- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:357.8-358.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了将“何处”排在“何时”之后的理据,并通过与阿尔库塔斯、安德罗尼柯及普罗提诺的对比,捍卫了亚里士多德将处所归于数量而将“何处”立为独立范畴的立场。
Δοκεῖ δὲ μετὰ τὸ ποτὲ τὸ ποῦ τάττεσθαι διὰ τὴν πρὸς ἄλληλα τούτων συγγένειαν· ὡς γὰρ ὁ τόπος καὶ ὁ χρόνος συγγενεῖς εἰσιν μέτρα ὄντες ἄμφω συνεκτικὰ τῆς γενέσεως, ὁ μὲν κατὰ τὸν ὄγκον, ὁ δὲ κατὰ τὴν τοῦ εἶναι διάστασιν, καὶ τοῦ αἰῶνος ἄμφω τήν τε ἅμα καὶ ὁμοῦ συνηρημένην ἀμέρειαν ἐνεικονίσαντο, οὕτω καὶ τὸ ποτὲ καὶ τὸ ποῦ συγγενῶς ἔχει πρὸς ἄλληλα. ἐν ὑστέρῳ δὲ τέτακται τὸ ποῦ, διότι καὶ ὁ τόπος πέρας τῶν γινομένων ἐστὶν καὶ ὡς περιέχων τὰ ἄλλα, οὕτως θεωρεῖται, καὶ διότι προηγεῖται μὲν τὸ ποιεῖν τῶν κινουμένων, τοῖς δὲ κινουμένοις ὁ χρόνος ὡς μέτρον αὐτῶν συνέζευκται, ἀποτελευτᾷ δὲ τὰ κινούμενα εἰς τὴν ἐν τόπῳ θέσιν, “ἐπεὶ ἕως γε, φησὶν Ἰάμβλιχος, κινεῖται, οὐδέπω ἔστιν ἐν τόπῳ, ἀλλὰ κινεῖται μὲν κατὰ τόπον, οὐδέπω δὲ ἤδη ἔστιν ἐν τόπῳ”. ὅλως δὲ τόπου μὲν δεῖται τὸ γεγονὸς ἤδη καὶ περιεχόμενον, ὁ δὲ χρόνος αὐτὴν μετρεῖ τὴν εἰς τὸ εἶναι φέρουσαν ὁδόν· κἂν γὰρ ἐν τόπῳ γίνοιτο τὸ γινόμενον, ἀλλὰ τὸ ἀεὶ γεγονός ἐστιν τὸ ἐν τόπῳ. ὁ μέντοι Ἀρχύτας τῆς κινήσεως προϋπάρχειν τὸν τόπον φησὶν καὶ δηλονότι καὶ τὸν χρόνον, ἐν οἷς φησιν· “ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιεῖν καὶ πάσχειν κινήσιές τινες, φανερὸν ὅτι τόπον ὑπέμεν δεῖ πρᾶτον,1 ἐν ᾧπερ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον”. ὥστε ὁ λέγων τὰ κινούμενα μὴ εἶναι ἐν τόπῳ οὐ δόξει τῷ Ἀρχύτᾳ συμφωνεῖν, εἰ μὴ ἄρα κινεῖται μὲν ἐν τόπῳ, οὐκ ἔστιν δὲ ἐν τόπῳ, εἰ μὴ καθ’ ὅσον κεκίνηται ἕκαστον.2 εἴρηται δὲ ἤδη, ὅτι Ἀρχύτας μὲν καὶ Ἀνδρόνικος συνέταξαν τῷ μὲν χρόνῳ τὸ ποτέ, τῷ δὲ τόπῳ τὸ ποῦ, καὶ οὕτως ἔθεντο τὰς δύο κατηγορίας, Ἀριστοτέλης δὲ τὸν μὲν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ τέθεικεν διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας, τοῦ δὲ ποτὲ καὶ τοῦ ποῦ ἄλλας