← 辛普里丘

亚里士多德《范畴篇》注释

§358.25-360.7

空间处所表达的分类与何处的界定

辛普里丘梳理了介词短语和副词等各类处所表达,解答了科尔努图斯从语言形态角度对范畴划分提出的质疑。他进而审视了“远”、“近”、“同时”、“分离”等表述究竟属于“何处”、“关系”还是“姿态”,并回应普罗提诺的批评,主张“何处”既非处所本身亦非复合体,而是指向处所的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0#2

καὶ μετὰ συνδέσμων λεγόμενα1 τὰ αὐτὰ σημαίνει, οἷον ἐκ Λυκείου καὶ εἰς Λύκειον καὶ ἐν Λυκείῳ· ἰσοδυναμεῖ γὰρ τῷ Ἀθήνηθεν καὶ Ἀθήναζε καὶ Ἀθήνησι. καὶ τὰ δεικτικὰ δὲ συντακτέον τούτοις, οἷον ἐκεῖ ἐνθάδε, πόρρω ἐγγὺς καὶ τὰ τοιαῦτα. τὸ δὲ Ἀθηναῖος καὶ τὸ Ῥόδιος οὐ τὸν τόπον ἀλλὰ τὸ ὅθεν παρίστησιν, καὶ σχέσις πρὸς τὸν τόπον σημαίνεται, οὐ τόπος. Ἐπιδέχεται δὲ καὶ ἐναντίωσιν τὸ ποῦ κατὰ τὰς τοῦ τόπου διαφοράς, οἷον ἄνω κάτω, πρόσω ὀπίσω, εἰς δεξιὰ εἰς ἀριστερά. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον· ἕτερον γὰρ ἑτέρου μᾶλλόν ἔστιν ἄνω καὶ μᾶλλον κάτω καὶ μᾶλλον πρόσω καὶ ἧττον, ὅσα μὴ ἀποκλίνει πρὸς τὸ πλάγιον, καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ ὁμοίως. ἔτι δὲ τὰ μὲν ἀορίστως λέγεται, τὰ δὲ ὡρισμένως· ἢ γὰρ ἁπλῶς ἐν τόπῳ ἢ ἐν τινὶ τόπῳ· καὶ τὰ μὲν ἐν πλάτει, οἷον ἐν Ἀθήναις, τὰ δὲ κατὰ περιγραφὴν ἀφώρισται, οἷον ἐν Λυκείῳ ἢ τῷδε τοῦ Λυκείου τῷ τόπῳ. ἀλλὰ ταῦτα μὲν οὕτως. Κορνοῦτος δὲ ἀπορεῖ, εἰ τὸ ποῦ τοῦ τόπου καὶ τὸ ποτὲ τοῦ χρόνου κατὰ τὸν χαρακτηρισμὸν τῶν λέξεων διενηνοχότα εἰς ἰδίας κατατέτακται κατηγορίας διὰ τὸ τὴν πρόθεσιν περὶ χαρακτήρων εἶναι λεκτικῶν, τί δήποτε οὐχὶ καὶ ταῦτα τῇ κατηγορίᾳ ταύτῃ προσέθηκεν, οἷον τὸ Διωνόθεν καὶ εἰς Δίωνα καὶ τὰ τοιαῦτα πολλὰ ὄντα· ὅμοια γάρ ἐστιν τῷ Ἀθήνηθεν καὶ εἰς Ἀθήνας. πρὸς δὲ ταῦτα ἐξαρκεῖ λέγειν ὅτι οὐ περὶ χαρακτῆρος λέξεώς ἐστιν ἡ τῶν κατηγοριῶν διαίρεσις· καθόλου γὰρ τὰς μὲν [δια]λεκτικὰς διαφορὰς εἰς ὄνομα ἀνῆγον ἢ ῥῆμα ἤ τι τοιοῦτον, οὐ μέντοι εἰς κατηγορίαν τινά, ἐπὶ δὲ τούτων ἔχεσθαι μὲν δεῖ τῶν φωνῶν, οὐ μέντοι κατὰ τὸ πτωτικὸν σχῆμα τῆς λέξεως, ἀλλὰ διαιρούμενον2 τὰς σημασίας κατὰ τὰς τῶν ὄντων διαφοράς, ὅθεν οὔτε ὁ τόπος, ἐπειδὴ τὸν αὐτὸν χαρακτῆρα ἔχει τῷ ἵππος, οὔτε ὁ χρόνος, ἐπειδὴ τὸ αὐτὸ σχῆμα τῆς λέξεως ἔχει τῷ λύκος, τῆς αὐτῆς εἰσι κατηγορίας, ἀλλὰ τὰ μὲν τοῦ ποσοῦ ἐστιν, τὰ δὲ τῆς