← 辛普里丘

亚里士多德《范畴篇》注释

§365.2-365.31

拥有的位序与阿尔库塔斯的定义

辛普里丘探讨了亚里士多德与阿尔库塔斯关于“拥有”这一范畴的排列位序的分歧及其理由,随后引述阿尔库塔斯的话阐明了其本性与特有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.0#1

Ἐπὶ δὲ τὴν λοιπὴν κατηγορίαν τὴν τοῦ ἔχειν ἰόντες πρῶτον πάλιν περὶ τῆς τάξεως ζητῶμεν. καὶ γὰρ Ἀρχύτας μὲν μετὰ τὴν οὐσίαν καὶ τὰ συνυπάρχοντα τῇ οὐσίᾳ, τήν τε ποιότητα καὶ ποσότητα, καὶ μετὰ τὰ πρός τι ἐφεξῆς τὴν τοῦ ἔχειν κατηγορίαν τίθησι λέγων· “μετὰ δὲ ταῦτα ἡ τῶν ἐπικτάτων σχέσις· φανερὸν δὲ ὅτι καὶ ἁ κράτησις ὁποίων ἂν ᾖ τινων ἐπικτάτων ἀπὸ ταὐτομάτου ὑπὸ ταύταν ἐντί”· μετὰ γὰρ τὴν πρὸς ἄλληλα ἐξισάζουσαν σχέσιν οἰκείως ἐνόμισεν εὐθὺς τὴν τῶν ἐπικτήτων σχέσιν διηριθμῆσθαι, οὕτως ἔχουσαν συγγενῶς πρὸς ἐκείνην. ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ’ ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν.1 καὶ τὸ πολλαχῶς δὲ λέγεσθαι τὸ ἔχειν ἐναργέστερον τοῦ ποῦ καὶ ποτέ (καὶ γὰρ ἐκεῖνα πολλαχῶς ἐλέγετο ἐπί τε τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ καὶ τοῦ χρόνου καὶ τοῦ ἐν χρόνῳ), καὶ τοῦτο οὖν ἀφορμὴν παρέχει τῆς ἐπὶ τῷ τέλει θέσεως αὐτῆς. δῆλον δὲ ὅτι κἂν πολλαχῶς λέγηται τὸ ἔχειν, οὐ τὸ ὁμώνυμόν ἐστιν τὸ γένος, ἀλλὰ τὸ ἐκ τῆς ὁμωνυμίας διακρινόμενον. ἐν μέντοι ταῖς τῶν ἰδίων ἀποδόσεσιν καὶ ὁ Ἀρχύτας οὐ μετὰ τὰ πρός τι ἀλλὰ μετὰ τὸ ποιεῖν καὶ πάσχειν ἔταξεν τὸ ἔχειν ἑβδόμην αὐτῷ τάξιν ἀποδούς. καὶ ἴσως ἐνδείκνυται διὰ τούτου, ὅτι κἂν ἔχῃ τινὰ τάξιν τὰ γένη, ἣν ἐν τῷ περὶ τῆς τάξεως λόγῳ παραδέδωκεν, ἀλλὰ τά γε ἔσχατα καὶ ἀδιαφορεῖ πως κατὰ τὴν τάξιν διὰ τὴν ἀρχηγὸν καὶ γενικὴν ἁπάντων ὕπαρξιν. ἀλλὰ περὶ τῆς τάξεως ἀρκεῖ τοσαῦτα. Τὴν δὲ φύσιν αὐτοῦ καλῶς ὁ Ἀρχύτας παρέστησεν εἰπών· “τῶ δὲ ἔχεν ἴδιόν ἐστιν τὸ ἐπίκτατον καὶ τὸ κεχωρισμένον τᾶς οὐσίας σωματῶδες ὑπάρχον. τό τε λώπιον καὶ τὰ ὑποδήματα ἕτερα τῶ ἔχοντός ἐστιν οὔτε συμπεφύκαντι αὐτῷ οὔτε μὰν συμβεβήκαντι ὥσπερ χαρωπότας καὶ μανότας (τούτων γὰρ ἕκαστον ἀσώματον), ἀλλ’ ὥσπερ τὸ σῶμα καὶ τὸ ἐπίκτατον”. ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ’ αὐτὸ μηδὲ ὀνομάζεσθαι ἀφ’ ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιον.2

在进入余下的“拥有”这一范畴之际,让我们首先再次探究其位序。因为阿尔库塔斯在实体以及与实体共存之物(即质与量)之后,以及在关系之后,紧接着安放了“拥有”这一范畴,他说:“而在这些之后,则是获致之物的关联;显然,无论获致之物为何,对其占有与保有亦自行落入此范畴之下。”因为他认为,在彼此等同的关联之后,紧接着列举获致之物的关联是适宜的,因其与前者具有亲缘性。然而亚里士多德认为,凡出于自身者均比从外添加与获致者更为始源,由于其他一切属或处于实体中,或处于某种关联中,均自自身对存在贡献某种份额,而“拥有”则完全是从外在且作为获致之物发生在我们周围,因此他将其置于最末。并且,“拥有”有多重含义这一事实,比“何处”与“何时”更为昭然(因为那些范畴亦就处所与处于处所中者、时间与处于时间中者而被多重言说),故而这也为将其置于末尾提供了契机。然而显然的是,即使“拥有”有多重言说方式,属并非同名异义的东西,而是从同名异义性中区分出来的东西。不过,在特有属性的界定中,阿尔库塔斯本人亦未将“拥有”置于关系之后,而是置于致动与受动之后,赋予其第七的位序。或许他藉此表明,即便诸属具有某种位序(即他在论位序的文辞中所传授者),但最末端的诸属由于一切事物原初且类属的存立,在位序上在某种程度上是无差别的。关于位序,说到这里就足够了。 阿尔库塔斯通过如下的话很好地展现了它的本性:“‘拥有’的特有属性在于,它是获致的、与实体相分离的、具物体性而实立的东西。披风与鞋履与拥有者各异,既非与他天然合生,亦非如蓝眼睛或疏松那样作为偶性存在(因为这些各具非物体性),而是正如物体与获致之物那样。”因此,[拥有的]特有属性便是对某种获致之物的分有,该物与实体分离,就其自身而言既不使实体处于某种状态,亦不使其依自身得名,并且围绕在实体周围。

语法注2 条
  1. 10.0ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ’ ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν.

    此长句的句法骨架为主语 ὁ Ἀριστοτέλης 带有分词短语 οἰόμενος...,中插表示原因的从句 ἐπειδὴ...(其内部包含 τὰ μὲν ἄλλα πάντα γένη... 与 τὸ δὲ ἔχειν... 的对照),最终落实到主谓语短语 διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν。比较级 ἀρχηγικώτερον 支配比较属格 τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου。

  2. 10.0ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ’ αὐτὸ μηδὲ ὀνομάζεσθαι ἀφ’ ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιον.

    句末的名词述语或主语 τὸ ἴδιον(“[拥有的]特有属性”)承接前面的 ἐπικτήτου οὖν τινος μετουσία...,系动词 ἐστίν 被省略,构成“特有属性乃是对某种获致之物的分有”的名词句。跟随在 μετουσία 之后的一连串分词(τοῦ κεχωρισμένου... καὶ μὴ διατιθέντος... μηδὲ ... ποιοῦντος καὶ περικειμένου)均为中性单数属格,与 ἐπικτήτου τινός 同格并对其进行修饰限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:365.2-365.31