← 辛普里丘

亚里士多德《范畴篇》注释

§363.14-364.36

物体的整饬与处所和时间的双重区分

辛普利丘总结了阿尔库塔斯和扬布里柯关于形而上学及神圣处所的理论,随后提出自己较为适度的见解,论述正当意义上的处所与时间对整饬受生且可分的物体之必要性,并提出了固有与共同的双重区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0#5

καὶ δὴ καὶ τοῦτο φανερόν, ὅτι ὥσπερ ἐπὶ τῶν ὁρωμένων ἕτερα ἐν ἑτέροις περιέχεται, οἷον τὰ μὲν στερεὰ σώματα ὑπὸ τῶν λεπτοτέρων στοιχείων, οἷον γῆ καὶ ὕδωρ ὑπὸ ἀέρος καὶ πυρός, ταῦτα δὲ ὑπὸ τοῦ οὐρανοῦ, οὕτως ἐν ταῖς ἄλλαις οὐσίαις αἱ δεύτεραι ὑπὸ τῶν προτέρων περιέχονται καὶ ἐν αὐταῖς κεῖνται, ὁ μὲν κόσμος ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ νῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ἀεὶ γὰρ τὰ ἀρχηγικώτατα τὴν τοῦ πρεσβυτάτου τόπου τάξιν περιείληφεν. ταύτην δὲ τὴν ἰδιότητα καὶ Ἀρχύτας ἀποδίδωσιν τῷ τόπῳ λέγων· “τῶ δὲ τόπω ἴδιόν ἐστιν τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί. εἰ γὰρ ἔν τινι τόπῳ, ἔσται καὶ ὁ τόπος πάλιν αὐτὸς ἐν ἑτέρῳ, καὶ τοῦτο μέχρι ἀπείρω συμβασεῖται. ἀνάγκα τοιγαροῦν τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλ’ οὕτως πὸτ τὰ ὄντα ὥσπερ καὶ τὰ πέρατα πρὸς τὰ περατούμενα· ὁ γὰρ τῶ παντὸς κόσμω τόπος πέρας ἁπάντων τῶν ὄντων ἐστίν”. “σαφῶς δέ, φησὶν Ἰάμβλιχος, ἐνταῦθα πέρας τῶν ὁπωσοῦν περατουμένων τὴν ἰδιότητα τοῦ τόπου λέγει, εἰ μὴ ἄρα ὄντα τὰ σώματα λέγει,1 περὶ ὧν αἱ κατηγορίαι”. ἀλλ’ ὁ Ἰάμβλιχος ταῦτά φησιν, μή, ὥσπερ ἐμφαίνει ὁ λόγος, ἐπὶ τοῦ κόσμου μόνου ταῦτα στήσωμεν, ἀλλὰ κοινῶς τὸ πέρας ἀεὶ ἐπὶ τὴν πρεσβυτέραν αἰτίαν ἐπαναγάγωμεν·2 οὕτω γὰρ ἡμῖν ἔσται τοῦ μὲν ὅλου κόσμου πέρας ἡ ψυχὴ ἢ ὁ νοῦς καὶ τούτου ἡ μία καὶ ἡνωμένη ἐνέργεια, ἀνωτέρω δὲ ἔτι καὶ τούτου τὴν ὡς θεοῦ οὐσίαν τοῦ τόπου κατοψόμεθα, ἑνοειδῆ τινα οὖσαν καὶ πάντα συνέχουσαν ἐν ἑαυτῇ καὶ καθ’ ἓν μέτρον τὰ ὅλα συμπεραίνουσαν. τὸ αὐτὸ δὲ καὶ ἀπὸ τῆς περιοχῆς ἔστι συλλογίσασθαι· τὸ γὰρ μέχρι τῶν ἀνωτάτω ἀνῆκον αἴτιον τῆς περιοχῆς προάγει ἡμᾶς ἐπ’ ἐκεῖνον τὸν θεῖον τόπον, ὅστις αὐτός τε ἑαυτοῦ ἐστιν αἴτιος καὶ αὐτὸς ἑαυτοῦ περιληπτικὸς ἐν ἑαυτῷ τε ὑφέστηκεν καὶ οὐκ ἔτι ἀχώριστον, χωριστὴν δὲ τῶν ὄντων ἔχει τὴν ὑπόστασιν. ἀλλὰ ταῦτα μὲν ἔστω τῆς Ἰαμβλίχου νοερᾶς θεωρίας περὶ τοῦ τόπου δόγματα. Ἡμεῖς δὲ συμμετρότερον τήν τε χρείαν καὶ τὴν φύσιν τοῦ τόπου ζητοῦντες τοῦ κυρίως καὶ οὐχὶ κατὰ μεταφορὰν λεγομένου φαμὲν ὅτι τὰ μὲν ἀγένητα καὶ ἀμέριστα πάντα τήν τε οὐσίαν καὶ τὴν τοῦ εἶναι παράτασιν ἡνωμένην ἔχοντα ὅλα ἅμα ἐν ἑαυτοῖς ἐστιν καὶ διὰ τοῦτο οὐδὲ τόπου ἐδεήθη οὔτε χρόνου, ἀρκεῖ δὲ ὁ αἰὼν ἐκεῖ ἐν ἑνὶ μένειν πάντα ποιῶν· τὰ δὲ γενητὰ καὶ μεριστὴν ἔχοντα τήν τε οὐσίαν αὐτὴν καὶ τὴν τοῦ εἶναι παράτασιν, ταῦτα τοῦ μὲν χρόνου ἐδεήθη μὴ συγχωροῦντος μήτε σκεδάννυσθαι μήτε συγχεῖσθαι τὴν τοῦ εἶναι παράτασιν, ἀλλ’ ὡς δυνατὸν ἐν τάξει κατὰ τὸ πρότερον καὶ ὕστερον συνάγοντος αὐτὴν καὶ συνεχίζοντος. διὸ οὐδὲ συμπέφυρται εἰς ταὐτὸν ὁ τῶν Τρωικῶν καὶ τῶν νῦν χρόνος, οὔτε μέντοι ἀπέσπασται πάντῃ ἀλλήλων τὰ μέρη, ἀλλ’ ἐν τάξει διασῴζει τὴν πρὸς ἄλληλα συνέχειαν. οὕτως δὲ καὶ ὁ τόπος τὰ μὴ ἐν ἀμερεῖ μείναντα τῶν σωμάτων μέρη ἀλλ’ εἰς ὄγκον διαστάντα καὶ πεσόντα ἐκ τῆς ἑαυτῶν ἀμερείας ἅμα μὲν ὑποδέχεται, ἅμα δὲ εὐθετίζει καὶ τάττει καὶ ὁρίζει, ὡς μήτε συμφύρεσθαι τὰς χεῖρας τοῖς ποσὶν μήτε διασπᾶσθαι πάντῃ ἀπ’ Γ ἀλλήλων,3 διότι τὸν οἰκεῖον ἕκαστα κατέχει τόπον. διττὸς δὲ ὁ χρόνος καὶ διττὸς ὁ τόπος ἐστίν· ὁ μὲν συμφυὴς καὶ ἴδιος ἑκάστου, ὁ τήνδε μὲν τὴν χεῖρα καὶ τόδε τὸ σπλάγχνον ἐν τοῖς δεξιοῖς συνέχων, τήνδε δὲ καὶ τόδε ἐν τοῖς ἀριστεροῖς, καὶ τὴν μὲν κεφαλὴν ὑπὲρ τὸν τράχηλον ἄνω, τοὺς δὲ πόδας μετὰ τὴν ἥβην κάτω, ὁ δὲ κοινός, καὶ ἄλλος ἄλλου κοινότερος· καὶ γὰρ τῶν χερσαίων πάντων τόπος ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τόδε τὸ μέρος τῆς γῆς καὶ τοῦ ἀέρος, καὶ ἔτι μᾶλλον ὁ προσεχῶς περιέχων, ὃν καὶ Ἀριστοτέλης ἀποδέδωκεν καὶ Ἀρχύτας· τὸν μέντοι ἴδιον ἑκάστου καὶ συμφυᾶ οὐκ ἔστιν εὑρεῖν σαφῶς παραδεδομένον. καίτοι χρόνον ἀνάγκη ὥσπερ κοινόν, οὕτως καὶ ἴδιον ἀποδιδόναι, εἴπερ καὶ κίνησιν. καὶ ὁ κοινότερος δὲ τόπος ὁ κατὰ τὸ πέρας τοῦ περιέχοντος οὐχ ὡς πέρας ἁπλῶς ἔχει τὸ τόπος εἶναι, ἀλλὰ κατὰ τὸ δραστικὸν καὶ ὑποδεκτικὸν καὶ ὁριστικόν, ὡς καὶ Ἰάμβλιχος εἶπεν· τὰ γὰρ περιέχοντα ἀεὶ δραστικὴν ἔχει καὶ περιεκτικὴν καὶ ὁριστικὴν τῶν ἐν αὐτοῖς δύναμιν. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ παρόν.

