油,公共浴室拥有人群;而其中一些属于性质范畴,另一些属于何处范畴。拥有田地、马匹和理智,看似说法各异,但实际上是按照拥有的第一种方式被言说的;因为正是由于我们掌控它们并有权依照自身的抉择使用它们,我们才被说成拥有它们。在另一种方式下,我们亦被说成拥有部分,如手与头,树木拥有根部。我们亦被说成拥有妻子、父亲、亲属和兄弟,即便其中某些将归入第一种方式;因为丈夫拥有妻子,是由于他依照自身的本原进行引导,而妻子拥有丈夫,则是由于她依照对方之中的本原被引导。而在这些之中,一些将归结为实体,另一些则归结为作用与承受。某人被说成拥有事务(麻烦),是因为他在行事并专注于事务;被说成拥有顾虑(考量),是因为他在意而不予轻视;凡此种种诚然都属于作用。至于鞋履与衣服,我们既被说成作为财产而拥有它们,亦通过被穿戴和着履而被说成拥有它们,而这些则是从状态出发归属于拥有的范畴。状态亦按多种方式被言说:一种是与拥有相配合的,如同接纳之于接受;因此,正如我们并不接受接纳,同样我们亦不拥有状态,否则便将进行至无穷;另一种则是持久的性情,正如我们说德性是一种状态,工匠们处于习惯性状态。这些状态的差异在于:其一,我们拥有后者,却不拥有前者;其二,后者容许增强(因为处于习惯性状态者通过操练变得更为娴熟是可能的),而前者则不容许(因为拥有某物者并没有或多或少的拥有);再者,与后者相对立的是状态,如恶习对立于德性,而与前者相对立的不是状态而是缺失。 或许有人认为,被拥有与拥有是相对立的,且是另一范畴,正如作用与承受是不同的范畴一样。但应当知晓的是,虽然拥有被普遍地言说,但其中一部分是种性的拥有,另一部分是被拥有,而普遍者乃是范畴,种性地被说成拥有者(例如‘已着履’)与被拥有皆归属于其下,且此者亦是同名异义的;因为人被说成穿了鞋,鞋亦被说成被穿上。此外还须说明这一点,即在某些事物上,拥有与完成了现实活动同名异义地被言说;因为处于着履状态既表明拥有鞋履,亦表明已穿上它们,这正是‘穿鞋’的完成相。而与拥有相对立的是缺失,例如赤裸、赤足、无武装;因为处于缺失状态乃是指在依本性适合拥有的时期并不拥有。而阿尔库塔斯亦是一方面将单纯地拥有某物拿来并试图加以区分,另一方面将单纯者之下的固有拥有归置于拥有的范畴并予以勾勒,正如我们此前所表明的那样。 针对斯多亚学派主张将拥有归入‘具某种样态’之人,波埃图斯表示反对,他认为既不应当将其归结为处于某种样态者,亦不应当归结为关系者,而应当是一个独立的范畴;因为拥有固然具有关联性,但关联最主要且同名异义地按三重方式被言说:一种是在自身之中且就自身而言的,另一种是针对他者的,再一种则是他者针对自身的。因此,在自身之中的关联乃是依照处于某种样态者而被考察的,例如摆出防御姿态者;因为这是他自身针对自身的关联。而针对他者的关联则是所谓关系者的关联;因为父亲和居右者乃是依关联而被言说的,但并非某种自身针对自身,而是针对他者的关联。
- 10.0ὥσπερ οὖν τὴν λῆψιν οὐ λαμβάνομεν, οὕτως οὐδὲ τὴν ἕξιν ἔχομεν, εἰ δὲ μή, εἰς ἄπειρον πρόεισιν
成语性短语 εἰ δὲ μή(“否则”)在此针对前述否定命题(οὐδὲ τὴν ἕξιν ἔχομεν)起反向假定作用,意为“若我们确实拥有该状态”,从而引出归谬结论,即导致无穷后退(εἰς ἄπειρον πρόεισιν)。
- 10.0ὅπερ ἐστὶ τὸ συντελικὸν τῷ ὑποδέδεται
τὸ συντελικόν 为语法术语,指“完成相”或“完成时”。与格 τῷ ὑποδέδεται 表示相对于 συντελικόν 的基准或对应项,意为“相对于[动词形式]‘已着履’而言属于完成相”。
- 10.0Τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ ἔχειν ὁ Βόηθος ἐναντιοῦται
Τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων 为独立属格结构,为主句的主语 ὁ Βόηθος 与谓语动词 ἐναντιοῦται 提供对比或让步性的背景。介词短语 εἰς τὸ πῶς ἔχειν 依存于不定式 ἀναφέρειν,指归结为斯多亚派的第二范畴“具某种样态”。