ὑπεστήσατο κατηγορίας· ὡς τὰ πρός τι προϋποκειμένοις ἄλλοις γένεσιν παρεφύετο3 οἷον τῇ οὐσίᾳ καὶ τῷ ποσῷ κατὰ τὴν ἀντιστρέφουσαν καὶ ἐξισάζουσαν σχέσιν θεωρούμενον, οὕτως καὶ τὸ ποτὲ καὶ τὸ ποῦ κἂν ἄλλοις ἐπισυνίσταται γένεσιν, οὐδὲν ἄτοπον ἰδίας αὐτῶν κατηγορίας ὑποτίθεσθαι, εἰ μόνον ἴδιά τινα τὰ σημαινόμενα ἔχουσιν. ὥσπερ γὰρ ὁ χρόνος οὐκ ἦν τὸ ποτέ, οὐδὲ ὁ τόπος ἐστὶν τὸ ποῦ, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ χρόνου ἄλλο μὲν ἦν ὁ χρόνος, ἄλλο δὲ τὸ κατὰ χρόνον ἢ χρόνου τι, οὕτως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ κατὰ τόπον ἢ τόπου τι. καὶ γὰρ ἄλλο τί ἐστι ποσὸν καὶ ἄλλο τὸ ποσοῦ τι εἶναι· ὥσπερ οὖν ἄτοπον τὸ λέγειν ποσὸν εἶναι τὸ διπλάσιον καὶ τὸ ἴσον, διότι ποσοῦ τί ἐστιν, οὕτω καὶ ὁ τὸ κατὰ τόπον ἢ τόπου τι τόπον λέγων ἄτοπος ἂν εἴη. Πλωτῖνος μέντοι τελείως ἀνεῖλεν τὴν τοῦ ποῦ κατηγορίαν, ἀποδοὺς μὲν καὶ αὐτὸς τὸ ποῦ τῷ τόπῳ, ὥσπερ καὶ Ἀρχύτας καὶ Ἀνδρόνικος, τὸν δὲ τόπον ὥσπερ καὶ τὸν χρόνον ἢ τῷ ποσῷ ἀπονείμας ἢ τῷ πρός τι. Δύο δὲ σημαίνει τὸ ποῦ, τόν τε τόπον καὶ τὸ ἐν τόπῳ, ὥσπερ καὶ τὸ ποτὲ ἐλέγετο δύο σημαίνειν, τόν τε παρεληλυθότα χρόνον καὶ τὸ ἐν χρόνῳ. ἡ δὲ τοῦ ποῦ κατηγορία κατὰ τὸ δεύτερον σημαινόμενον ἀφώρισται· τὸ μὲν γὰρ ὡς τόπος λεγόμενον ποσὸν ἂν εἴη κατὰ Ἀριστοτέλη, τὸ δὲ ἐν τόπῳ τῆς τοῦ ποῦ κατηγορίας. κἂν σύνθετος δέ τις ᾖ ἡ ἐν τόπῳ καὶ ἐν χρόνῳ φωνή, ἁπλοῦν τι δεῖ ἐκδέχεσθαι ἀπὸ τῆς συνθέτου λέξεως, ὡς ἀπὸ τοῦ Ἀγαθὸς δαίμων καὶ Ἱερὰ πόλις ἕν τι ἁπλοῦν ὑπολαμβάνομεν. διήκει δὲ ἡ διττὴ σημασία αὕτη καὶ ἐπὶ πάσας τὰς τοῦ τόπου διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ δεξιὰ καὶ ἀριστερὰ διττὰ ἐστιν, τὰ μὲν ὡς τόποι, τὰ δὲ ὡς ἐν τόπῳ ὄντα, καὶ δῆλον ὅτι τὰ μὲν τόπον δηλοῦντα ποσά ἐστιν, τὰ δὲ τὰ ἐν τόπῳ τῇ τοῦ ποῦ κατηγορίᾳ ὑποταχθήσεται. διατείνει δὲ ἡ τοῦ ποῦ σημασία καὶ εἰς τὸ πόθεν, ὡς τὸ Ἀθήνηθεν, καὶ εἰς τὸ ποῖ, ὡς τὸ Ἀθήναζε· καὶ ταῦτα δὲ ἄμφω δηλοῖ, καὶ τόπον καὶ τὴν ἐν τόπῳ σχέσιν.
