← 辛普里丘

亚里士多德《范畴篇》注释

§35.11-36.31

同名异义与同名同义的并存及术语辨析

辛普里丘通过具体例证讨论了同一事物既是同名异义又是同名同义的四种方式,随后引述波菲利,辨析了‘同名同义’这一术语在亚里士多德与斯多亚派之间的不同用法,并解释了该词在《诗学》和《修辞学》中多名同义用法的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

ποτὲ μὲν γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ’ ἄλλο καὶ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ καλεῖται, πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον ὁμωνύμως λέγεται, καθὸ δὲ ὄρνις, πρὸς τοὺς ἄλλους ὄρνιθας συνωνύμως. ποτὲ δὲ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ πρᾶγμα διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τε εὑρίσκεται καὶ συνώνυμον, ὡς Σωκράτης ὁ φιλόσοφος πρὸς Σωκράτην τὸν Θεαιτήτου συγγυμναστὴν ὁμώνυμος μὲν καθὸ Σωκράτης, συνώνυμος δὲ καθὸ ἄνθρωπος. ἄλλα δέ ἐστιν ἃ καθ’ ἓν τὸ αὐτὸ ὄνομα ὁμώνυμά τε καὶ συνώνυμά ἐστιν, πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόρακας ὁ ὄρνις1 πρὸς μὲν τὸ ὄργανον ὁμώνυμος, πρὸς δὲ τοὺς ἄλλους κόρακας συνώνυμος. ἔστιν δὲ ὅτε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὄνομα πρὸς τὸ αὐτὸ πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, ὡς ὁ παρ’ Ὁμήρῳ Μέλας· Ἄγριος ἠδὲ Μέλας· καθὸ μὲν γὰρ κύριον τὸ Μέλας, ὁμώνυμον ἂν εἴη τῷ κατὰ τὴν χρόαν μέλανι· εἰ δὲ τύχῃ ὁ οὕτως καλούμενος καὶ τὴν χρόαν μέλας, συνώνυμος ἂν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ Ἄγριος ὁ κύριον ἔχων τὸ ὄνομα, εἰ τύχοι καὶ τὸ ἦθος ἄγριος, ὁμώνυμός τε εἴη πρὸς τὸν ἄγριον τὸ ἦθος καὶ συνώνυμος. πολλὰ δέ ἔστιν καὶ ἄλλα τοιαῦτα ὀνόματα ἀπό τε τῶν ἀρετῶν ὡς κύρια λεγόμενα, ὡς Ἐλευθέριος καὶ Σωφρόσυνος καὶ Σεμνὸς καὶ τὰ τοιαῦτα, καὶ ἀπὸ ἐθνικῶν, ὡς ὁ Ἰταλὸς καὶ Κρητικὸς καὶ Ἐλευσίνιος καὶ τὰ τοιαῦτα, ὅταν ὁ μὲν κύριον ἔχῃ τὸ ὄνομα, ὁ δὲ ἐθνικόν· ἐὰν δὲ ἄμφω καὶ κύρια ἔχωσιν καὶ διάθεσιν τὴν αὐτὴν ἢ ἄμφω Μέλανές τε λέγοιντο κυρίῳ ὀνόματι καὶ μέλανες εἶεν τὴν χρόαν, κατὰ μὲν τὰ κύρια ὁμώνυμοί εἰσιν· τὸ γὰρ κύριον τὸ ἰδίως ποιὸν δηλοῖ τοῦ καλουμένου· κατὰ δὲ τὴν κοινὴν τοῦ μέλανος διάθεσιν συνώνυμοι· ὁ γὰρ αὐτὸς ἑκατέρου λόγος κατὰ τὴν αὐτὴν χρόαν ἢ τῆς ψυχῆς διάθεσιν ἢ τὴν αὐτὴν