- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:361.28-363.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐发了扬布里柯关于处所的智性观照,超越将处所视作单纯界限的大众观点,将处所规定为一种赋予物体以存在并托举物体的非物体性能动力量,从而将处所这一属扩展至灵魂与理智等非物体领域。
καὶ εἰ μὲν τὸν οὐσιώδη τις ἢ τὸν τῆς ζωῆς ἢ τὸν εἰδητικὸν ἢ τὸν κατὰ δύναμιν συνεκτικὸν τόπον λαμβάνοι, ἐν τῷ τοιούτῳ τόπῳ τὰ ὄντα πάντα ἔχει τὸ εἶναι· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ψιλὸν καὶ τὴν ἀσώματον ἐπιφάνειαν νοεῖ τις τὸν τόπον, οὐκ ἄνευ τόπου ἐστὶ τὰ ὄντα οὐχ ὅτι1 συμβέβηκεν ἄλλως αὐτοῖς τὸ πέρας οὐδ’ ὅτι ὕστερόν ἐστι τοῦ τριχῇ διαστατοῦ τὰ ἐφ’ ἓν ἢ ἐπὶ δύο διαστατά, ἀλλ’ ὅτι ἡ περιέχουσα αὐτὰ ἐπιφάνεια ἀρχηγός ἐστι τῶν σωμάτων καὶ ἀφ’ ἑαυτῆς ὑποστήσασα αὐτὰ ἐν ἑαυτῇ περιέχει αὐτὰ καὶ ἀφορίζει, ὅθεν δὴ καὶ ἐν τόπῳ ἔχει τὸ εἶναι τὰ σώματα ὡς περιεχόμενα ὑπ’ αὐτοῦ καὶ ἐν τῇ ἀδιαστάτῳ φύσει τὴν διάστασιν ἑαυτῶν συνέχοντα. πανταχοῦ γὰρ ἡ ἀσώματος οὐσία τῆς σωματοειδοῦς προτέτακται· καὶ ὁ τόπος οὖν ἀσώματος ὢν τῶν ἐν αὐτῷ ὄντων προέχει· καὶ ὡς αὐταρκέστερος τῶν ἐνδεῶν καὶ δεομένων ἐν τόπῳ εἶναι προέχει. οὐδὲ γὰρ ὡς δοκεῖ τισιν σωμάτων ἐστὶ μόνον τελευτὴ ὁ τόπος, ἀλλὰ καὶ τῆς περὶ αὐτὰ μορφῆς καὶ τῆς ἐν αὐτοῖς ζωῆς σχημάτων τε τῶν περὶ αὐτὰ καὶ εἴ τις ἔνεστιν ἐν αὐτοῖς δύναμις καὶ οὐσία, πάντων τούτων κοινόν ἔστι πέρας ὁ τόπος, ὥστε οὐ χρὴ ψιλὸν πέρας ἐπινοεῖν τὸν τόπον ὡς ἐπινοοῦμεν τὰς μαθηματικὰς ἐπιφανείας τῶν μαθηματικῶν σωμάτων πέρατα, ἀλλ’ ὡς φυσικῶν σωμάτων φυσικοὺς ὅρους καὶ ὡς ἐμψύχων ζῴων ζωτικοὺς ὅρους καὶ ὡς νοερῶν ὄντων νοερὰ πέρατα καὶ ὡς ἐν δυνάμει ὄντων δυνατώτατα καὶ ὡς εἰδητικῶν εἰδητικά, καὶ τὰ ἄλλα ὡσαύτως οἰκείως ἐφ’ ἕκαστον ἀφοριστέον, ἵνα ὄντως ᾖ συγγενῆ τὰ πέρατα ἐκείνοις, ὅσα ἐν ἑαυτοῖς συμπεραίνει. μετὰ δὲ ταῦτα κατὰ τὸ περιέχειν καὶ κατὰ τὸ ὅλον γένος τῆς περιοχῆς τὸν τόπον θεωρητέον, κατὰ δὲ τὸ περιέχεσθαι τὰ ἐν τόπῳ ἀφοριστέον. μὴ τοίνυν διάστημά τις τὴν περιοχὴν ψιλῶς οὕτως νοείτω· οὐδὲ γάρ ἐστιν τὸ τοῦ παντὸς διάστημα ἀργόν, ἀλλὰ πεπλήρωται, κατὰ μὲν τὰ εἴδη τῶν ὅλων εἰδῶν, κατὰ δὲ τὰς ζωὰς τῶν ὅλων ζωῶν, κατὰ δὲ τὰς δυνάμεις τῶν ὅλων