← 辛普里丘

亚里士多德《范畴篇》注释

§354.9-355.25

扬布利柯对阿尔库塔斯现在的阐释

针对阿尔库塔斯关于“现在”的无部分性与不自立性的论述,扬布利柯通过区分生成事物的分有与“现在”自身的形相同一性进行阐释,并借助折线之比喻论证“现在”乃是统摄时间始终的真正本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#10

ἐπειδὴ οὖν τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, μόνον δὲ τὸ ἐνεστηκὸς εἶναι δοκεῖ ἀμερὲς ὄν, εἴπερ κατὰ τὸ νῦν λαμβάνοιτο, καὶ ἅμα τῷ εἶναι εἰς τὸ μὴ εἶναι χωροῦν, διὰ τοῦτο οὖν ἴδιον αὐτοῦ τὸ ἀμερὲς ἅμα καὶ ἀνυπόστατον εἶναί φησιν. ὁ μέντοι Ἰάμβλιχος οὐκ ἀποδέχεται τοὺς τὸ ἀμερὲς ἐπὶ τοῦ ῥέοντος τούτου καὶ γενητοῦ χρόνου θεωροῦντας καὶ ἀνυπόστατον αὐτὸ λέγοντας διὰ τὸ μηδέποτε μὲν εἶναι, ἀεὶ δὲ γίνεσθαι· “πᾶν γὰρ τὸ γινόμενον, φησίν, ἢ τὸ ὁπωσοῦν κινούμενον οὐ δύναται εἶναι ἀμερές· διαιρετὴ γὰρ πᾶσα κίνησίς ἐστιν ἀεὶ διὰ τὴν συνέχειαν. ἀλλὰ μὴν καὶ τὸ ἀμέριστον εὐθὺς ἵσταται κατ’ αὐτὸ τὸ εἶναι, καὶ εἰ μὲν γίνοιτο ἀεί, οὐκέτι σῴζει τὸ εἶδος· εἰ δὲ σῴζειν τὸ εἶδος διαρρήδην λέγοιτο, οὐκ ἂν ἀεὶ γίνοιτο. κἂν λέγοι οὖν, φησίν, ὅτι τὸ νῦν ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν, ἐν τοῖς μετέχουσι τοῦ χρόνου δεῖ τὴν τοιαύτην ἔκστασιν ὑποτίθεσθαι· τὰ γὰρ γινόμενα οὐ δύναται τὴν ἀμέριστον οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ αὑτῶν πάθημα ἐκείνης καταψεύδεται·1 διόπερ καὶ ἡ μὲν κατ’ ἀριθμὸν ἑτερότης ἀεὶ ἀλλοιουμένη τῆς τῶν μετεχόντων ἐστὶν διαφορότητος δεῖγμα, τὸ δὲ εἶδος ταὐτὸ μένον τὴν τοῦ ἀμεροῦς νῦν ἐνδείκνυται ταὐτότητα. καὶ λέγεταί γε ταῦτα καλῶς, εἰ τὸ ἑστὼς ἐν τῇ ῥοῇ τῆς γενέσεως δυνηθείημεν τῷ λογισμῷ συλλαβεῖν· ὅταν δὲ λέγῃ, φησίν, ὁ Ἀρχύτας, ὡς ὁ ἐν τῷ νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι (ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστηκὼς παρῴχηκεν), δεῖται διορισμοῦ, φησίν, τὰ τοιαῦτα πρὸς τὴν τελείαν σαφήνειαν, καὶ ῥητέον 〈τὸν〉 αὐτόν τε εἶναι τὸν ἅπαντα χρόνον καὶ οὐ τὸν αὐτόν, ὥσπερ καὶ τὸ νῦν· κατὰ μὲν γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος ἓν καὶ ταὐτόν, καθὸ δὲ διαιρεῖ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, πολλὰ καὶ ἕτερα, ὥσπερ καὶ αἱ στιγμαὶ σχεδόν τι πᾶσαι μία, τῇ θέσει δὲ καὶ τῇ διαιρέσει πλείους καὶ οὐχ αἱ αὐταί· ἦ γὰρ διαιροῦσαν ἐννοοῦμεν τὴν στιγμήν,2 δύο γίνονται ἡ μία, ἡ μὲν ὡς ἔσχατον, ἡ δὲ ὡς πρῶτον, καὶ οὕτως ἀεὶ συνάπτει καὶ συνέχει τὸν ὅλον χρόνον ἐν ἑαυτῷ τὸ νῦν ἕτερον καὶ ἕτερον τῇ διαιρέσει γινόμενον, τῷ δὲ εἴδει τὸ αὐτὸ μένον. κἂν γίνεσθαι οὖν καὶ φθείρεσθαι λέγῃ τὸ νῦν, οὐκ αὐτοῦ τοῦ νῦν τὴν γένεσιν καὶ φθορὰν ἀκουστέον, ἀλλὰ τῶν μετεχόντων αὐτοῦ ἢ οὐ μετεχόντων· τὸ μὲν γὰρ συνέχειν καὶ συνάπτειν οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ ἀμεροῦς, τὸ δὲ ἄλλο καὶ ἄλλο γίνεσθαι καὶ φθείρεσθαι καὶ τὸ ἀεὶ ῥεῖν τῆς ἐν τῇ γενέσει μετουσίας τοῦ νῦν ἐστιν οἰκειότατον. πῶς οὖν τὸ αὐτὸ καὶ ἄλλο καὶ ἄλλο γίνεται καὶ μένει τὸ αὐτὸ κατ’ εἶδος, καὶ διαιρεῖται καὶ ἔστιν ἀδιαίρετον, καὶ ἀλλοιοῦται καὶ ἐν ἑνὶ τὸ πέρας καὶ τὴν ἀρχὴν συνείληφεν; ἢ ὅτι3 ἄλλο μὲν ἦν τὸ ἐν τῇ φύσει μετεχόμενον νῦν καὶ ἀχώριστον ὂν τῶν γινομένων, ἄλλο δὲ τὸ χωριστὸν καὶ καθ’ ἑαυτό, καὶ τὸ μὲν ἐν εἴδει τῷ αὐτῷ ἕστηκεν ὡσαύτως, τὸ δὲ ἐν φορᾷ συνεχεῖ θεωρεῖται. ἐπεὶ δὲ τὰ δύο ταῦτα ὁμοῦ συνείληπται ἐν τῇ τοῦ νῦν ἀρχῇ τῇ συνεχούσῃ τὸν χρόνον, πάνυ σαφῶς διὰ τοῦτο γραμμῆς εὐθείας κλασθείσης εἰς γωνίαν σημείῳ περὶ ὃ ἡ κλάσις ἀπείκασεν τοῦ χρόνου τὸ νῦν· ὥσπερ γὰρ τὸ σημεῖον ἧς μὲν ἀρχὴ γίνεται γραμμῆς, ἧς δὲ πέρας, οὕτω καὶ τὸ νῦν τὴν ἀρχὴν καὶ τὸ τέλος τοῦ χρόνου παντὸς ἐν ἑαυτῷ συνείληφεν, οὐχ ὡς συμβεβηκός τι, ἀλλ’ ὡς συνέχον αὐτὸν καὶ τὴν * αὐτοῦ ἐν ἑαυτῷ περιέχον καὶ παρεχόμενον ἐξ ἑαυτοῦ. οὐ τοίνυν ὡς μὴ ὄντος τοῦ νῦν ἐξηγεῖσθαι χρή· τὸ γὰρ κατ’ εἶδος ἓν αὐτοῦ μένει τὸ αὐτό, ὅπερ κυριώτερόν ἐστι τῆς κατ’ ἀριθμὸν ἑτερότητος. ἀλλὰ συνάπτειν φασὶ τὰ πέρατα τῶν μὴ ὄντων.4 ἀλλὰ οὐκ ἐν τοῖς μὴ οὖσιν, φαμέν, διαπεφόρηται, ἐν ἑαυτῷ δὲ καὶ τὰ μὴ ὄντα συνέχει, καὶ καθ’ ἑαυτό ἐστιν ἔχον τινὰ ἰδίαν οὐσίαν.

