- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:352.6-354.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将时间的两个定义(运动之数目与自然理路之间隔)合而为一,继而全文引述阿尔库塔斯关于时间的固有属性(“无部分”与“不自立”)的论述,并展示扬布利柯如何在实体的静止与生成的流变两个层面上调和这两者。
ὡς γὰρ ἐπὶ τῶν ἐν γενέσει τουτὶ τὸ νῦν παρὰ τὸ πρόσθεν νῦν καὶ αὕτη ἡ κίνησις παρὰ τὴν πρώτην κίνησιν μεταβολὴν ἐπιδείκνυσιν, οὕτως πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶν λόγων προϋπάρχον θεωρεῖται καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου. ἀλλὰ νῦν μὲν ὡς δύο ὁρισμοὺς τοῦ χρόνου τούτους ὁ λόγος ἐξηγήσατο, δεῖ δὲ εἰς ἓν συναγαγεῖν ἀμφοτέρους· οὕτως γὰρ ἡ ὅλη φύσις τοῦ χρόνου θεωρηθήσεται. τῆς γὰρ αὐτοκινήτου κινήσεως ὡς μονάδος χρονικῆς ἀριθμὸς ὢν ὁ γενεσιουργὸς χρόνος διάστημά ἐστι τῶν φυσικῶν λόγων, οὐ τὸ κατὰ τὸν ὄγκον οὔτε τὸ κατὰ τὴν κίνησιν ἁπλῶς τὴν ἐκτός, ἀλλὰ τὸ διάστημα τὸ κατὰ τὴν προϋπάρχουσαν τῆς κινήσεως τάξιν, ἐν ᾗ τὸ πρότερον καὶ ὕστερον προδιατεταγμένα καὶ ταῖς πράξεσι καὶ ταῖς κινήσεσι τὴν τάξιν παρέχεται. οὐδὲ γὰρ οἷόν τε τὸ πρότερον καὶ δεύτερον τῶν πραγμάτων συλλογίζεσθαι μὴ προϋφεστῶτος τοῦ χρόνου καθ’ ἑαυτόν, εἰς ὃν καὶ ἡ τῶν πράξεων τάξις ἀναφέρεται. ἀλλὰ περὶ μὲν τῆς οὐσίας τοῦ χρόνου τοσαῦτα. Τὸ δὲ ἴδιον αὐτοῦ διὰ πλειόνων Ἀρχύτας παραδέδωκεν, καὶ οὐδὲν ἄτοπον καὶ διὰ τὴν τῶν Πυθαγορικῶν συγγραμμάτων σπάνιν ὅλην αὐτοῦ τὴν περὶ τούτου παραθέσθαι λέξιν· “τὸ δὲ ποκὰ καὶ ὁ χρόνος1 καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς † λεγόμενον ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν καὶ οὐκ ἔστιν παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκεν. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον καὶ πέρας μέν ἐστι τῶ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἡ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῶ μὲν γὰρ λόγω ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα, καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες· γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές· τὰ γὰρ μόρια τούτων κοινὰ τμάματα ποιέει διαιρεύμενα· τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατὰ ἐπίπεδον. ἔστιν ὧν καὶ ὁ χρόνος συνεχής· οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλ’ ἀεὶ ἦν καὶ ἔσται καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο γινόμενον καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστηκεν, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν ἢ ἀμυδρὸς καὶ μόλις ἔστιν· οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω ἔστιν, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;”2 ἐν δὴ τούτοις οἱ μὲν ἄλλοι τὸ μὲν ἀμερὲς κατὰ τὸ νῦν τοῦ χρόνου θεωροῦσιν, ὅπερ καὶ πέρας ἐστὶν καὶ ἀρχὴ χρόνου, τὸ δὲ ἀνυπόστατον, καθ’ ὅσον τὸ μὲν παρεληλυθὸς ἔφθαρται, τὸ δὲ νῦν ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν· ὁ μέντοι Ἰάμβλιχος ζητῶν, πῶς τὸ ἀμερὲς καὶ ἀνυπόστατον ὑπάρχειν τῷ χρόνῳ φησὶν ἀσύνακτα ὄντα,3 οὐκ ἐπὶ τοῦ αὐτοῦ τιθέναι φησὶν ἀμφότερα, ἀλλὰ κατὰ μὲν τὰ εἴδη τῶν λόγων τὰ ἑστῶτα ἐν ἑαυτοῖς τὸ ἀμερὲς ἀφοριζόμενος, κατὰ δὲ τὰς προϊούσας ἀπ’ αὐτῶν κινήσεις, ἐπειδὴ αὗται οὐ διασῴζουσιν τὴν ἀμέριστον καὶ ἀκίνητον οὐσίαν, τὸ ἀνυπόστατον τιθέμενος, καὶ κατὰ μὲν τὴν μένουσαν ἐν τῇ οὐσίᾳ ἐνέργειαν καὶ τελειότητα τὸ ἀμέριστον ἀφοριζόμενος, κατὰ δὲ τὴν ἐξιοῦσαν εἰς τὴν γένεσιν ἀπὸ τοῦ ὄντος ῥοπὴν τὸ ἀνυπόστατον τῷ λόγῳ διαιρῶν. οὔτε οὖν τὸ ἀμερές, ὥς φησιν Ἰάμβλιχος, τὸ ἴδιον τοῦ χρόνου, ἀνυπόστατον ἔσται οὔτε τὸ ὑπόστατον ἀνυπόστατον (μάχεται γὰρ τοῦτό γε πρὸς ἑαυτό), ἀλλὰ διώρισται τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον ἐπ’ ἄλλων καὶ ἄλλων φύσεων, τῶν μὲν τιμιωτέρων, τῶν δὲ ἀπολειπομένων τῆς πρεσβυτέρας φύσεως καὶ διὰ τοῦτο λεγομένων ἀνυποστάτων, οὐχ ὅτι μηδὲ ὅλως εἰσίν, ἀλλ’ ὅτι τὸ τῆς πρώτης οὐσίας καθαρὸν καὶ ἄχραντον οὐ διασῴζουσιν· τοιαῦτα γάρ ἐστι πάντα τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, οὔτε εἶναι κυρίως λεγόμενα οὔτε μὴ εἶναι.
