- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:369.7-370.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对尼科斯特拉托对拥有范畴划分的指责,扬布里柯回应称亚里士多德通过示例确立了拥有之属并排除了无关涵义。此外,针对普罗提诺关于拥有为何独立成范畴的疑难,文本探讨了拥有的特有本质。
καὶ τὸ πέμπτον δέ, τουτέστιν τὸ μόριον ἔχειν οὐκ ἄδηλον ὅτι καὶ τῶν πρός τί ἐστιν, εἴπερ μέρος πρὸς ὅλον, καὶ ἄλλως τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας· ἐὰν γὰρ μεταλαβὼν εἴπῃς, τί ἐστιν τὸ ἔχειν πόδας καὶ χεῖρας, ἐρεῖς κατὰ τὸν ἀκριβῆ λόγον, κἂν ἀσύνηθες ᾖ, τὸ πεποδῶσθαι καὶ κεχειριδῶσθαι καὶ κοινῶς τὸ οὐσιῶσθαι,1 ἄηθες ὂν καὶ τοῦτο· διαλεκτικῷ δὲ οὐχ οὕτως συνηθείας ὡς ἀκριβείας μέλει. ἥμαρτεν οὖν, φησίν, μὴ ἀποκρίνας τὰ ἄλλα σημαινόμενα, ὡς εἰδείημεν, τίς ποτέ ἐστιν ἡ τοῦ ἔχειν κατηγορία”. πρὸς δὴ τοῦτό φησιν Ἰάμβλιχος, ὅτι “διὰ τοῦτο ἐν τῷ τέλει διέκρινεν τὰ τοῦ ἔχειν σημαινόμενα, ἵνα αὐτὰ χωρίσῃ τῆς τοῦ ἔχειν κατηγορίας. ἐν μὲν ἀρχῇ καὶ ἐν μέσῳ, ὅτε περὶ τῶν ἓξ ἅμα γενῶν ἔλεγεν, διὰ τῶν παραδειγμάτων ἐδήλωσεν· καὶ γὰρ σύνηθες τοῖς διαλεκτικοῖς τὸ ἀφορίσαι τι παράδειγμα, ὡς τὰ τούτῳ μὴ ὄντα παραπλήσια ἀποκρίνεσθαι. οἱ γοῦν ἐκ τῆς Ἀκαδημίας ὁρισάμενοι τὸ ἑκτὸν τὸ οἷόν τε ἔχεσθαι, πρὸς τοὺς ζητοῦντας, κατὰ τί τοῦ ἔχειν σημαινόμενον λέγουσιν, ἐπειδὴ πολλαχῶς τὸ ἔχειν, ὡς καὶ Ἀριστοτέλης διώρισεν — πρὸς τούτους οὖν παράδειγμα ἐπῆγον, ἑκτὸν λέγοντες εἶναι ὃ οἷόν τε ἔχεσθαι οὕτως ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου, διὰ τοῦ παραδείγματος τὴν ὑπογραφὴν ποιούμενοι καὶ ἅμα τὰ ἀλλότρια σημαινόμενα τοῦ ἔχειν ἀποκρίνοντες. καὶ ὁ Ἀριστοτέλης οὖν ὅταν τοῦ ἔχειν πολλαχῶς λεγομένου τοιοῦτον τὸ κατὰ γένος ἔχειν ὑπολαμβάνῃ οἷον τὸ ὑποδεδέσθαι καὶ ὡπλίσθαι, διὰ τοῦ παραδείγματος πᾶν τὸ ἄλλο πλῆθος τῶν ὁμωνύμως λεγομένων ἀπεσκευάσατο. καὶ γὰρ χωρίζεται ἀπὸ κτημάτων· οὐ γὰρ περικείμεθα ἐκεῖνα· καὶ ἀπὸ τῶν ἕξεων καὶ τῆς ποσότητος· συμβεβήκασι γὰρ αὗται καὶ ἅμα εἰσὶν ἀσώματοι. χωρίζεται δὲ καὶ τῶν ὡς μορίων ἐχομένων, ὅτι ἐκεῖνα μὲν συμφυῆ, ταῦτα