← 辛普里丘

亚里士多德《范畴篇》注释

§370.21-372.2

关于拥有范畴独立性的解答与多重涵义

辛普利丘回应了普罗提诺和尼科斯特拉托针对“拥有”范畴作为一个独立属的质疑(如将其还原为姿态、场所或性质的状态,以及其实例稀少等),并在最后引用了《形而上学》卷Δ中关于“拥有”的多重涵义界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.0#5

‘ἀλλ’ εἰ τὸ περικείμενον, φησίν, ἱμάτιον ἄλλην κατηγορίαν ποιεῖ, διὰ τί μὴ καὶ τὸ κείμενον ἐπὶ κλίνης ἄλλην ποιήσει;’ ἢ τὸ μὲν κεῖσθαι ἱμάτιον ἐπὶ κλίνης τῆς τοῦ κεῖσθαι ἐστιν κατηγορίας ἢ τῆς ἐν τόπῳ· οὐδεμίαν γὰρ ἐνέργειαν παρέχεται ἡ κλίνη εἰς τὸ ἔχειν· ἕξιν γὰρ καὶ κράτησιν ἐμφαίνει τινὰ ἡ τοῦ ἔχειν κατηγορία, ἀλλὰ σωμάτων ἐπικτήτων. εἰ δὲ τοῦτο ἀληθές, ἐπὶ μόνων τῶν ἐμψύχων τὸ ἔχειν ἐπαληθεύεται, ὥστε κἂν ἀγάλματι κόσμος περίκειται, ὡς μὲν ἄψυχον οὐκ ἂν λέγοιτο ἔχειν τὸ ἄγαλμα,1 ἀλλὰ κεῖσθαι ἐν τῷ ἀγάλματι ὁ κόσμος· εἰ δὲ ὡς ἔμψυχόν τι θεωροῖτο, κατὰ τὴν πρὸς τὸ ἔμψυχον ἀναφορὰν ἔχειν ἂν λέγοιτο τὸν κόσμον. ‘ἀλλ’ εἰ κατὰ τὴν κάθεξιν τὸ ἔχειν χαρακτηρίζεται, εἰς ἕξιν ἀναχθήσεται, φησίν, ἡ δὲ ἕξις ἐν τῇ ποιότητι’. ἢ ὁμώνυμος αὕτη ἡ ἕξις· ἡ μὲν γὰρ ἦν ἀσωμάτων συνοχή, αὕτη δὲ ἐπικτήτων σωμάτων κράτησις, καὶ ἡ μὲν τοῦ ἔχειν δι’ ἐνεργείας τῶν ἐχόντων παραγίνεται, ἡ δὲ ποιοτήτων οὐ δι’ ἐνεργείας οὔτε τῶν μετεχομένων οὔτε τῶν μεταλαμβανόντων. διαφέρουσιν δὲ καὶ κατὰ τὰ ἐχόμενα, ὅτι ἐκεῖ μὲν ἀσώματά ἐστιν, ἐνταῦθα δὲ σώματα, καὶ κατὰ τὰ ἔχοντα, ὅτι ἐκεῖ μὲν ἐν τῇ οὐσίᾳ, ἐνταῦθα δὲ περὶ τὴν οὐσίαν ἔξωθεν. ‘ἀλλ’ εἰ ποιότητα, φησίν, οὐ δεῖ λέγειν ἔχειν, ὅτι ἤδη ποιότης εἴρηται, οὔτε ποσότητα ἔχειν εἰρημένης ποσότητος οὐδὲ μέρη ἔχειν εἰρημένης οὐσίας, διὰ τί τὸ ὅπλα ἔχειν ἄλλης δεῖ λέγειν κατηγορίας καίτοι εἰρημένης οὐσίας, ἐν ᾗ τὰ ὅπλα; ἢ ὅτι οὐ τὰ ὅπλα ἢ τὰ ὑποδήματα καθ’ αὑτὰ εἴρηται εἶναι τῆς τοῦ ἔχειν κατηγορίας οὐδὲ ἡ κτῆσις αὐτῶν, εἴ τις κεκτημένος αὐτὰ χρῆσιν αὐτῶν μὴ ποιήσαιτο, ἀλλ’ ἡ κράτησις αὐτῶν καὶ ἡ ἐκ τοῦ ἔχειν αὐτὰ λεγομένη ἕξις, αὕτη ποιεῖ τὴν τοῦ ἔχειν κατηγορίαν. ἄλλο δὲ ἦν τὸ ποιότητα ἔχειν καὶ ποσότητα, ἄλλο τὸ ὅπλα ἔχειν καὶ ὑποδήματα· ἐκεῖ μὲν γὰρ ἀσωμάτων ἡ ἕξις, ἐνταῦθα δὲ σωματικῶν, καὶ ἐκεῖ μὲν ἀλλοιωτικά ἐστι τῶν μετεχόντων τὰ μετεχόμενα, ἐνταῦθα δὲ περίκειται μόνον. ἀλλὰ τὸ ἐν ὀλίγοις, φησίν, πῶς γένος; ἢ ὅτι ἐν τοῖς ἐσχάτοις ἐστὶ τοῦτο τὸ γένος καὶ περὶ τὰ σώματα καὶ ἐν τοῖς σώμασιν ὑπάρχει, καὶ διὰ τοῦτο εἰς βραχύτατον συνέσταλται, καὶ οὐ διὰ τοῦτο οὐκ ἂν εἴη γένος· καὶ γὰρ ὁ φοῖνιξ εἷς ὢν τὸ εἶδος ὅλον ἔχει ἐν ἑαυτῷ. Ἀλλὰ διὰ τί μὴ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἄλλαις κατηγορίαις, ἀλλ’ ὥσπερ ἐκ μετανοίας μετὰ τὸν περὶ τῶν ἀντικειμένων καὶ περὶ τῶν ἅμα καὶ περὶ κινήσεως2 λόγον περὶ τοῦ ἔχειν ἐμνημόνευσεν; ἢ συμπληρώσας τὸν περὶ τῶν κατηγοριῶν λόγον, ἐπειδή τινων κατὰ παραδρομὴν ἐν αὐτῷ ἐμνήσθη, ἐξεργάζεται καὶ ἐκεῖνα. τελευταίας δὲ οὔσης τῆς τοῦ ἔχειν κατηγορίας, φροντίζων τάξεως εἰκότως τελευταίας 〈τῆς〉 τοῦ ἔχειν ὁμωνυμίας ἐμνημόνευσεν, οὐ μόνον αὐταῖς ταῖς κατηγορίαις τὴν προσήκουσαν ἀποδιδοὺς τάξιν, ἀλλὰ καὶ τοῖς ἔξωθεν ἐπιλεγομένοις καὶ ἐξεργαζομένοις τὴν αὐτὴν ἀποδιδούς. Ἀλλ’ ἄτοπος, φησίν, ἀποδοκιμάζων τὸ λέγειν ἔχεσθαι γυναῖκα σύνηθες ὄν. ἀλλ’ εἰ μὲν μὴ ἐμνήσθη, ἄτοπος ἦν παρεὶς τὸ ἐν τῷ ἔθει, ὁ δὲ μνησθεὶς καὶ ἐπικρίνας διαλεκτικοῦ ἔργον ἐποίησεν, ᾧ μάλιστα διαφέρει ἡ τῆς ἀληθείας κρίσις. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς ἀπορίας εἰρήσθω. Ἀκριβέστερον δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ τοῖς τοῦ ἔχειν σημαινομένοις ἐπεξῆλθεν· ἔχειν, γάρ φησιν, λέγεται πολλαχῶς· καὶ γὰρ 〈τὸ ἄγον〉 κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ ὁρμὴν καὶ ὅλως ἐν ᾧ ἡ ἀρχὴ τῆς τοῦ ἐχομένου κινήσεως, οἷον ὁ τύραννος ἔχει τὴν πόλιν καὶ ὁ πυρετὸς τόνδε τινὰ ἢ βήξ· καὶ ἐπὶ τῶν ἐναντίων· καὶ γὰρ ἡ πόλις ἔχειν τύραννον λέγεται καὶ ὅλως ἄρχοντα καὶ ἡ ναῦς κυβερνήτην καὶ ὁ παῖς παιδαγωγόν. ταῦτα μὲν οὖν οὕτως ἔχειν λέγεται, ὅτι ἢ ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχὴν ἢ ἄγεται κατὰ τὴν ἐν ἐκείνῳ, καὶ ἔστιν κατηγορίας τῆς τοῦ ποιεῖν ἢ πάσχειν.