诚然这一点也是显而易见的:正如在可见之物中,异者被包容于异者之中(例如,固体物质被更精细的元素所包容,如土和水被气和火所包容,而这些又被天球所包容),同样在其他本质中,第二者被第一者所包容并居于其中,宇宙处于灵魂之中,灵魂处于理智之中,在其他事物上亦同样如此;因为最原初的本原总是包揽了最根基处所的阶位。阿尔库塔斯亦将此特有属性赋予处所,他说:“处所的特有属性在于,其他事物均在其中,而处所自身不在任何东西之中。因为若处于某个处所中,该处所自身又将处于另一处所中,而这将无限进行下去。因此必然地,其他事物处于处所之中,而处所不在任何东西之中,而是对存在者而言正如极限对被限定者一样;因为全宇宙的处所是一切存在者的极限。”“显然,”扬布里柯说,“在这里他把处所的特有属性称为无论以何种方式被限定者的极限,除非他将范畴所关涉的物体称为‘存在者’。”但扬布里柯说这话,并非要让我们如字面措辞所暗示的那样将这些仅止于宇宙,而是要把极限总是普遍地归回到更根基的原因上;因为这样一来,对我们而言,整个宇宙的极限将是灵魂或理智以及理智的单一且合一的活动,而在高于此者之处,我们还将瞻望到如同神一般的处所本质,它是单一相式的,将一切维系于自身之中,并依单一尺度终结全体。从包容出发亦可推论出同一结论;因为延展至最高处的包容原因,将我们引至那个神圣的处所,它自身即是自身的原因,自身包含自身并在自身中实立,并且不再具有不离的实立,而是拥有与存在者相分离的实立。然而,权且把这些当作扬布里柯关于处所的智性观照的学说吧。 而我们则以更为适度的方式探求正当意义上而非隐喻意义上所言的处所的功用与本性,我们认为:一切非受生的、不可分的事物,其本质以及存在的延续性均保持合一,整体同时处于自身之中,为此既不需要处所也不需要时间,而在那里永恒已然足够,使一切常驻于一之中;相反,那些受生的、本质自身及存在的延续性均可分的事物,则需要时间,时间不容许存在的延续性散逸或混淆,而是在可能范围内依先后秩序将其聚集并维系其连续。因此,特洛伊战争的时代与当下的时代并没有混为一体,然而其部分之间也绝非彼此彻底隔绝,而是在秩序之中保持着相互的连续性。同样地,处所对于物体的那些未能保持在不可分状态、而是延展为体积并自自身的不可分性中跌落的部分,既予以接纳,又予以整饬、安置和限定,以使双手既不与双足相混杂,亦不彼此彻底割裂,因为各自占据着固有的处所。并且时间是双重的,处所亦是双重的:其一是与各物同生且固有的,它将此手与此脏腑维系于右侧,将彼手与彼脏腑维系于左侧,将头部维系于颈项之上,将双足维系于阴阜之下;另一则是共同的,且一种比另一种更为普遍共同;因为对于一切陆生动物而言,处所乃是大地与空气,是大地与空气的这一部分,更是在近旁包容它们的〔处所〕,亚里士多德与阿尔库塔斯均给出了这一处所;然而各物的固有且同生的处所,却未见有明确传授。然而,正如必须赋予共同时间一样,既然也赋予运动,便必然也必须赋予固有时间。并且依包容者的极限而言更为共同的处所,亦非单纯作为极限而具有作为处所的存在,而是依其具动效性、接纳性与界定性,正如扬布里柯所言;因为包容者对于处于其中的事物,总是具有动效的、包纳的与界定的能力。然而目前关于这些就说到这里吧。