οὐσίας. Πάλιν δὲ ὁ αὐτὸς ἀνὴρ τὸ πόρρω καὶ ἐγγὺς εἰς τὸ πρός τι ἀνάγειν ἀξιοῖ τοπικὸν ἔχοντα τὸ ὑποκείμενον, Ἀνδρόνικος δὲ εἰς τὸ ποῦ τίθησιν αὐτὰ ἀόριστα κατὰ τόπον ὄντα. καὶ εἴπερ ἡ τοῦ τόπου διαφορὰ ἐπικρατοῦσα φαίνεται ἐν αὐτοῖς, εἰς τὸ ποῦ μᾶλλον ἀνενεκτέα, ἀλλ’ οὐκ εἰς ἕτερον γένος· οὐ γὰρ τὴν ἀντίστροφον σχέσιν ἔχει πρόχειρον, ὡς τὸ πορρώτερον καὶ ἐγγύτερον, ἀλλὰ τὴν τοῦ τόπου διάστασιν. ἐφιστάνει δὲ καὶ περὶ τοῦ ἅμα καὶ χωρὶς καὶ συνεγγίζον καὶ διεστηκὸς καὶ παρακείμενον 〈καὶ ὑποκείμενον〉, εἰ δεῖ ταῦτα τῆς τοῦ ποῦ κατηγορίας τίθεσθαι ἢ τοῦ κεῖσθαι ἢ μᾶλλον τοῦ πρός τι· ὑπὸ γὰρ τούτου κρατεῖσθαι, καθάπερ τὸ διπλάσιον καίτοι ποσὸν ἐμφαῖνον. μήποτε δὲ οὐ πάντα ταῦτα ἕνα ἔχει λόγον, ἀλλὰ τὰ μὲν ἅμα καὶ τὰ συνεγγίζοντα τὸ πρός τι μᾶλλον ἐμφαίνει· κοινὴν γὰρ σχέσιν καὶ ταῦτα καὶ ἀντιστρέφουσαν συμπαρίστησιν· τὰ δὲ χωρὶς καὶ διεστηκότα τὴν τοῦ ποῦ· πλεονάζει γὰρ ἐν αὐτοῖς ἡ πρὸς τὸν τόπον σχέσις τῶν χωρὶς ὄντων καὶ τῶν διεστηκότων. τὰ μέντοι παρακείμενα καὶ ὑποκείμενα τῆς τοῦ κεῖσθαί ἐστιν κατηγορίας· προηγεῖται γὰρ ἐν αὐτοῖς ἡ θέσις καὶ ἔξωθεν ἡ σχέσις ἐπισυμβαίνει. καὶ τὰ ἄλλα δὲ οὕτως χρὴ διακρίνειν τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι καὶ τὴν ἔννοιαν προβάλλοντι πρόχειρον, τούτῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμοντας.3 Ὁ δὲ Πλωτῖνος προβαλλόμενος τὸ ἐν Ἀκαδημίᾳ ἐν Λυκείῳ, ἄνω κάτω, ζητεῖ, πότερον τόπους διαφέροντας ταῦτα δηλοῖ ἢ ἄλλα ἐν ἄλλῳ· εἰ μὲν γὰρ τόπους, τί δεῖ παρὰ τὸν τόπον ἄλλο ζητεῖν τὸ ποῦ; εἰ δὲ ἄλλο ἐν ἄλλῳ, οὐχ ἓν οὐδὲ ἁπλοῦν τὸ τοιοῦτον’. πρὸς ὃ καὶ νῦν ῥητέον ὅτι οὔτε τόπος ἁπλῶς σημαίνεται ὑπὸ τούτων οὔτε σύνθετόν τι· οὐ γὰρ τὰ πράγματα ἐν τόπῳ καὶ αὐτὸς ὁ τόπος συμπλέκεται, αὐτὴ δὲ μόνη ἡ σχέσις μονοειδῶς συνεμφαίνεται. ἀλλ’ οὐδὲ τὸ ἐν μόριον σύνθεσιν ἐμποιεῖ ἐν τῷ φάναι ‘ἐν Λυκείῳ’, ἀλλὰ τὴν σχέσιν μόνην παρίστησι τὴν πρὸς τὸν τόπον. ‘ἀλλ’ εἰ τοῦτο, φησί, λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε, τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο· διὰ τί οὖν οὐ πρός τί ἐστιν ταῦτα, ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἔχοντα τὸ εἶναι;

