← 辛普里丘

亚里士多德《范畴篇》注释

§367.22-369.6

对拥有之种差的检视与反驳诸异议

辛普利丘批判性地考察了扬布里柯对“拥有”之种差的列举,继而讨论了普罗提诺关于为何不将诸义皆归入该范畴的疑难,以及尼科斯特拉托对照《范畴篇》末尾八种含义对第十个范畴所作的质难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.0#3

καὶ τὰ μὲν κρατοῦμεν, ὡς δόρυ καὶ βακτηρίαν, ὑπὸ δέ τινων κρατούμεθα, ὡς ὑπὸ τῶν ὑποδημάτων. καὶ ἤτοι διὰ σπουδῆς παραγίνεται ἡμῖν τὸ ἔχειν ἢ ἄνευ τινὸς πραγματείας”. ταύτας μὲν οὖν ὡς εἰδητικὰς διαφορὰς τοῦ ἔχειν ὁ Ἰάμβλιχος ἀπηριθμήσατο. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε τὰ πλεῖστα τούτων οὐ τῆς τοῦ ἔχειν ἐστὶ διαφορᾶς δηλωτικά,1 ἀλλὰ τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου καὶ τοῦ τρόπου. εἰ γὰρ ὅλον ἢ μέρος τὸ ἔχον καὶ εἰ ἑκουσίως ἢ ἀκουσίως καὶ εἰ ἄνευ σπουδῆς ἢ μετὰ σπουδῆς καὶ αὖ πάλιν εἰ κόσμια ἢ ἀμυντήρια καὶ τὸ ἐν εἰρήνῃ δὲ ἢ ἐν πολέμῳ οὐ τοῦ ἔχειν ἀλλὰ τοῦ καιροῦ καὶ τῆς περιστάσεως, ἐν ᾗ ἔχει τὸ ἔχον, τούτων λέγει τὴν διαφοράν. τὸ μέντοι κρατεῖν ἢ κρατεῖσθαι δοκεῖ μοι τοῦ ἔχειν αὐτοῦ διαφορὰν δηλοῦν. ἐφιστάνει δὲ Ἰάμβλιχος ἐκ τῶν εἰρημένων τῇ αἰτίᾳ, δι’ ἣν ἐπ’ ὀλίγα διατείνει τὸ γένος2 τοῦτο· τὰ γὰρ ἐπίκτητα σώματα καὶ σωμάτων περιβλήματα ὀλίγα ἐστίν· ἔτι δὲ καὶ ὅτι ἐπὶ μόνων ἐμψύχων θεωρεῖται, ὡς δειχθήσεται. Ἀπορίαι δὲ πολλῶν καὶ πρὸς τοῦτο γεγόνασι τὸ γένος. καὶ γὰρ Πλωτῖνος ἀπορεῖ λέγων· “περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατήρ, ὅτι ἔχει υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅτι κτήματα”.3 πρὸς ὃ ῥητέον ὅτι οὐχ οἷόν τε τῶν ὁμωνύμων καὶ κατὰ γένος ἐξηλλαγμένων μίαν εἶναι κατηγορίαν καὶ ἓν γένος. οὐ μέντοι οὔτε τὸ ποσὸν ἐν τῷ ἔχειν τούτῳ ἐστίν, διότι ἔχει μέγεθος, οὔτε τὸ ποιόν, ὅτι ἔχει χρῶμα· ἀσώματα γὰρ τὸ ποιὸν καὶ τὸ ποσόν, ἡ δὲ κατηγορία αὕτη τῶν περὶ ἡμᾶς ἐπικτήτων σωμάτων ἦν. ὁ δὲ πατήρ, εἰ μὲν καθὸ σῶμα, ἀλλ’ οὐ περίθετος ἦν· εἰ δὲ καθὸ σχέσιν ἔχει πρὸς υἱόν, ἀλλ’ ἀσώματος ἡ σχέσις. Ὁ δὲ Νικόστρατος ἐγκαλεῖ· “διὰ τί, φησίν, οὐκ ἔθηκας τὰ ὀκτὼ σημαινόμενα τοῦ ἔχειν, ἅπερ ἐν τέλει τοῦ βιβλίου διηριθμήσω, καὶ διὰ τί οὐκ ἀπέκρινας τὰ ἀλλότρια τῆς προκειμένης κατηγορίας, ὅπερ ποιοῦσιν οἱ πολύσημον φωνὴν διαιρούμενοι; οὐ γὰρ ἴσμεν νῦν, τί ποτέ ἐστιν τῶν κατηριθμημένων τὸ δέκατον τοῦτο γένος. ἐὰν γὰρ ἀκριβολογῆταί τις, οὐδὲν τῶν ἐκκειμένων τὸ ἔχειν τὸ ὡς γένος σημαίνει. προκείσθω δὲ αὐτὴ ἡ ἐπὶ τέλει τοῦ Ἀριστοτέλους ῥῆσις οὕτως ἔχουσα· “τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται. ἢ γὰρ ὡς ἕξιν καὶ διάθεσιν ἢ ἄλλην τινὰ ποιότητα· λεγόμεθα γὰρ ἐπιστήμην ἔχειν καὶ ἀρετήν. ἢ ὡς ποσόν, οἷον ὃ τυγχάνει τις ἔχων μέγεθος· λέγεται γὰρ τρίπηχυς. ἢ ὡς τὰ περὶ τῷ σώματι, οἷον ἱμάτιον ἢ χιτῶνα. ἢ ὡς ἐν μορίῳ, οἷον ἐν χειρὶ δακτύλιον. ἢ ὡς μέρος, οἷον πόδα ἢ χεῖρα. ἢ ὡς ἐν ἀγγείῳ, οἷον ὁ μέδιμνος πυροῦ. ἢ ὡς κτῆμα· ἔχειν γὰρ οἰκίαν καὶ ἀγρὸν λεγόμεθα. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ ἄνδρα· ἔοικεν δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν εἶναι· οὐθὲν γὰρ ἄλλο τῷ ἔχειν γυναῖκα σημαίνομεν ἢ ὅτι συνοικεῖ”. ἐν δὴ τούτοις τὸ μὲν ὄγδοον τὸ ἔχειν γυναῖκα ἢ ἄνδρα καὶ αὐτὸς παρῃτήσατο ὡς μήτε τοῦ ὁμωνύμως λεγομένου ἔχειν ἁπτόμενον, ἀλλὰ μᾶλλον τὸ συνεῖναι δηλοῦν. τὸ δὲ πρῶτον σαφῶς ἐστιν τοῦ ποιοῦ· τὸ γὰρ ἕξιν ἔχειν καὶ διάθεσιν οὐδὲν ἄλλο, φησὶν ὁ Νικόστρατος, σημαίνει, ἐὰν μεταλάβωμεν εἰς τὸ τί ἐστιν,4 ἢ τὸ ἐπιστήμονα εἶναι καὶ ἑκτικὸν εἶναι, ἅπερ ἐστὶν τοῦ ποιοῦ. ἀλλὰ καὶ τὸ μέγεθος ἔχειν καὶ τρίπηχυν εἶναι τοῦ ποσοῦ, καὶ τὸ τρίτον δὲ καὶ τέταρτον καὶ τὸ ἕβδομον τοῦ ἔχειν σημαινόμενον σαφῶς ἕκαστόν ἐστιν ἐν τῇ τοῦ πρός τι κατηγορίᾳ· καὶ γὰρ τὸ ἱμάτιον, φησίν, ἔχειν καὶ δακτύλιον ἔχειν ἴσον ἐστὶν τῷ οἰκίαν ἔχειν καὶ κεκτῆσθαι, καὶ ἔστιν τῶν πρός τι· τὸ γὰρ κτῆμα τοῦ κτήτορος καὶ ὁ κτήτωρ τοῦ κτήματος.