δυνάμεων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δεῖ δὲ οὐ μόνον ὡς περιέχοντα τὸν τόπον καὶ ὡς ἐνιδρύοντα ἐν ἑαυτῷ τὰ ἐν τόπῳ ὄντα ἀλλὰ καὶ ὡς ἀνέχοντα αὐτὰ κατὰ δύναμιν μίαν, οὕτως νοεῖν· οὕτως γὰρ οὐκ ἔξωθεν μόνον περιέξει τὰ σώματα ὁ τόπος, ἀλλὰ καὶ ὅλα δι’ ὅλων αὐτῶν πληρώσει τῆς ἀνεγειρούσης αὐτὰ δυνάμεως. τὰ δὲ ὑπ’ αὐτῆς ἀνεχόμενα σώματα πίπτοντα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἀνεγειρόμενα δὲ κατὰ τὴν ἐπικράτειαν τοῦ τόπου, οὕτως ἐν αὐτῷ ἐνέσται. διὸ ἡ μὲν τῶν πολλῶν δόξα ἡ τὸ πέρας τοῦ περιέχοντος ἀφοριζομένη τόπον, καθ’ ὅσον ἐστὶ διαστατόν, τὸ περιεχόμενον ἔσχατον τοῦ τόπου λέγει2 καὶ τὸ κατ’ ἐπακολούθησιν ἐπισυμβαῖνον τῷ τέλει· ἡ δὲ τὸ πέρας κατὰ ταύτην τὴν αἰτίαν καὶ τὴν ἀρχὴν περιλαμβάνουσα τῷ λογισμῷ δόξα οὐ τῶν συμβεβηκότων τι περὶ τὸν τόπον λέγει οὐδὲ τῶν ἐπὶ τέλει περὶ αὐτὸν ὑπαρχόντων, ἀλλὰ τὴν οὐσίαν ὅλην αὐτοῦ καὶ τὴν πρεσβυτάτην αἰτίαν παραδίδωσιν. ἀπὸ δὲ τούτων ῥᾴδιον μαθεῖν, πῶς ἡ νοητὴ ψυχὴ τόπος τῶν ἐν ἑαυτῇ λόγων λέγεται· δῆλον γὰρ ὡς εἰς ἕνα λόγον καὶ ἓν κεφάλαιον τοὺς πολλοὺς ἐν ἑαυτῇ συνειληφυῖα, οὐχ ὡς ἑτέρους ἐν ἑτέρῳ, ἀλλ’ ὡς τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ· ἔνθα δὲ καὶ ὁ τόπος ζωτικός ἐστι καὶ λογικός. ὡσαύτως δὲ καὶ ὁ τῶν εἰδῶν τόπος ἓν εἶδός ἐστι πάντων εἰδῶν περιληπτικόν. καὶ ἐπὶ τῆς ζωῆς δὲ καὶ δυνάμεως ὁ αὐτὸς λόγος ἔστω, ὅσπερ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοήσεως. καὶ γὰρ καὶ ἐπὶ τούτων ἡ φαινομένη σχέσις τῶν περιεχομένων πρὸς τὰ περιέχοντα ὡς τῶν ἐν τόπῳ πρὸς τὸν τόπον ἐστίν· εἰ γὰρ καὶ ὅτι μάλιστα συμπέφυκεν ἐπὶ τῶν ἀσωμάτων τὰ περιεχόμενα τοῖς περιέχουσιν, ἀλλ’ ὅμως τὴν τάξιν οὐ συγχεῖ τὴν ὡς ἑτέρων ἐν ἑτέροις. “δεῖ οὖν, φησὶν ὁ Ἰάμβλιχος, ἐπιδιατεῖναι ἐφ’ ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις τὴν ὅλην τοῦ τόπου φύσιν,3 οὐχ ὁμωνύμως ἀλλὰ κατ’ αὐτὸν τὸν τοῦ γένους λόγον. μία γάρ ἐστιν ἡ τῶν περιεχομένων πρὸς τὰ περιέχοντα σχέσις, ἡ αὐτὴ μὲν πανταχοῦ, κατὰ δὲ τὰς διαφόρους ὑποστάσεις τῶν μετεχόντων ἐξαλλαττομένη· ἄλλη μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἄλλη δὲ ἐπὶ τῶν ἀσωμάτων”.