而带有连结词表达的事物亦意指相同的事物,例如“从吕克昂”、“往吕克昂”和“在吕克昂中”;因为它们具有与“从雅典”、“往雅典”和“在雅典”相同的效力。指示性的词语也应当归入这些之中,例如“在那里”、“在这里”、“远”、“近”以及诸如此类者。而“雅典人”和“罗得岛人”显示的不是处所而是来源,且所指明的是对处所的关系,而非处所本身。依处所的差异,“何处”亦容纳相反关系,例如“上”与“下”、“前”与“后”、“向右”与“向左”。它亦容纳“较多”与“较少”;因为一物比另一物更加在上或更加在下,更加在前或较少在前(只要其不偏向侧面),向右和向左亦同样如此。再者,有些表达是不定的,有些是确定的;因为要么是单纯地“在处所中”,要么是“在某特定处所中”;有些是在广度上,如“在雅典”,有些则是通过界线限定的,如“在吕克昂中”或“在吕克昂的这个地方”。不过这些事情便如上述。 科尔努图斯提出了疑问:如果依词语的特征标记而不同于处所的“何处”与不同于时间的“何时”,是因意图在于语言特征而被归入各自的范畴,那么究竟为何[亚里士多德]没有把这些词语,如“自狄翁”、“往狄翁”以及许多诸如此类者也附加到这个范畴中呢?因为它们与“从雅典”和“往雅典”是相似的。对此只需回答说,范畴的划分并非关乎词语的特征;因为大体上,他们是将语言上的差异归入名词、动词或诸如此类的事物,绝非归入某个范畴,在这些事情上固然必须抓住语音,但并不是按照词语的屈折形态,而是按照存在者的差异来划分所指;因此,处所并不是因为与“马”具有相同的特征,时间也不是因为与“狼”具有相同的词语形态,就属于相同的范畴,而是一方〔处所与时间〕属于数量,另一方〔马与狼〕属于实体。 又是同一个人主张,“远”与“近”具有处所性的基底,因而应当归入关系范畴;而安德罗尼柯则由于它们依处所而言是不定的,将它们归入“何处”。如果处所的差异在它们之中显得占主导地位,那么它们更应当被归入“何处”,而不是另一个属;因为它们并不像“更远”和“更近”那样手头便具有相换的关系,而是具有处所的间距。他还就“同时”、“分别”、“相逼近”、“相分离”、“并置”〈和“下置”〉提出了疑问,即这些应当被置于“何处”的范畴,还是“姿态”的范畴,或者宁可属于关系范畴;因为他认为它们被后者所主导,正如加倍虽然表现出数量[却属于关系范畴]一样。然而或许并非所有这些都具有同一种说明,而是“同时”和“相逼近”更多地表现出关系;因为它们亦共同显示出共同且相换的关系;而“分别”和“相分离”则显示出“何处”;因为在分别存在者和相分离者中,对处所的关系占了优势。然而并置者和下置者则属于“姿态”的范畴;因为在它们之中位置占先,而关系只是从外在附随而来的。对于其他事物亦应当如此区分,根据何者占优势、占主导并将概念直观地呈现出来,便把该属的裁定赋予它。 另一方面,普罗提诺提出了“在学园中”、“在吕克昂中”、“上”、“下”,探究这些究竟是指不同的处所,还是指一物在另一物之中:“因为如果指处所,为何在处所之外还要寻求另一个‘何处’?但如果是一物在另一物中,这样的事物既不是单一的,也不是单纯的。”对此现在亦必须回答说,由这些所意指的既非单纯的处所,亦非复合的事物;因为在处所中的事物与处所本身并未复合在一起,而只有那关系本身以单一的形式被共同指明。此外,“在……中”这一小词在说“在吕克昂中”时并未造成复合,而仅仅显示出对处所的关系。“然而如果我们这样说,”他说,“我们便产生了此物在彼物中的某种关系,即容纳者对所容纳者的关系;那么为什么这些不是关系范畴呢?它们难道不是从各方对各方的关系中获得其存在的吗?”

语法注3 条
  1. 9.0μετὰ συνδέσμων λεγόμενα

    在古代语法与逻辑学中,σύνδεσμος 是一个涵括连词、介词及各类小词的广义词类概念。在此处,从所举的 ἐκ、εἰς 和 ἐν 等例子显而易见,它是指带有介词(前置词)的表达。

  2. 9.0διαιρούμενον

    分词 διαιρούμενον(阳性单数宾格)与非人称动词 δεῖ 所支配的不定词 ἔχεσθαι 的逻辑主语(宾格的不特定人)相一致。它与前面的 οὐ μέντοι κατὰ τὸ πτωτικὸν σχῆμα 形成对照,表示“[必须把握语音],但不是按照屈折形态,而是划分所指”。

  3. 9.0τούτῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμοντας

    分词 ἀπονέμοντας(阳性复数宾格)在格上与非人称句式 χρὴ διακρίνειν 的逻辑主语(泛指的复数主体“我们”或进行区分者)相一致。句中虽无显式的名词先行词,但在语境中明确指向执行该判断的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:358.25-360.7