有的为我们所掌握,如长矛与手杖;有的则掌握着我们,如鞋子。并且拥有要么通过勤勉而归属于我们,要么不经任何劳作。”扬布里柯便将这些列为拥有的种差。然而值得注意的是,这些之中的大多数所表明的恐怕不是拥有的差异,而是拥有者、被拥有者及其方式的差异。因为拥有者是整体还是部分,是自愿还是非自愿,是不经勤勉还是伴随勤勉,以及是饰物还是防御工具,在和平中还是在战争中,所言说的并非拥有的差异,而是拥有者在其中拥有它的时机与环境的差异。不过,掌握或被掌握在我看来倒确实表明了拥有本身的差异。此外,扬布里柯还从上述讨论中指出了该属仅涉及极少数事物的原因:因为获致的物体以及物体的包覆物为数甚少;再者,如后文所示,它仅在有灵魂者身上被观察到。 然而,许多人亦对这一属提出了疑难。普罗提诺便提出疑难说:“关于拥有,若拥有按多种方式被言说,为何所有的样态不被归纳到这一范畴之中?以至于量因其拥有大小,质因其拥有颜色,父亲因其拥有儿子,儿子因其拥有父亲,以及拥有财产,[亦应归入其中]。”对此须指出,同名异义且在属上有别的事物,不可能属于同一个范畴和一个属。事实上,量并不因其拥有大小而在此种拥有之中,质亦不因其拥有颜色而在此中;因为质与量是非物体的,而这一范畴关涉的是我们周围获致的物体。至于父亲,若就其为物体而言,他并未被披戴;若就其与儿子具有关系而言,该关系是非物体的。 尼科斯特拉托则指责道:“你为何没有列出你在书末所枚举的拥有的八种涵义,又为何没有如那些划分多义词者所做的那样,剔除与当面范畴无关之物?因为我们现在完全不知这第十个属在所列举之物中究竟为何物。因为若加以严密推敲,所列之物中无一表明作为属的拥有。”在此且将亚里士多德书末的原话呈列如下:“拥有按多种方式被言说。或者作为状态与性向,或某种其他质;因为我们被说成拥有知识与德性。或者作为量,例如某人碰巧拥有的大小;因为他被说成有三肘长。或者作为身体周围之物,例如斗篷或短袍。或者作为在部分之中的,例如戴在手上的戒指。或者作为部分,例如脚或手。或者作为在容器之中的,例如一斗麦子。或者作为财产;因为我们被说成拥有房屋与田地。我们亦被说成拥有妻子,妻子拥有丈夫;但方才提及的拥有的样态似乎最为疏远;因为我们说拥有妻子无非表明共同生活。”在这些之中,第八种即拥有妻子或丈夫,〔亚里士多德〕本人亦将其排除,因其甚至未触及同名异义地被言说的拥有,而毋宁表明共同生活。第一种显然属于质;尼科斯特拉托说,因为拥有状态与性向,若将其转换为‘是什么’,无非意味着是有知识者和处于状态之中者,而这些属于质。但拥有大小与三肘长属于量,且拥有的第三、第四与第七种涵义显然各自处于关系范畴之中;因为他说,拥有斗篷与拥有戒指等同于拥有房屋与占有,属于关系者;因为财产属于占有者,占有者亦属于财产。