语法注3 条
  1. 9.0εἰ μὴ ἄρα ὄντα τὰ σώματα λέγει

    短语 εἰ μὴ ἄρα 引导一个带有保留或反诘语气的条件分句(“除非其实……”)。扬布里柯以此补充说明其对阿尔库塔斯的解释,指出一种可能性:阿尔库塔斯所谓的“存在者”(ὄντα)或许仅仅是指作为《范畴篇》讨论对象的物体,而非真正的可知实体。

  2. 9.0ἀλλ’ ὁ Ἰάμβλιχος ταῦτά φησιν, μή, ὥσπερ ἐμφαίνει ὁ λόγος, ἐπὶ τοῦ κόσμου μόνου ταῦτα στήσωμεν, ἀλλὰ κοινῶς τὸ πέρας ἀεὶ ἐπὶ τὴν πρεσβυτέραν αἰτίαν ἐπαναγάγωμεν

    在主动词 φησιν 之后,由 μή... στήσωμεν... ἀλλὰ... ἐπαναγάγωμεν 构成的结构是引导虚拟式表示目的的分句(相当于 ἵνα μή,“为了使我们不……而是……”)。否定词 μή 统摄并列的两个虚拟式动词(στήσωμεν 与 ἐπαναγάγωμεν),表达扬布里柯提出此说的意图。

  3. 9.0ἀπ’ Γ ἀλλήλων

    底本中印刷在 ἀπ’ 与 ἀλλήλων 之间的大写字母“Γ”并非希腊语文句的一部分,而是校勘本中印刷折标(signature)或分节标记误植入正文所致。在语法上,前置词 ἀπό 直接统辖相互代词 ἀλλήλων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:363.14-364.36