因此,既然时间的过去者已不再存在,未来者尚不存在,唯有现在者似乎存在——只要依“现在”而被把握,它便是无部分的,并且在存在的同时便走向不存在——正是由于这个原因,他说它的固有属性就是既无部分又同时是不自立的。然而扬布利柯并不赞同那些在这一流变且生成的时间上考察无部分、并由于它绝非存在而是始终生成便称其为不自立的人。“因为凡是生成之物,”他说,“或以任何方式运动之物,都不能是无部分的;因为一切运动由于其连续性皆始终是可分割的。不仅如此,不可分者当下就依存在自身而静止;如果它始终在生成,它便不再保全其形相;但如果明确说它保全形相,它便不会始终在生成。因此,即使他说,”他说,“‘现在’刚一被思及并说出便已流逝,也必须在分有时间的诸事物中设定这种位移;因为生成的事物不能以不动的方式接受那不可分的本质,而是以自身的不同部分在不同时刻接触它,并将自身的变易虚假地归咎于那本质。因此,依数目而始终变易的他异性是分有者之差异的表征,而保持同一的形相则显明了无部分的‘现在’的同一性。如果我们能够通过推论把握在生成的流变中静止者,这些话确实说得很对。但是当阿尔库塔斯说,”他说,“在‘现在’中的时间与未来的时间同先前发生的时间并非同一(因为一方已经过去且不再存在,而另一方刚一被思及并存在便已然消逝),这类言论为了完全的明晰起见,”他说,“需要加以界定,并且必须说,整个时间既是同一的又非同一的,正如‘现在’也是如此;因为依本质与形相而言它是单一且同一的,但就其分割过去与未来而言,它是多且相异的,正如诸点几乎全是一体,但在位置与分割上则是多数且非同一的;因为就我们将点设想为分割者而言,这一个点便变成了两个,一个作为终极,另一个作为起始,如此‘现在’始终在自身中连结并维系整个时间,在分割上生成为一个又一个相异者,但在形相上保持同一。因此,即使他说‘现在’生成与毁灭,亦绝不可将生成与毁灭理解为属于‘现在’自身,而必须理解为属于分有它或不分有它的诸事物;因为维系与连结不属于任何别的东西,唯属于无部分者,而生成为一个又一个相异者、毁灭以及始终流变,则是‘现在’在生成中的分有之最固有特征。”他说。 那么,同一者如何既生成为一个又一个相异者又依形相保持同一,既被分割又是不可分割的,既变易又在一之中兼具界限与起始呢?抑或是在自然中被分有且与生成之物不可分离的‘现在’是一回事,而分离且居于自身的‘现在’则是另一回事,后者在同一形相中同样地静止,而前者则在连续的位移中被考察?既然这两者在维系时间的‘现在’之本原中被共同包含,正是由于这个原因,他极其明晰地将时间的‘现在’比作直线折成角时折角所在的点;因为正如该点成为一条线的起始而成为另一条线的界限,‘现在’亦同样在自身中兼具全时间的起始与终结,并非作为某种偶性,而是作为维系它并在自身中包含其[……]且由自身提供它的存在。因此,绝不可将‘现在’解释为不存在;因为其依形相的一保持同一,而这比依数目的他异性更具本原性。然而他们说,它连接非存在之物的界限。但是我们说,它并未在非存在之物中被消解散佚,而是在自身中连非存在之物也维系着,并且依自身存在着,拥有某种固有的本质。

