← 辛普里丘

亚里士多德《范畴篇》注释

§360.7-361.28

何处的非相换性与作为能动本质的处所

辛普里丘通过区分“何处”的非相换性关系与严格的关系范畴,并坚持此类表达的非复合性,从而回应了普罗提诺的疑难;随后他引述扬布里柯与阿契塔,论证处所作为能动本质限定了物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0#3

’ πρὸς ὃ ῥητέον ὅτι ἄλλη μέν ἐστιν σχέσις ἐξισάζουσα καὶ ἀντιστρέφουσα καὶ τῶν αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγομένων1 ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερα, ἥτις ἐπὶ τῶν πρός τι ἰδίως θεωρεῖται, ἄλλη δέ ἐστιν ἡ μὴ ἀντιστρέφουσα ἀλλ’ ἐπὶ τὰ ἕτερα μόνα ἀποκλίνουσα καὶ ἰδίως πρὸς χρόνον ἢ τόπον ποιουμένη τὴν σχέσιν, ἥτις οὐκ ἦν τῶν ἰδίως λεγομένων πρός τι, διόπερ οὐδὲ ἀντέστρεφεν ὥσπερ τὰ πρός τι. ἐν γὰρ τῷ ποῦ καὶ ποτὲ οὐχ ἡ τοῦ τόπου καὶ τοῦ χρόνου σχέσις πρὸς τὸ ἐν τόπῳ καὶ ἐν χρόνῳ λαμβάνεται, ἀλλὰ τοῦ ἐν τόπῳ πρὸς τὸν τόπον. οὐδὲν δὲ θαυμαστόν, εἰ προσλαμβάνει ποτὲ αὕτη καὶ τὴν τοῦ πρός τι σχέσιν, ὡς ἐπὶ τοῦ ἐπὶ τάδε καὶ ἐπέκεινα καὶ τοῦ ἐπάνω καὶ ὑποκάτω. οὕτως δὲ καὶ ἐπὶ τῶν κατὰ χρόνον· ὁ μὲν πρέσβυς καὶ ὁ νέος καὶ ὁ πρόσφατος καὶ ὁ παλαιὸς ἐκτός ἐστιν τῆς τῶν πρός τι κατηγορίας καίτοι σχέσιν ἔχοντα πρὸς χρόνον ἢ τῶν περὶ χρόνον ἰδίως ὄντα, ὁ δὲ πρεσβύτερος καὶ νεώτερος καὶ ὁ προσφατώτερος καὶ παλαιότερος καὶ τὰ τοιαῦτα τὴν τῶν πρός τι σχέσιν ἰδίως ἐμφαίνουσιν. καὶ αἱ τῶν συνδέσμων δὲ προσθῆκαι οὐ ποιοῦσι σύνθεσιν ἐν ταῖς κατηγορίαις, ὅτι μηδὲ ἀνάγονται καὶ καθ’ ἑαυτοὺς εἰς κατηγορίαν ἢ σύνδεσμοι μηδὲ σημαίνουσίν τι καθ’ ἑαυτούς, ἀλλ’ εἴπερ ἄρα συσσημαίνουσιν. καὶ τὰ δεικτικὰ δέ, τὸ ὧδε καὶ ἐκεῖ καὶ τὰ τοιαῦτα, κατὰ μὲν τὴν πρὸς τόπον δεῖξιν χαρακτηριζόμενα τόπον ἂν δείκνυσιν,2 κατὰ δὲ τὴν ἐν τόπῳ τῆς τοῦ ποῦ ἂν εἴη σχέσεως δεκτικά. οὐδὲ δεῖ ταῖς ἐξηγήσεσι τῶν λέξεων ἐμπλέκεσθαι, ἐπεὶ οὕτως πολλὰ τῶν ἁπλουστάτων οἰησόμεθα σύνθετα. τινὰ γὰρ καὶ συνεμφαίνει τι ἑαυτοῖς, οὐ μέντοι εἰς ἰδίαν κατηγορίαν ἀναφερόμενον, ὥσπερ τὸ οὗτος καὶ αὕτη· σημαίνει γὰρ ὅδε ἄρρην, ἥδε θήλεια, οὐ μέντοι σύνθεσιν ἔχει γενῶν· οὐ γὰρ εἰς ἄλλο μὲν γένος τὸ ὅδε 〈ἢ ἥδε〉, εἰς ἄλλο δὲ τὸ ἄρρεν ἀναφέρεται ἢ τὸ θῆλυ. οὕτως δὲ ἐν τῷ περιπατεῖ καὶ ὁ χρόνος ὁ νῦν περιείληπται καὶ τὸ τοῦ ἐνεργοῦντος