因为,正如在生成的事物中,这一“现在”相对于先前的“现在”、这一运动相对于最初的运动显明了变化一样,在更先得多的层面且以更为本原的方式,它被考察为预先存在于全部自然理路的本质之中,并在本义上充实了在一切之中最古老的时间之延展。虽然迄今为止论述将这些解释为时间的两个定义,但必须将两者合而为一;因为唯有如此,时间的整个自然本性才会得以被考察。因为作为时间单子的自动运动之数目的生成性时间,乃是自然理路的间隔——既非依据体积的间隔,亦非单纯依据外在运动的间隔,而是依据预先存在的运动秩序的间隔;在这一秩序中,先后已被预先整排,并为诸行为和诸运动提供了秩序。因为如果时间自身并非独立预先存立,那么事情的先后便不可能被推论出来,而行为的秩序亦正是归向于时间之中的。 然而关于时间之本质,说这么多就足够了。阿尔库塔斯用更多的言辞传述了时间的固有属性,且由于毕达哥拉斯学派著述的稀缺,在此全文引述他关于此点的字句亦绝非不妥:“‘何时’与时间一般说来具有无部分与不自立这二者作为固有属性。因为被称为无部分的‘现在’,刚一被思及并说出便已然流逝,并不持存。因为通过连续不断地生成,它在数目上绝不可能保持同一,但在形相上却保持同一。因为现在的‘现在’时间与未来的时间同先前发生的时间并非同一;因为一方已经过去且不再存在,而另一方刚一被思及并存在便已然消逝。如此,‘现在’始终连续地结合在一起,生成并毁灭为一个又一个不同的‘现在’,然而在形相上却是同一的。因为每一个‘现在’都是无部分且不可分割的,既是过去发生之物的界限,又是未来之物的起始,正如一条直线被折弯时,折角所在的点成为一条直线的起始,同时成为另一条直线的界限。而时间是连续的,而非像数目、言论与调和那样是离散的。因为对于言论而言音节是其部分,而音节是离散的;对于调和而言乐音是其部分;对于数目而言单子是其部分;然而线、面与处所则是连续的;因为这些事物的各部分在被分割时形成共同的截面;线被点所切断,平面被线所切断,立体被平面所切断。因此,时间亦是连续的;因为在时间〔不在场〕时,绝没有哪种自然本性曾经存在,在‘现在’不在场时,亦绝没有哪种运动存在;相反,‘现在’始终存在并将一直存在,且绝不会匮乏,它生成为一个又一个不同的‘现在’,在数目上各异,但在形相上同一。然而它确实不同于其他连续之物,因为线、面与处所的各部分是自存的,而在时间中,过去者已被毁灭,将要发生者亦将被毁灭。因此,时间要么根本不存在,要么是模糊而微弱地存在;因为既然过去者已不再存在,未来者尚不存在,而‘现在’又是无部分且不可分割的,这又如何能在真实上存立呢?” 在这些话中,其他人依据时间的“现在”来考察无部分,此“现在”正是时间的界限与起始;而依据过去者已毁灭、“现在”刚被思及并说出便已流逝这一事实来考察不自立。然而扬布利柯探讨了他如何说无部分与不自立这两个互不相容的属性属于时间,认为〔阿尔库塔斯〕并非将两者置于同一事物之上,而是依据居于自身的理路之形相来界定无部分,依据从它们推进出的诸运动来确立不自立——因为这些运动不能保持那不可分且不动的本质;他依据留在本质之中的现实活动与圆满性来界定不可分者,依据从存在走向生成的倾向在理路上划分出不自立者。因此,正如扬布利柯所言,既不是作为时间固有属性的无部分将是不自立的,也不是自立者将是不自立的(因为这至少是自相矛盾的);相反,无部分与不自立乃是在不同的自然本性上被区分开的:前者属于更为尊贵者,后者属于逊于更古老自然本性者,并因此被称为不自立——并非因为它们根本不存在,而是因为它们未能保全最初本质的纯洁与无瑕;因为所有在生成中拥有存在的事物皆是如此,既不能在严格意义上被称为存在,亦不能被称为不存在。
- 8.0τὸ δὲ ποκὰ καὶ ὁ χρόνος
在阿尔库塔斯的多利安方言中,ποκά 相当于雅典方言的 ποτέ(“何时”)。此处并列短语作主语,将范畴“何时”与“时间”并列作为探讨对象。
- 8.0οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω ἔστιν, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;
οὐ γάρ 之后引导三个并列小句作为前提(过去不再、未来尚未、现在不可分),最终汇入反诘句 πῶς ἂν ὑπάρχοι...(“这又如何能在真实上存立呢?”)。整个句式构成论证时间本体论意义上之微弱或非存在的经典诘难。
- 8.0ἀσύνακτα ὄντα
中性复数宾格分词短语,指代前文的“无部分”与“不自立”,作为带有让步意味(“尽管二者互不相容/不可结合”)的谓词性附加语。