并且,如果有人把处所理解为实体性的处所、生命的处所、相式的处所,或依能力起维系作用的处所,那么一切存在者在这样的处所中拥有其存在;但如果有人把处所设想为包容者的单纯极限和非物体的表面,存在者也非无处所而存在,这并不是因为极限以别的方式偶然属于它们,也不是因为在一维或二维上延展者后于在三维上延展者,而是因为包容它们的表面是物体的始源,它自自身使物体获得实立,在自身中包容并限定它们;因此,物体正是在处所中拥有其存在,因为它们被处所包容,并在处所无延展的本性中维系自身的延展。因为在一切方面,非物体的本质均位列于物体状本质之前;因此处所既然是非物体的,便优越于在其之中的事物;并且作为更为自足者,它优越于那些匮乏且需要处于处所之中的事物。因为处所并不如某些人所认为的那样仅仅是物体的终局,而且亦是环绕物体的相式、物体之中的生命、环绕物体的图形,以及凡存在于其中的潜能与本质的终局,处所是所有这些事物的共同极限;因此,绝不应当把处所设想为单纯的极限,如同我们把数学表面设想为数学物体的极限那样,而应当设想为自然物体的自然界限、具魂动物的生命界限、智性存在者的智性极限、具潜能者的最富能力的极限、相式之物的相式极限,其余事物亦应当按此以合式的方式就每一者加以限定,以便这些极限真地与其在自身之中所终结的事物同属一族。 在此之后,应当按照包容以及包容的整个属来考察处所,而按照被包容来限定在处所中的事物。因此,任何人都不应将包容仅仅这样理解为单纯的间距;因为全宇宙的间距并非虚空荒置,而是在相式上被全相式所充满,在生命上被全生命所充满,在能力上被全能力所充满,在其他事物上亦同样如此。并且不应仅把处所设想为包容者和把在处所中者安置于自身之中的东西,还应当设想为依单一能力托举它们的东西;因为这样一来,处所不仅将从外部包容物体,而且将以振拔物体的能力自始至终充盈物体的全部。而受这一能力托举的物体,虽依其固有本性下坠,却依处所的统摄力量被振拔,正是这样存在于处所之中。因此,大众那种将包容者的极限限定为处所的见解,就其为具延展性而言,只是谈到了处所最外层的被包容之物以及作为后果附随于终点之物;而那依此原因与本原以理性推论把握极限的见解,并非谈论关于处所的某种偶性,亦非谈论在终点上属于处所之物,而是传授了处所的全部本质及其最根源的原因。由此亦易于明了,可知之灵魂何以被称为其自身之中的诸理则的处所;因为显而易见,它已在自身之中将诸多理则收摄为一个理则和一个总纲,不是作为异者处于异者之中,而是作为同者处于同者之中;而在那里,处所亦是具有生命性且具理性的。同样地,诸相式的处所也是包摄一切相式的一个相式。在生命和能力上,亦当适用关于理智和智思的同一理则。因为在这些事物上,被包容者对包容者所显现的关系,亦如在处所中者对处所的关系;因为即使在非物体之物中被包容者极大地与包容者合为一体,但依然没有混淆异者处于异者之中的秩序。“因此,”扬布里柯说,“必须将处所的整个本性扩展至以任何方式作为异者处于异者之中的一切存在者,不是同名异义地,而是依该属自身的定义。因为被包容者对包容者的关系是单一的,在各处均相同,却依分有者的不同实立而有所变易;因为在物体中是一种,在非物体中则是另一种。”
- 9.0οὐχ ὅτι συμβέβηκεν ἄλλως αὐτοῖς τὸ πέρας οὐδ’ ὅτι ὕστερόν ἐστι τοῦ τριχῇ διαστατοῦ τὰ ἐφ’ ἓν ἢ ἐπὶ δύο διαστατά, ἀλλ’ ὅτι...
并列否定从句(οὐχ ὅτι... οὐδ' ὅτι...,“并非因为……亦非因为……”)与由 ἀλλ' ὅτι...(“而是因为……”)引导的肯定主因构成对比。短语 τὰ ἐφ' ἓν ἢ ἐπὶ δύο διαστατά(在一维或二维上延展者,即线与面)指几何学抽象中表面后于三维立体(τοῦ τριχῇ διαστατοῦ)的常理,作者在此否定其为根本原因,而将原因归于包容表面的始源性能动力量(ἀρχηγός ἐστι τῶν σωμάτων)。
- 9.0ἡ μὲν τῶν πολλῶν δόξα ἡ τὸ πέρας τοῦ περιέχοντος ἀφοριζομένη τόπον, καθ’ ὅσον ἐστὶ διαστατόν, τὸ περιεχόμενον ἔσχατον τοῦ τόπου λέγει
主语是带有定语从句性分词短语的名词短语 ἡ μὲν τῶν πολλῶν δόξα ἡ ... ἀφοριζομένη,主要动词是 λέγει。动词 λέγει 的宾语是 τὸ περιεχόμενον ἔσχατον τοῦ τόπου(“处所最外层的被包容之物”)以及 καὶ τὸ κατ' ἐπακολούθησιν ἐπισυμβαῖνον τῷ τέλει。其后形成对比的分句(ἡ δὲ ... περιλαμβάνουσα ... δόξα)亦保持相同的“主语+分词+动词”骨架。
- 9.0ἐπιδιατεῖναι ἐφ’ ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις τὴν ὅλην τοῦ τόπου φύσιν
受非人称动词 δεῖ(“必须”)支配的不定词 ἐπιδιατεῖναι 的直接宾语是 τὴν ὅλην τοῦ τόπου φύσιν(“处所的整个本性”),该不定词搭配前置词短语 ἐφ' ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις(“扩展至以任何方式作为异者处于异者之中的一切存在者”)。这是引自扬布里柯的文句,旨在从句法上将处所这一属的涵盖范围从物体扩展至非物体的智性与生命存在者。