πρόσωπον, καὶ ὅμως εἰς τὴν τοῦ ποιεῖν μόνην ἀνάγεται κατηγορίαν. ὥστε οὖν καὶ τὸ Ἀθήνησιν κἂν δηλοῖ τὸ ‘ἐν Ἀθήναις ἐστίν’, οὐ πρὸς τῷ τόπῳ τὸ ἐστίν προσκατηγορεῖται ὡς σύνθεσιν ποιοῦν, ἀλλ’ ὡς βεβαιούμενον τὴν ἐν τόπῳ ὕπαρξιν πρόσκειται καὶ ὡς ἀπαρτίζον τὸ ἐν Ἀθήναις. καὶ γὰρ ὅταν λέγωμεν ‘Σωκράτης καλῶς διαλέγεται’, οὐκ εἰσὶν τρεῖς κατηγορίαι ὡς τρεῖς αἱ λέξεις· ἀλλὰ τὸ καλῶς τοῦ τρόπου τῆς διαλέξεως ἐφαπτόμενον ἐκείνης ἐστὶ χαρακτηριστικόν, ἀλλ’ οὐ σύνθετόν τι μετ’ ἐκείνης ποιεῖ. Τούτοις δὲ πᾶσι τὴν νοερὰν θεωρίαν προστιθεὶς ὁ Ἰάμβλιχος ζητεῖ πρῶτον, πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὄντα ἀφορίζει τὸν τόπον περὶ ἑαυτὰ ἢ σὺν αὑτοῖς, ἢ ὁ τόπος ἀφορίζει τὰ πράγματα ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων. καί φησιν ὅτι, εἰ μὲν ὡς οἱ Στωικοὶ λέγουσιν, παρυφίσταται τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ’ αὐτῶν προσλαμβάνει τὸν μέχρι τοσοῦδε, καθ’ ὅσον συμπληροῦται ὑπὸ τῶν σωμάτων· εἰ μέντοι οὐσίαν ἔχει καθ’ αὑτὸν ὁ τόπος καὶ οὐδὲ ὅλως εἶναί τι τῶν σωμάτων δύναται, ἐὰν μὴ ᾖ ἐν τόπῳ, ὥσπερ ἔοικεν Ἀρχύτας βούλεσθαι σημαίνειν, αὐτὸς ὁ τόπος ἀφορίζει τὰ σώματα καὶ ἐν ἑαυτῷ συμπεραίνει. εἰ μὲν γὰρ ἦν ἀδρανὴς ὁ τόπος ἐν ἀπείρῳ κενῷ καὶ διαστήματι ἄνευ τινὸς ὑποστάσεως ἔχων τὸ εἶναι, καὶ τὸν ὅρον ἂν ἔξωθεν παρεδέχετο· εἰ δὲ καὶ δραστήριον ἔχει δύναμιν καὶ οὐσίαν ἀσώματον ὡρισμένην καὶ τὴν τῶν σωμάτων διάστασιν οὐκ ἐᾷ μᾶλλον καὶ ἧττον εἰς ἄπειρον προχωρεῖν, ἀλλ’ ἐν ἑαυτῷ ὁρίζει, εἰκότως ἂν καὶ τὸ πέρας ἀφ’ ἑαυτοῦ τοῖς σώμασιν ἐπάγοι. ταῦτα δὲ καὶ Ἀρχύτας ἐδήλωσεν εἰπών· “ἐπεὶ γὰρ πᾶν τὸ κινεόμενον ἐν τόπῳ τινὶ κινεῖται, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρότερον, ἐν ᾧπερ ἐσσεῖται τὸ κινέον ἢ τὸ πάσχον. ἴσως δὲ τᾷ καὶ πρᾶτον τοῦτο ἁπάντων,3 ἐπειδήπερ τὰ ὄντα πάντα ἤτοι ἐν τόπῳ ἐντὶ ἢ οὐκ ἄνευ τόπω”. σαφῶς δὲ πρεσβύτερον ὑποτίθεται τὸν τόπον τῶν ποιούντων καὶ πασχόντων, ἐπειδὴ 〈δὲ〉 συνυφέστηκεν ἀεὶ τῷ τόπῳ τὰ ἐν τόπῳ, διὰ τοῦτο εἶπεν “ἴσως δὲ πρᾶτον”. εἰ δὲ τὰ ὄντα ἢ ἐν τόπῳ ἐστὶν ἢ οὐκ ἄνευ τόπου, δῆλον ὅτι οὐ παρυφίσταται ὁ τόπος τοῖς οὖσι.