‘然而,’他[普罗提诺]说,‘若被披戴的斗篷构成另一范畴,为何放置在床榻上的斗篷不构成另一范畴?’或者,斗篷放置在床榻上属于姿态范畴,或属于在场所中的范畴;因为床榻对于拥有并未提供任何现实活动;盖因拥有的范畴表明某种状态与掌控,但那是针对后天获致的物体的。若此言属实,则唯独对有灵魂之物,拥有才得以成立,因此即便雕像上披戴着饰物,就其作为无灵魂者而言,亦不能说雕像拥有它,而当说饰物放置在雕像之上;但若它被视作某种有灵魂之物,则按照对有灵魂者的指称,便可以说它拥有该饰物。‘然而,若拥有依把持而被界定,’他说,‘它便将归结为状态,而状态属于性质。’或者,此种状态乃是同名异义的;因为前者是非物体性事物的结合,而此者则是对后天获致之物体的掌控,且拥有的状态是通过拥有者的现实活动而产生的,而性质的状态既非通过被分有者的现实活动亦非通过分有者的现实活动而产生。并且它们在被拥有之物上亦有差异,因为在那边是非物体的,而在此处则是物体;在拥有者上亦有差异,因为在那边是在实体内部,而在此处则是在实体外周。‘然而,’他[普罗提诺]说,‘若不应当说拥有性质,因为性质已被言明,亦不当说拥有量,因为量已被言明,亦不当说拥有部分,因为实体已被言明,那么既然武具所归属的实体已被言明,为何必须说拥有武具属于另一范畴?’或者,这是因为武具或鞋履就其自身而言并未被称为属于拥有的范畴,它们的占有亦非如此(若有人占有了它们却未加以使用),相反,对它们的掌控以及依拥有它们而被言说的状态,正是这构成了拥有的范畴。再者,拥有性质和量是一回事,拥有武具和鞋履则是另一回事;因为在那边状态属于非物体之物,而在此处属于物体性之物,且在那边被分有者使分有者发生质变,而在此处仅是被披戴而已。‘然而,仅存在于少数事物之中的,’他[普罗提诺]说,‘如何能成为属?’或者,这是因为此属处于终极事物之中,存在于物体的周围且存在于物体之中,并因此收缩至最为狭隘的范围,却不能因此就不是属;因为不死鸟纵为单一,亦在自身之中包容了整个物种。然而,他为何不将关于拥有的论述与其余范畴相连,反而仿佛出于后知后觉,在关于对立者、同时存在者以及运动的论述之后才提及拥有?或者,这是因为在完成了关于范畴的论述之后,既然他在其中顺带提及了若干事物,便将那些事物亦予以详尽阐发。而由于拥有的范畴居于末位,他顾及次序,理所当然地最后提及拥有之名义的多义性,不仅赋予范畴本身以相称的次序,而且对从外部引入并详加阐发的事物亦赋予相同的次序。‘然而,’他[尼科斯特拉托]说,‘他排斥说拥有妻子,尽管此说法合乎惯例,实属荒谬。’然而,若他未曾提及,忽略了习俗中的用法,那才属荒谬;而他提及并予以评判,乃是履行了辩证家的职能,对辩证家而言真理的裁决最为重要。因此,针对这些疑难的答辩且止于此。亚里士多德在《形而上学》卷Δ中更为严密地探讨了拥有的涵义;因为他说,拥有按多种方式被言说;盖因依自身的本性与冲动而进行引导者,以及总之被拥有者的运动之本原居于其中的事物,[被称为拥有],例如僭主拥有城邦,热病或咳嗽拥有某人;在相反的情形中亦然;因为城邦亦被称为拥有僭主,通括而言拥有统治者,船只拥有舵手,孩童拥有教仆。这些事物之所以被说成按此种方式拥有,乃是因为它们要么依照自身的本原进行引导,要么依照对方之中的本原被引导,而这属于作用或承受的范畴。

语法注2 条
  1. 10.0κἂν ἀγάλματι κόσμος περίκειται, ὡς μὲν ἄψυχον οὐκ ἂν λέγοιτο ἔχειν τὸ ἄγαλμα

    κἄν 起到 καὶ ἐάν(或单纯让步性的 καὶ ἄν)的作用,带有现在时直陈式 περίκειται 构成让步条件从句。主句则采用 ἄν 搭配希求式(οὐκ ἂν λέγοιτο)表示潜在,构成混合条件句结构。

  2. 10.0καὶ γὰρ 〈τὸ ἄγον〉 κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ ὁρμὴν καὶ ὅλως ἐν ᾧ ἡ ἀρχὴ τῆς τοῦ ἐχομένου κινήσεως

    补订的名词短语 〈τὸ ἄγον〉(‘引导者’)与包含先行词的关系从句 καὶ ὅλως ἐν ᾧ(‘以及总之……居于其中的事物’)并列,共同作为后文省略的动词(ἔχειν λέγεται)的主语短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:370.21-372.2