← 辛普里丘

亚里士多德《范畴篇》注释

§350.16-352.6

阿尔库塔斯的时间定义及其后世接受

辛普里修依据扬布利柯阐释阿尔库塔斯对时间的定义(某种运动的数目,或全宇宙之自然的间隔),指出它关涉灵魂的本属性运动,并考察了亚里士多德和斯多亚派对此一定义的接受、转化与偏离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#8

οὐ γὰρ δύο ὅρους εἰς ταὐτὸν συνάπτει, ἀλλ’ ἕνα ὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις· οὐ γὰρ εἶπεν κινήσεως ἀριθμὸν τῆς πάσης, ὥσπερ Ἀριστοτέλης ἀφωρίσατο, ἀλλὰ κινήσεώς τινός, οὐ τῶν ἐν μέρει, οἷον τῆς τοῦ οὐρανοῦ ἢ τῆς τοῦ ἡλίου ἢ ἄλλης τινὸς ἐν τοῖς καθ’ ἕκαστα διωρισμένης, ἐπεὶ οὕτως οὔτε ἀρχοειδὴς ἔσται ὁ χρόνος οὔτε κοινὸς ἐπὶ πάντα διατείνων οὔτε ἐν τοῖς πρώτοις γένεσιν ἀφορίζεσθαι ἄξιος, ἀλλ’ ἐμφαίνει πάντως διὰ τοῦτο κίνησιν ἀρχοειδῆ καὶ ταῖς ἄλλαις κινήσεσι τοῦ εἶναι αἰτίαν. καὶ γὰρ εἰώθασι πανταχοῦ προτάττειν τὰ καθ’ ἓν εἶδος προϋπάρχοντα καὶ ὁμωνύμως τῶν μεθ’ ἑαυτὰ κατηγορούμενα, οἷον τὸν λόγον αὐτὸν τοῦ ἀνθρώπου τῶν πολλῶν ἀνθρώπων· οὕτως οὖν καὶ ἐνταῦθα μίαν κίνησιν προτάττει τῶν πολλῶν κινήσεων αἰτίαν, ἣν αὐτοκίνητον ἔδει κατὰ Πλάτωνα ἢ ἀκίνητον κατὰ Ἀριστοτέλη πάντως εἶναι, ἀρχὴν οὖσαν κινήσεων, ὥστε ἔοικεν διὰ τούτων τὴν οὐσιώδη τῆς ψυχῆς κίνησιν ἐμφαίνειν καὶ τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων αὐτῇ λόγων προβολὴν καὶ μετάβασιν ἀπ’ ἄλλων εἰς ἄλλους· ταύτην γὰρ μίαν καὶ τινὰ κίνησιν τῷ χρόνῳ φησὶ προσήκειν. ἀριθμὸν δὲ αὐτῆς λέγει τὸν ἤδη γενεσιουργὸν καὶ προϊόντα εἰς ποίησιν τῶν ἐν τῷ κόσμῳ, ὅστις διεξόδους ἢ μεταβάσεις ποιεῖται ἀεὶ κατὰ τὰς προβολὰς τῶν φυομένων ἐξ αὐτοῦ, ὃς καὶ ἐναργής ἐστιν χρόνος. οὗτος δὴ οὐ πολὺ διέστηκεν τοῦ παρὰ Ἀριστοτέλει λεγομένου ἀριθμοῦ· ἐκεῖνος μὲν γὰρ μέτρον αὐτὸν τοῦ συνεχοῦς ἔξωθεν ἐπιγινόμενον θεωρεῖ, οὗτος δὲ μέτρον αὐτῆς ποιεῖται τῆς κινήσεως αὐτοφυὲς καὶ οὐκ ἔξωθεν ὥσπερ ἐκεῖνος. “καὶ ἔοικεν, φησὶν Ἰάμβλιχος, ἀπὸ τῆς Πυθαγορικῆς παραδόσεως ἡ Περιπατητικὴ δόξα παρατετράφθαι· τὸ δὲ αἴτιον, ὅτι περὶ τοῦ ἀριθμοῦ καὶ τῆς κινήσεως οὐ τὴν αὐτὴν ἔσχον οἱ νεώτεροι πρὸς τοὺς παλαιοὺς γνώμην, ἀλλ’ οἱ μὲν συμβεβηκότα αὐτὰ νομίζουσιν καὶ ἔξωθεν ἐπείσακτα θεωροῦσιν, οἱ δὲ ὡς οὐσιώδη νοοῦσιν”. ἐκεῖνο μέντοι θαυμάζω τῆς Ἀριστοτέλους ἀγχινοίας, πῶς1 καὶ αὐτὸς αἰτίαν τοῦ χρόνου προσεχῆ τὴν ψυχὴν ἔθετο· ζητήσας γὰρ τί τὸ ἀριθμοῦν τὴν ψυχὴν εἶπεν· εἰ γὰρ πάσης κινήσεως ἀρχὴ καὶ αἰτία ἡ ψυχή, εἴτε ὡς αὐτοκίνητος κατὰ Πλάτωνα εἴτε ὡς ἀκίνητος κατὰ Ἀριστοτέλη, εἴη ἂν εἰκότως καὶ τῆς χρονικῆς κινήσεως αἰτία. ἀλλ’ εἰ τὸν ἀριθμὸν Ἀρχύτας τὸν γενεσιουργὸν χρόνον εἶναί φησιν τὸν προϊόντα ἀπὸ τῆς ψυχικῆς κινήσεως ὡς μονάδος, δῆλον ὅτι καὶ τὴν κίνησιν ἐκείνην ὡς χρόνου μονάδα ἐθεάσατο, καὶ ἔοικεν τὴν πρώτην κίνησιν τήν τε ἐν τῇ ψυχῇ καὶ τὴν ἀπ’ αὐτῆς προϊοῦσαν τὸν χρόνον θέσθαι, περὶ ἣν ἡ ἄλλη πᾶσα κίνησις συνέχεται καὶ τέτακται καὶ μεμέτρηται· τὸ γὰρ μέτρον καὶ συνδιεστάναι δεῖ τῷ μετρουμένῳ καὶ ἀρχοειδέστερον αὐτοῦ εἶναι. καὶ οἱ Στωικοὶ δὲ παραλαβόντες τὸν ὁρισμὸν λέγοντα “τὸ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως” παρέτρεψαν τὸν λόγον ἐπὶ τὸ διάστημα τῆς κινήσεως, καὶ πλημμελοῦσιν οὗτοι, διότι τῶν Πυθαγορείων τὸ διάστημα φυσικὸν καὶ ἐν φυσικοῖς λόγοις καὶ εἰ οὕτω τις βούλοιτο καλεῖν ἐν τοῖς σπερματικοῖς, ὥς ποτε καὶ Κορνοῦτος ὀψὲ τοῦτο ὑπώπτευσεν, ἢ ὡς ἀκριβέστερον ἄν τις εἴποι κατὰ προτέρους λόγους καὶ τῶν σπερματικῶν λόγων τοὺς τῆς ὅλης κοσμικῆς φύσεως, ἐν ᾗ καὶ ἡ ψυχὴ περιλαμβάνεται, τὸ διάστημα ἀφοριζομένων, οὗτοι σαφῶς μὲν οὐκ ἔχουσι διελέσθαι,2 ὁποῖον λέγουσι διάστημα, ἐοίκασι μέντοι μᾶλλον τὸ τῶν σωματοειδῶν κινήσεων σωματοειδὲς διάστημα ὑπολαμβάνειν ἢ ὥσπερ γραμμοειδές τι τοῦτο ἀποφαίνεσθαι, ὃ πολλῆς ἀτοπίας μεστὸν ἰδίᾳ δείκνυται ἐν τοῖς περὶ χρόνου λόγοις. οὐ μέντοι παρὰ τοῖς ἀρχαίοις οὕτως εἴρηται· τὸ γὰρ “τῆς τοῦ παντὸς φύσεως” συμπλεκόμενον τῷ διαστήματι δηλοῖ, ὁποῖον ἀποφαίνονται εἶναι τὸ διάστημα· τοῖς γὰρ τῆς φύσεως λόγοις προσήκει τὸ τοιοῦτο. συμφωνεῖ δὲ πρὸς τὸ αὐτὸ καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γάρ, ὥσπερ καὶ τοὔνομα δηλοῖ, χορείᾳ τινὶ τῆς ψυχῆς περὶ τὸν νοῦν, οἱ δὲ ταῖς τῆς ψυχῆς καὶ τοῦ νοῦ αὐτῆς περιόδοις, οἱ δὲ τῇ φυσικῇ περὶ τὸν νοῦν χορείᾳ, οἱ δὲ ταῖς ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ἀφωρίζοντο, ἅπερ πάντα περιείληφεν ἡ Πυθαγόρειος αἵρεσις· τὸ γὰρ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως πάσας τὰς φύσεις τοῦ παντὸς καθόλου περιείληφεν καὶ δι’ ὅλων αὐτῶν διήκει παντελῶς, τόν τε χρόνον ἄνωθεν ἀρχόμενον ἀπὸ τῶν πρώτων λόγων μέχρι τινὸς διήκοντα ἀφωρίσατο, ὡς κατὰ τὴν μετάβασιν καὶ κίνησιν τῶν ὅλων λόγων καθόλου τὸ διάστημα ἀφορίζοντα.