“何处”似乎是由于与“何时”彼此亲缘而被排在其后;因为正如处所与时间彼此亲缘,二者皆是维系生成的尺度——一者依体积,另一者依存在的间距——且二者皆摹画了永恒同时且一道收拢的无部分性,同样,“何时”与“何处”也彼此具有亲缘关系。但“何处”被排在后面,乃是因为处所也是生成之物的界限,且作为包容其他事物者而被考察,又因为作用先于被运动者,而时间作为被运动者的尺度与它们结合,被运动者则终结于在处所中的位置;“因为只要它处于运动之中,”扬布利柯说,“它就尚不在处所之中,而只是依处所而运动,却尚未已在处所之中”。大体而言,已经生成且被包容者需要处所,而时间则度量通往存在的道路本身;因为即便生成之物在处所中生成,但始终是[已经]生成之物才在处所之中。然而阿尔库塔斯主张处所先于运动存在,因而显然也先于时间存在,他在一段话中说:“既然一切运动之物都在某处所中运动,而作用与受动是某种运动,那么显而易见,作用者或受动者所在的处所必须首先预先存在”。因此,说被运动者不在处所之中的人,将显得与阿尔库塔斯不合,除非每一事物是在处所中运动,但并不在处所之中,除非就其已经运动完毕而言。但正如前面已经说过的,阿尔库塔斯与安德罗尼柯将“何时”归于时间,将“何处”归于处所,并由此设立了这两个范畴;而亚里士多德则由于前述原因将时间与处所归于数量,而将“何时”与“何处”确立为另外的范畴;正如关系范畴依换位且均等化的关系被考察而伴随其他预先存在的属(如实体与数量)而生,同样,对于“何时”与“何处”,即使它们附加在其他属之上,只要它们具有某种固有的所指,假定它们有自身的范畴便毫无不当。因为正如时间并非“何时”,处所亦非“何处”,而是正如在时间的情形下,时间是一回事,依时间者或时间的某种属性是另一回事,同样,处所是一回事,依处所者或处所的某种属性是另一回事。事实上,是数量是一回事,是数量的某种属性则是另一回事;因此,正如因为加倍与相等是数量的某种属性就说它们是数量是荒谬的,同样,将依处所者或处所的某种属性称为处所的人也是荒谬的。然而普罗提诺则彻底取消了“何处”这一范畴,他自己也将“何处”赋予处所,正如阿尔库塔斯与安德罗尼柯那样,但像对待时间一样,将处所要么划归数量,要么划归关系。不过,“何处”具有两种含义:既指处所,又指在处所之中者,正如“何时”亦被说成具有两种含义:既指过去的时间,又指在时间之中者。“何处”的范畴是依第二种含义被界定的;因为被说成处所的依亚里士多德乃是数量,而在处所之中者则属于“何处”的范畴。即便“在处所中”与“在时间中”这一措辞是复合的,也当从这一复合词组中领会某种单纯的事物,正如我们从“善神”和“圣城”领会出某种单一单纯的事物一样。这种双重含义亦延伸至处所的所有差异;因为上与下、前与后、右与左也是双重的,一者作为处所,另一者作为在处所中之物,显然,表示处所者是数量,而表示在处所中之物者则将归属于“何处”的范畴。“何处”的含义甚至延伸至“从何处”(如“自雅典”)与“向何处”(如“往雅典”);而这两者亦皆表明了处所与在处所中的关系两者。
- 9.0τόπον ὑπέμεν δεῖ πρᾶτον
此处为阿尔库塔斯的多利安方言引文,其中 ὑπέμεν 为对应于雅典方言 ὑπεῖναι(预先存在、作为基础存在)的不定式,πρᾶτον 则对应于副词 πρῶτον(首先)。它与 τόπον 构成受 δεῖ 支配的带主词不定式结构。
- 9.0εἰ μὴ ἄρα κινεῖται μὲν ἐν τόπῳ, οὐκ ἔστιν δὲ ἐν τόπῳ, εἰ μὴ καθ’ ὅσον κεκίνηται ἕκαστον
此句包含层叠的条件从句(εἰ μὴ ἄρα ... εἰ μή ...)。前者作为主句(“将显得与阿尔库塔斯不合”)的例外条件提出(“除非是在处所中运动,但并不在处所之中”),而其内部又嵌套了进一步的限定性条件(“除非就各事物已运动完毕而言”)。
- 9.0ὡς τὰ πρός τι προϋποκειμένοις ἄλλοις γένεσιν παρεφύετο
这是比较句结构(ὡς ... οὕτως ...)的前半部分。单数动词 παρεφύετο 与中性复数主语 τὰ πρός τι 相应。中性单数分词 θεωρούμενον 则是依意合语法(constructio ad sensum),在概念上与复数词组 τὰ πρός τι 所指称的单数概念(关系本身)相一致。