δὲ ἐπίκτητα, καὶ ἔτι τῶν ὡς κτημάτων, ὅτι πάντῃ ἔξωθεν ταῦτα καὶ οὐ περικείμενα. χωρίζεται δὲ καὶ τῶν ἐν ἀγγείῳ, ὅτι ἐκεῖνα ἁπλῶς κεῖται ὡς ἐν τόπῳ. μόνα δέ ἐστιν ἐν τοῖς ἀπηριθμημένοις τῆς τοῦ ἔχειν κατηγορίας τό τε τρίτον καὶ τὸ τέταρτον, τὸ μὲν ἱμάτιον ἔχειν κατὰ τὸ ἐν ὅλῳ τῷ σώματι, τὸ δὲ δακτύλιον κατὰ τὸ ἐν μέρει. καὶ δῆλον ὅτι εὐσύνοπτα ταῦτα ἦν διὰ τὴν πρὸς τὸ ὡπλίσθαι καὶ ὑποδεδέσθαι ὁμοιότητα, ἅπερ τῆς τοῦ ἔχειν κατηγορίας ὁ Ἀριστοτέλης παραδείγματα προεβάλλετο. μάτην οὖν ὁ Νικόστρατος ἐγκαλεῖ ὡς ἐν τοῖς τοῦ ἔχειν σημαινομένοις μὴ ἀποκρίνοντι τὸ κατὰ τὸ γένος ἔχειν, εἰ μὴ ἄρα ὅτι μὴ προσέθηκεν ὁ Ἀριστοτέλης τῷ τρίτῳ καὶ τετάρτῳ ὅτι ταῦτά ἐστιν κατὰ τὸ γένος, τὰ δὲ ἄλλα ἐκτὸς ἀποβλητέον· ἀλλ’ οὐκ εἰσιν αἱ τοιαῦται προσθῆκαι συνήθεις τῇ Ἀριστοτελικῇ συντομίᾳ. τὸ δὲ καὶ ἐν μέσῳ θεῖναι τὰ τῆς κατηγορίας σημαινόμενα γυμνάζοντος ἦν, ὡς οἶμαι, τοὺς ἐντευξομένους πρὸς ἀγχίνοιαν.2 ὁ μέντοι Νικόστρατος ὑπὸ τὰ πρός τι καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ἀνάγων συγκρύπτει τὴν ἀλήθειαν· κἂν γὰρ κτήματά ἐστιν τὰ ἱμάτια καὶ ὁ δακτύλιος, ἀλλὰ κατά γε τὴν περίθεσιν καὶ τὸ ἔχεσθαι προχείρως διαφέροντα τῶν ἄλλων κτημάτων, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ τῆς τοῦ ἔχειν γίνεσθαι κατηγορίας”. “Ἀλλ’ εἰ τὸ τὰ σωματικά, φησὶν ὁ Πλωτῖνος, ἔχειν περὶ τὸ σῶμα καὶ μὴ ἀσώματα ἄλλην ποιεῖ κατηγορίαν, διὰ τί καὶ ἐπὶ τοῦ ποιεῖν πολλῆς οὔσης διαφορᾶς οὐκ ἄλλη μὲν κατηγορία γίνεται κατὰ τὸ τέμνειν, ἄλλη δὲ κατὰ τὸ κάειν ἢ κατορύττειν ἢ ἀποβάλλειν;” ἢ ἡ μὲν τοῦ ποιεῖν ἐνέργεια μία ἐστὶν καὶ ἕνα ἔχουσα λόγον καὶ οὐδὲν δεομένη τῆς διαφόρου ὑποδοχῆς τῶν τὸ ποιεῖν ὑποδεχομένων· καὶ ὁ τέμνων γὰρ καὶ ὁ κάων καὶ οἱ ἄλλοι οὐδὲν κατὰ τὸ ποιεῖν διαφέρουσιν· ἡ μέντοι τοῦ ἔχειν κατηγορία ἐν τούτῳ τὴν ὅλην ἔχει ἰδιότητα ἐν τῷ μὴ ἀσώματον, σῶμα δὲ εἶναι τὸ περικείμενον, ἢ οὐκ ἀπὸ τῆς τυχούσης σχέσεως3 χαρακτηρίζεται, ἀλλ’ ἐκ τῆς πρὸς ἄλλο εἰς ἑαυτὸ κυρίως θεωρεῖται.