因为他并非将两个界说结合为同一回事,而是做出了一个单一的定义,且此一定义相较于其他人的断言而言是独特的。因为他没有如亚里士多德所界定的那样说是“一切运动的数目”,而是说“某种运动的数目” ——并非诸如天体或太阳或在个别事物中被区分开的其他某种运动这般的局部运动,因为若是如此,时间既不会是本原性的,亦不会是通向一切的普遍者,更不配在最初的诸属中被界定;相反,他借此完全显明了一种本原性的、作为其他诸运动的存在之原因的运动。因为他们确实习惯于在一切地方都把依据单一形相而预先存在且对后于自身的事物被同名述说者置于首位,例如把人之本性定义本身置于众多人之前;因此在这里他同样将单一的运动置于首位,作为众多运动的原因,这一运动作为运动的本原,依据柏拉图必定是自动的,或依据亚里士多德必定是不动的;因此他似乎通过这些话显明了灵魂的本属性运动,以及按本质属于它的诸理路的散发与从一者向另一者的推移;因为他说这一单一且某种运动属于时间。而他所说的它的数目,是指那已经产生生成、并向着宇宙中事物的造作推进的数目,它始终依据从自身中生长出的事物的散发而做出巡行或推移,此即显明的现实时间。这一数目固然与亚里士多德所说的数目相距不远;因为后者〔亚里士多德〕将它考察为从外在附加于连续者的尺度,而前者〔阿尔库塔斯〕则将它确立为运动本身内在自生的尺度,而非像后者那样来自外在。“而且,”扬布利柯说,“漫步学派的观点似乎偏离了毕达哥拉斯学派的传统;其原因在于,关于数目与运动,近代人与古人持有不同的意见,前者认为它们是偶性并考察为从外在引入之物,而后者则理解为本质性的。” 然而,我对亚里士多德的机敏深感赞叹的,是他自己如何亦将灵魂确立为时间的邻近原因;因为在探讨何者是计数者之后,他说是灵魂。因为如果灵魂是一切运动的本原与原因,无论依据柏拉图是作为自动的,还是依据亚里士多德是作为不动的,它理所当然亦是时间性运动的原因。但是,如果阿尔库塔斯说那从作为单子的灵魂运动中推进出的、产生生成的数目乃是时间,那么显然他亦是将那一运动视作时间的单子,且他似乎将最初的运动——即在灵魂之中的运动以及从灵魂推进出的运动——确立为时间,一切其他的运动都围绕着它得以维系、被排布且被度量;因为尺度既须与被度量者共同延展,又须比它更具本原性。 而斯多亚派在接受了表述为“全宇宙之自然的普遍间隔”这一定义后,却将论述偏转到了“运动的间隔”上,他们犯了错误;因为毕达哥拉斯学派的人们将间隔界定为自然本性的、在自然理路之中的——若有人愿意如此称呼的话,亦是在种籽理路之中的,正如科尔努图斯后来亦曾怀疑的那样,或者如人们更为精确地会说的,是依据甚至比种籽理路更在先的理路,即整个宇宙自然的理路,而在宇宙自然之中灵魂亦被包含在内——而他们却不能清晰地区分他们所说的是何种间隔,反而似乎是将物体性运动的物体性间隔假定下来,或者将此宣称为某种如线一般的东西,而这在专门论时间的论述中被证明充满了极大的荒谬。然而在古人那里并非如此表述;因为“全宇宙之自然的”与“间隔”相交织,表明了他们所宣称的间隔是何种性质;因为自然本性的诸理路正是具有这种特性的。更古老的人们的观点亦与此相符。因为正如其名称所示,一部分人以灵魂围绕理智的某种曼舞来界定时间,另一部分人以灵魂及其理智的周期运行来界定,还有一部分人以围绕理智的自然曼舞来界定,又有一部分人以循环周转来界定,毕达哥拉斯学派的学说将这一切完全包容在内;因为全宇宙之自然的普遍间隔普遍地包容了全宇宙的一切自然,并完全贯穿于它们的整体之中,且界定了自上始于最初诸理路、延伸至某处的这一时间,作为依据全部理路的推移与运动而普遍地界定间隔者。

语法注2 条
  1. 8.0ἐκεῖνο μέντοι θαυμάζω τῆς Ἀριστοτέλους ἀγχινοίας, πῶς

    这是由 θαυμάζω 引领的双重结构:ἐκεῖνο 作为宾格先行指代后面的 πῶς 引导的从句,而 τῆς Ἀριστοτέλους ἀγχινοίας 则是表示赞叹原因或所属的属格(原因属格),表示因亚里士多德的机敏而在某一点上赞叹他。

  2. 8.0τῶν Πυθαγορείων τὸ διάστημα φυσικὸν ... ἀφοριζομένων, οὗτοι σαφῶς μὲν οὐκ ἔχουσι διελέσθαι

    这是一个长句对比结构的核心骨干:τῶν Πυθαγορείων ... ἀφοριζομένων 是属格独立结构,表明背景前提,即毕达哥拉斯学派将间隔界定为基于宇宙诸理路的自然之物;与此相对,主句以 οὗτοι(指前文提及的斯多亚派)为主语,指出他们无法清晰地区分其间隔的性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:350.16-352.6