语法注4 条
  1. 10.0ἐπιστῆσαι δὲ ἄξιον, μήποτε τὰ πλεῖστα τούτων οὐ τῆς τοῦ ἔχειν ἐστὶ διαφορᾶς δηλωτικά

    μήποτε 引导表达推测或疑虑的从句(“值得注意的是,……恐怕不是……”),依附于非人称短语 ἐπιστῆσαι ἄξιον。表语形容词 δηλωτικά 支配宾格性属格 τῆς διαφορᾶς。

  2. 10.0οὐ γὰρ ἴσμεν νῦν, τί ποτέ ἐστιν τῶν κατηριθμημένων τὸ δέκατον τοῦτο γένος

    在间接疑问句 τί ποτέ ἐστιν... 中,主语是 τὸ δέκατον τοῦτο γένος,表语为疑问代词 τί。属格 τῶν κατῃριθμημένων 作部分属格(“在所列举的事物中”),修饰 τί 或主语。

  3. 10.0ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατήρ, ὅτι ἔχει υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅτι κτήματα

    在普罗提诺的引文中,ὥστε 从句顺承前文的被动动词 ἀναχθήσονται(“将被归纳”)。各主语(τὸ ποσόν, τὸ ποιόν 等)皆承前省略了动词(“亦将被归入”)。文末的 καὶ ὅτι κτήματα 是“因其拥有财产[亦将归入]”的省略表达。

  4. 10.0ἐὰν μεταλάβωμεν εἰς τὸ τί ἐστιν

    μεταλαμβάνω εἰς 意为“转换为/转写为”。名词化短语 τὸ τί ἐστιν(“是什么/本质”)作介词 εἰς 的宾语,指涉一种逻辑上的换言或本质定义上的转换(“若我们将其转换为‘是什么’”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:367.22-369.6