而第五种,即拥有部分,显然亦属于关系者,既然部分相对于整体而言;且在另一层面上它属于实体范畴。因为若转换说法而言明拥有脚与手究竟为何,你依循精确的说明将会说,纵使不合惯例,它是‘具有脚’与‘具有手’,且通括而言是‘获得实体’,尽管此种说法亦甚为怪诞;而辩证家所关心的与其说是习俗,不如说是精确性。因此他说:‘他未能剔除其余涵义以使我们知悉拥有的范畴究竟为何,实属过失。’对此,扬布里柯指出:‘他在书末区分拥有的涵义,正为了将它们从拥有的范畴中分离出去。而在开篇与中间,当他同时论述六个属时,乃是通过示例来阐明的;因为辩证家的惯例本就是划定某一例证,以便将不类于此者剔除出去。无论如何,学园派那些将“被拥有者”定义为“能够被拥有者”的人,面对那些探问他们依照拥有的哪一种涵义而论的人(既然拥有按多种方式被言说,正如亚里士多德所区分的那样)——针对这些人,他们便引入了一个例证,指出被拥有者乃是能够以明智被明智者所拥有的方式而被拥有者,通过示例勾画出轮廓,同时剔除拥有的无涉涵义。因而亚里士多德在拥有按多种方式被言说之际,将依属而言的拥有假定为穿着鞋与佩带武器这一类事物时,亦是通过示例排除了同名异义地被言说的其余众多事物。事实上,它有别于财产;因为我们并不将那些事物披戴在身;它亦有别于状态与量;因为这些属于偶性,且同时是非物体的。它亦有别于作为部分而被拥有者,因为那些是生就俱来的,而这些则是后天获致的;再者它亦有别于作为财产之物,因为那些完全居于外在而未被披戴。它亦有别于在容器之中的事物,因为那些仅仅如同在场所中一样被放置。而在所枚举之物中,唯有第三与第四种属于拥有的范畴:拥有斗篷是在于整个身体之上,拥有戒指则在于部分之上。显然,由于它们与亚里士多德作为拥有范畴之例证所提出的佩带武器和穿着鞋相似,这些是显而易见的。因此,尼科斯特拉托指责他在拥有的涵义中未能划分出依属而言的拥有,实属徒劳,除非是因为亚里士多德未曾在第三与第四种之后补充说“这些乃是依属而言的,其余的则当排斥在外”;然而这类附言并不符合亚里士多德崇尚简练的习性。而在中间呈列这一范畴的涵义,依我之见,乃是意在操练读者敏锐的心智。然而尼科斯特拉托将第三与第四种亦归入关系者之下,实则掩盖了真理;因为即使斗篷与戒指是财产,但至少在披戴与便当持用方面不同于其他财产,正如柏拉图亦认为的那样,它们构成了拥有的范畴。’ 普罗提诺说:‘然而,若在身体周围拥有物体性事物而非非物体性事物构成另一范畴,为何在作用之中虽有巨大差异,却不因切割而形成一个范畴,因灼烧、掩埋或抛弃而形成另一个范畴?’或者,作用的现实活动是单一的,且具有单一的定义,全然无需承受作用者各异的承受方式(因为切割者、灼烧者及其他人在作用上毫无差异);然而拥有的范畴在这点上具有其全部特有性质,即被披戴之物不是非物体的而是物体;或者,它并非由任意的关系所界定,而是真正依从其相对于他者而回归于自身的关系来被考察的。
- 10.0τὸ πεποδῶσθαι καὶ κεχειριδῶσθαι καὶ κοινῶς τὸ οὐσιῶσθαι
由主动词 ἐρεῖς 所带的并列完成时被动不定式短语。从 πούς 和 χείρ 派生出非常规动词以表示精确定义,前后分别由让步从句 κἂν ἀσύνηθες ᾖ 与分词短语 ἄηθες ὂν καὶ τοῦτο 来说明其用词之罕见。
- 10.0γυμνάζοντος ἦν, ὡς οἶμαι, τοὺς ἐντευξομένους πρὸς ἀγχίνοιαν
表特征/属性的谓语属格结构:未完成体动词 ἦν 搭配属格分词 γυμνάζοντος,主语为定冠词不定式从句 τὸ δὲ καὶ ἐν μέσῳ θεῖναι τὰ τῆς κατηγορίας σημαινόμενα,意为“这是为了操练读者敏锐心智者的作风”。
- 10.0ἢ ἡ μὲν τοῦ ποιεῖν ἐνέργεια... ἢ οὐκ ἀπὸ τῆς τυχούσης σχέσεως...
针对普罗提诺所提疑难而给出的选择性解释句式 ἢ... ἢ...(“或者……或者……”)。前一分支对比了‘作用’的单一性与‘拥有’在包覆物体上的特有性;后一分支则从关系的本质(是偶然的关系还是向内关联于自身的关系)来界定拥有的范畴。