语法注4 条
  1. 8.0τὸ αὑτῶν πάθημα ἐκείνης καταψεύδεται

    动词 καταψεύδομαι 在此支配宾格的被指控之物(τὸ αὑτῶν πάθημα)与属格的承受指控之对象(ἐκείνης),意为“将它们自身的受动或变易虚假地归咎于那不可分的本质”。

  2. 8.0ἦ γὰρ διαιροῦσαν ἐννοοῦμεν τὴν στιγμήν

    关系副词 ᾗ(意为“在……方面”、“就……而言”)引出一种观察视点,即“就我们将点设想为分割者而言”,并与主句 δύο γίνονται ἡ μία(“一个点变为两个”)相衔接。

  3. 8.0ἢ ὅτι

    惯用短语 ἢ ὅτι 用于引出对前文疑难(πῶς οὖν...;“那么,如何……”)的解答,在句构上相当于提出解释:“抑或是在于……?”

  4. 8.0ἀλλὰ συνάπτειν φασὶ τὰ πέρατα τῶν μὴ ὄντων

    动词 φασί(“他们说”)引出了否定“现在”实在性的论敌的反驳。不定式 συνάπτειν 的逻辑主语在上下文中省去了“现在”(τὸ νῦν),宾语则是“非存在之物的界限”(τὰ πέρατα τῶν μὴ ὄντων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:354.9-355.25