πατρίδα. ἐπὶ δὲ τῶν τοιούτων καὶ αὐτός τις πρὸς ἑαυτὸν ὁμώνυμος ἂν εἴη· εἰ γὰρ καλοῖτο Μέλας, εἴη δὲ καὶ τὴν χρόαν μέλας, ὁμωνύμως ἂν ὑπάρχοι τὸ μέλας τῷ τε κυρίῳ καὶ τῷ κατὰ τὴν χρόαν. τὸ δὲ ὑπόδειγμα τὸ ἀποδοθέν, τὸ οἷον τὸ ζῷον, οὐ πρὸς τὰ συνώνυμα πράγματα ἀπεδόθη, ἀλλὰ πρὸς τὸ ὄνομα τοῦ συνωνύμου· ὁ γὰρ ἄνθρωπος, φησίν, καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον. Οἰκειότερον δὲ Ἀριστοτέλης συνώνυμα κέκληκεν τὰ σὺν τῷ ὀνόματι καὶ τὸν ὁρισμὸν ἔχοντα τὸν αὐτὸν ἤπερ οἱ Στωικοὶ τὰ πολλὰ ἅμα ἔχοντα ὀνόματα, ὡς Πάρις καὶ Ἀλέξανδρος ὁ αὐτός, καὶ ἁπλῶς τὰ πολυώνυμα λεγόμενα· τούτοις γὰρ ἡ συν πρόθεσις οὐχ ἁρμόττει, τοῦ αὐτοῦ κοινωνίαν σημαίνουσα, ὡς τὸ συμπεριπατεῖν καὶ συστρατεύεσθαι. ἀπεῖδον δὲ ἴσως εἰς τὸ τοῦ αὐτοῦ ὀνόματα εἶναι· καὶ γὰρ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ποιητικῆς συνώνυμα εἶπεν εἶναι ὧν πλείω μὲν τὰ ὀνόματα, λόγος δὲ ὁ αὐτός, οἷα δή ἐστιν τὰ πολυώνυμα, τό τε λώπιον καὶ ἱμάτιον καὶ φάρος. ‘‘ἀλλ’ οὐδὲν ἄτοπον, φησὶν ὁ Πορφύριος, τῆς χρήσεως τὸ διττὸν ἐχούσης χρήσασθαι μὲν ἑκατέρῳ τὸν Ἀριστοτέλη, ἐπειδὴ καὶ ἔχει τινὰ λόγον ἑκάτερον. καὶ γὰρ τὰ πλείω ὀνόματα τὰ πρὸς ἓν φερόμενα, ὡς ὁ κίων καὶ ὁ στῦλος, τὸν αὐτὸν ἔχοντα λόγον, συνώνυμα ἂν κληθείη· καὶ μέντοι ὅπου ὁ λόγος ὁ αὐτὸς καὶ τοὔνομα2 συνονομάζεται, ἔτι κυριώτερον ἂν κληθείη συνώνυμα, ὥστε τὸ μέν ἐστιν συνώνυμον, ἐπεὶ πολλὰ ὀνόματα ἕν τι πρᾶγμα συνονομάζει, τὸ δέ, ἐπεὶ τὸν λόγον συνονομάζει καὶ τοὔνομα. καὶ διὰ τοῦτο, ὅπου μὲν περὶ γενῶν ἤτοι τῶν τὰ γένη σημαινουσῶν φωνῶν ἡ σπουδή, χρεία τοῦ δευτέρου σημαινομένου, διότι τὰ γένη κατὰ τοῦτο τὸ σημαινόμενον συνωνύμως τῶν εἰδῶν κατηγορεῖται· ἔνθα δὲ περὶ τὰς πλείους φωνὰς ἡ σπουδὴ καὶ τὴν πολυειδῆ ἑκάστου ὀνομασίαν, ὥσπερ ἐν τῷ Περὶ ποιητικῆς καὶ τῷ τρίτῳ Περὶ ῥητορικῆς, τοῦ ἑτέρου συνωνύμου δεόμεθα, ὅπερ πολυώνυμον ὁ Σπεύσιππος ἐκάλει. καὶ οὐ καλῶς ὁ Βόηθος παραλελεῖφθαι τῷ Ἀριστοτέλει φησὶ τὰ παρὰ τοῖς νεωτέροις καλούμενα συνώνυμα, ἅπερ Σπεύσιππος ἐκάλει πολυώνυμα· οὐ γὰρ παραλέλειπται, ἀλλ’ ἐν ἄλλαις πραγματείαις, ἐν αἷς ἦν οἰκεῖος ὁ λόγος, παρείληπται’’.

有时,同一件事物依据其自身的各个不同名称,相对于各个不同的事物既是同名异义的又是同名同义的。例如作为鸟的乌鸦,就其被称为乌鸦而言,相对于门上的器械是同名异义地被说的;但就其是鸟而言,相对于其他鸟类则是同名同义地被说的。有时,同一事物通过其自身的各个不同名称,相对于同一事物被发现既是同名异义的又是同名同义的;如哲学家苏格拉底相对于泰阿泰德的摔跤同伴苏格拉底,就其是苏格拉底而言是同名异义的,但就其是人而言则是同名同义的。还有另一些事物依据单一且同一的名称既是同名异义的又是同名同义的,然而却是相对于各个不同的事物;如作为鸟的乌鸦相对于器械是同名异义的,但相对于其他乌鸦则是同名同义的。有时,同一事物依据同一名称相对于同一事物既是同名异义的又是同名同义的;如荷马史诗中的墨拉斯:‘阿格里俄斯与墨拉斯’;因为就‘墨拉斯’是专名而言,它相对于依据肤色为黑者是同名异义的;但若如此被称呼者碰巧肤色亦为黑,则他相对于同样为黑者将是同名同义的。同样,拥有阿格里俄斯这一专名的人,若碰巧品性亦粗暴,相对于品性粗暴者将既是同名异义的又是同名同义的。还有许多其他这类的名称,或是源自美德而被用作专名的,如厄琉特利俄斯、索弗罗修诺斯、塞姆诺斯等,或是源自族称的,如意大利人、克里特人、厄琉息斯人等,只要一方将其作为专名而另一方将其作为族称。但若两者既拥有专名又拥有相同的素质,或者两者依专名都被称为墨拉斯且肤色亦为黑,则依据专名而言他们是同名异义的——因为专名表示被称呼者的特有性质;而依据‘黑’这一共通素质而言他们是同名同义的;因为依据相同的肤色、灵魂的素质或相同的祖国,两者的说明方式是同一的。并且在此类事物上,某人自身甚至相对于自身亦可以是同名异义的;因为如果他被称为墨拉斯,且肤色亦为黑,那么‘黑’将同名异义地属于专名与依据肤色者。给出的范例(即‘例如动物’)并不是相对于同名同义的事物给出的,而是相对于同名同义者的名称给出的;因为他说,人和牛是以共通的名称‘动物’来称呼的。 亚里士多德将那些伴随名称且拥有同一界定者称为‘同名同义者’,比起斯多亚学派将那些同时拥有多个名称者(如同一人帕里斯与亚历山大,概言之即被称为多名同义者)如此称呼,要更为贴切。因为对于这些事物,前缀‘同(syn-)’并不契合,该前缀意指对同一事物的共有,如同行与同征。斯多亚派或许着眼于它们是同一事物的名称;因为亚里士多德自己在《诗学》中确实亦说过,同名同义者是那些名称繁多而说明方式同一的事物,诚如多名同义者那样,例如披风、外套和斗篷。‘然而毫无怪异之处’,波菲利说,‘由于用法是双重的,亚里士多德使用每一者,因为每一者亦都具有某种道理。因为指向单一事物且具有同一说明方式的多个名称(如圆柱与立柱)亦可被称为同名同义的;而且,若说明方式同一且名称亦共同被命名,则更本真地可被称为同名同义的;以致于一种之所以是同名同义的,是因为多个名称共同命名某一件事物,而另一种则是因为名称亦共同命名了说明方式。正因如此,凡是在探讨属(即表示属的言词)的地方,就需要第二种含义,因为属依据这种含义同名同义地述谓种;而凡是在探讨多个言词以及对每一事物的多样命名的地方(如在《诗学》与《修辞学》第三卷中),我们则需要另一种同名同义者,即斯珀西波所称的多名同义者。博埃图斯说晚近之人所谓的同名同义者(即斯珀西波所说的多名同义者)被亚里士多德遗漏了,这一说法是不恰当的;因为它们并未被遗漏,而是在论述正当合适的其他著作中被采纳了。’

语法注2 条
  1. 1.3ὡς ὁ κόρακας ὁ ὄρνις

    词组 ὁ κόρακας 混入了宾格复数形式 κόρακας,在此作为通俗形式或抄本讹误在句法上充当单数主格主语,与前文的 ὁ κόραξ 对应,并支配后文的单数谓语形容词 ὁμώνυμος 与 συνώνυμος。

  2. 1.3τὸ δὲ, ἐπεὶ τὸν λόγον συνονομάζει καὶ τοὔνομα

    τὸ δέ 与前句 τὸ μέν ἐστιν συνώνυμον 形成并列,省略了谓语 ἐστὶν συνώνυμον。在原因从句中,τοὔνομα(名称)作主语,支配宾格 τὸν λόγον(说明方式),意为‘因为名称亦共同命名了说明方式’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:35.11-36.31