对此必须回答说,一种关系是均等化且相换的,属于那些被说成正是其所是即属于他物者,或以任何其他方式关联于他物者,这特有地在关系范畴中被考察;而另一种关系则是不相换的,仅仅偏向于其中一方,特有地产生对时间或处所的关系,这并不属于特有地被称为关系者之列,因此也不像关系者那样相换。因为在“何处”与“何时”中,所把握的不是处所和时间对在处所中者和在时间中者的关系,而是在处所中者对处所的关系。而如果这种关系有时也兼具关系者的关系,如同在“此侧”与“彼侧”、“在上方”与“在下方”中那样,也毫不足为奇。时间性的事物中亦同样如此:老年人、青年人、最近者、古代者均在关系范畴之外,尽管它们具有对时间的关系或特有地属于关涉时间之列;而更年长者、更年轻者、更新近者、更古代者以及诸如此类者,则特有地表现出关系者的关系。此外,连结词的附加在范畴中并不产生复合,因为连结词就其自身而言甚至不能被还原为一个范畴,也不就其自身意指任何事物,而充其量只是共同意指。指示词如“此处”、“彼处”及诸如此类者,若按照指向处所的指示来定性,则指示处所;若按照在处所中而言,则能接纳“何处”的关系。也不应当纠缠于对词语的训释,因为这样一来我们将认为许多极单纯的事物是复合的。实际上,某些词语亦与自身共同表示某种事物,但〔该事物〕并不被归入独立的范畴,正如“这男人”和“这女人”一样;因为它们意指“这个男性”、“这个女性”,然而并不具有属的复合;因为“这男人〈或这女人〉”并非归入一个属,而“男性”或“女性”归入另一个属。同样地,在“散步”中既包含了现在的时间,也包含了行动者的人称,然而它仅仅被还原为“作用”这一范畴。因此,即使“在雅典”表示“他在雅典中”,这一“在(是)”也并非作为造成复合之物而在处所之外额外加以述谓,而是作为确证在处所中的存在、作为使“在雅典中”完备而附加的。因为当我们说“苏格拉底出色地交谈”时,并不因为有三个词就有三个范畴;而是“出色地”关涉到交谈的方式,构成了交谈的特征,并不与交谈造成某种复合。 在所有这些之上加上智性观照,扬布里柯首先探究的是,究竟是在处所中的事物自身限定了环绕于其自身或与其自身相伴的处所,还是处所限定了事物,仿佛处所自身将事物容纳终结。他说,如果按照斯多亚学派所言,处所只是寄生般随物体而并存,那么只要被物体所充满,它也就从物体那里获得“至此为止”的界限;然而,如果正如阿契塔看来所意指的那样,处所就其自身具有本质,并且若不在处所中任何物体都根本不可能存在,那么处所自身便限定了物体并将其终结于自身之中。因为如果处所是惰性的,在无定限的虚空和没有任何实体性存在的间距中具有其存在,它也会从外部接受界限;但如果它亦具有能动的力量和限定的非物体性本质,并且不允许物体的间距或多或少地向无定限延展,而是在自身中加以限定,那么它自自身赋予物体以极限也是合情合理的。阿契塔亦阐明了这些事情,他说:“因为既然凡被运动者均在某处所中被运动,显然,能动者或受动者将在其中存在的处所必须先在地存在。或许依此,这在一切事物中亦是第一位的,因为所有存在者要么在处所中,要么非无处所而存在。”他显然假定处所先于作用者和受动者,〈但〉由于在处所中的事物始终与处所共存,为此他才说“或许是第一位的”。而如果存在者要么在处所中要么非无处所而存在,显然处所并非寄生般随存在者而并存。

语法注3 条
  1. 9.0καὶ τῶν αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγομένων

    καί 起解释性作用,进一步阐明前文的 ἐξισάζουσα καὶ ἀντιστρέφουσα。属格短语 τῶν ... λεγομένων 依附于 σχέσις,化用了亚里士多德《范畴篇》6b27–28 关于关系范畴的定义程式(“凡被说成正是其所是即属于他物者”)。

  2. 9.0τόπον ἂν δείκνυσιν

    ἄν 与现在时直陈式 δείκνυσιν 连用在古典时期属于非常规现象,但在晚期希腊语散文中直陈式带 ἄν 有时代替潜能祈愿式使用。此处它与后文的 ἂν εἴη 形成平行结构,表达潜能或推论结果(“就会指示处所”)。

  3. 9.0ἴσως δὲ τᾷ καὶ πρᾶτον τοῦτο ἁπάντων

    引用阿契塔的多利斯方言残篇。τᾷ 是副词 τῇ 的方言形式(意为“以此方式”、“因此”)。πρᾶτον 对应于雅典方言的 πρῶτον,作表语形容词,省略了系词 ἐστί(“或许依此,这在一切事物中亦是第一位的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:360.7-361.28