← 辛普里丘

亚里士多德《范畴篇》注释

§349.1-350.16

在某物之中与地点与时间范畴

辛普里修考察了在“在某物之中”的诸多含义中为何唯独地点与时间构成独立范畴的疑难(由普罗提诺提出并由扬布利柯解答),主张唯有此二者体现了包容者与被包容者各自保持独立存立,并引入阿尔库塔斯关于时间的定义,将其与亚里士多德及斯多亚派的学说进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#7

εἰ γὰρ ἄλλο τὸ λευκὸν καὶ ἄλλο τὸ σῶμα καὶ ἄλλο τι τὸ εἶναι τὸ λευκὸν ἐν τῷ σώματι, ἀναλογεῖ δὲ τὸ μὲν λευκὸν τῷ Σωκράτει, τὸ δὲ σῶμα τῷ χρόνῳ, τὸ δὲ ἐν σώματι εἶναι τὸ λευκὸν τῷ ἐν χρόνῳ εἶναι τὸν Σωκράτη, διὰ τί μὴ καὶ κατὰ τοῦτο τὸ ἔν τινι ἰδία συνέστη κατηγορία; ἀπορεῖ δὲ καὶ ὁ Πλωτῖνος ἐν τοῖς περὶ τοῦ ποῦ τοῦτο λέγων· “εἰ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐχὶ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην ποιήσει κατηγορίαν καὶ τὸ ἐν ὕλῃ ἄλλην καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλην καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρει καὶ γένος ἐν εἴδεσιν καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους ἔσονται αἱ κατηγορίαι”. λύων δὲ τὴν ἀπορίαν ταύτην ὁ Ἰάμβλιχος τὸ μὲν ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν ὕλῃ καὶ ὡς ἐν ὑποκειμένῳ τοπικὰς ἐμφαίνειν σχέσεις φησί, τὸ δὲ ὅλον πρὸς τὰ μέρη καὶ τὰ μέρη πρὸς τὸ ὅλον τὴν τοῦ πρός τι σχέσιν ἔχειν, ὡσαύτως δὲ καὶ τὸ γένος πρὸς τὸ εἶδος καὶ τὸ εἶδος πρὸς τὸ γένος, οὐδὲν ὅμοιον ἐχούσης τῆς τοῦ πρός τι σχέσεως τῇ πρὸς τόπον καὶ τῇ πρὸς χρόνον. ἀλλ’ ἐρεῖ τις οἶμαι, ὅτι κατ’ ἄλλο μὲν ἐν αὐτοῖς τὸ πρός τι θεωρεῖται, κατ’ ἄλλο δὲ τὸ ἔν τινι εἶναι· καὶ γὰρ καὶ τὸ ἐν τόπῳ, καθ’ ὅσον αὐτὸ μὲν χωρεῖται, ὁ δὲ τόπος χωρεῖ, τῶν πρός τι ἂν εἴη. πῶς δὲ καὶ τὸ ὡς ἐν ὕλῃ καὶ τὸ ὡς ἐν ἀγγείῳ ταὐτὸν ἂν εἴη τῷ ἐν τόπῳ; μήποτε οὖν ῥητέον ὅτι οὐ πᾶν τὸ ἔν τινι κατηγορίας ἦν εἰδικῆς ἄξιον, ἀλλ’ ἐκεῖνα μόνα, ἐν οἷς τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται, ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασῴζοντος καὶ μηδετέρου μέρους τοῦ ἑτέρου γινομένου μηδὲ συμπληροῦντος τὸ ἕτερον· ἐν γὰρ τούτοις μόνοις αὐτὸ τὸ ἔν τινι φύσις τις ἀφωρισμένη γίνεται κατὰ τὴν σχέσιν αὐτὴν ὑφεστῶσα, ὅταν καὶ τὸ καθόλου πάντως ὑπάρχειν δεῖ,1 οἷον τὸ ἐν τόπῳ εἶναι καὶ ἐν χρόνῳ τὸ σῶμα· ἀλλὰ τοῦ γε μερικοῦ χρόνου καὶ τόπου χωριζόμενα τὰ ἐν αὐτοῖς ὑφέστηκεν ἔτι. τὰ μέντοι ἄλλα σημαινόμενα τοῦ ἔν τινι τὰ μὲν συμπληρωτικά ἐστιν, ὡς τὰ μέρη καὶ τὸ ὅλον καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὸ ἄρχον καὶ τὰ ἀρχόμενα, τὰ δὲ οὐ δυνάμενα χωρὶς ὑποστῆναι, ὡς τὸ ἐν ὕλῃ εἶδος καὶ τὸ ἐν ὑποκειμένῳ συμβεβηκός, ὅπερ καὶ μορφὴ τοῦ ὑποκειμένου γίνεται, διὸ καὶ καλεῖται κατ’ ἐκεῖνο τὸ ὑποκείμενον, οἷον λευκὸν καὶ ηὐξημένον, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως τῶν τῇ οὐσίᾳ ὑπαρχουσῶν. πῶς οὖν ἂν εἴη τὸ ἕτερον ἐν ἑτέρῳ κυρίως, ὅτε μηδέ ἐστιν ἁπλῶς ἕτερα ἀλλήλων κεχωρισμένα καθ’ ὑπόστασιν, ἀλλὰ κατ’ ἐπίνοιαν μόνην, καθ’ ἣν τὰ γένη χωρίζομεν; τὰ μέντοι ἐν χρόνῳ καὶ ἐν τόπῳ ἕτερά ἐστι τοῦ τόπου καὶ τοῦ χρόνου· τοιγαροῦν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεται τὰ αὐτὰ ἀριθμῷ, ἐν ὑποκειμένῳ δὲ ἄλλοτε ἄλλῳ τὸ αὐτὸ κατ’ ἀριθμὸν γενέσθαι ἀδύνατον. καὶ τὸ ἐν ἀγγείῳ δὲ ἐν τόπῳ ἐστίν· τόπος γὰρ περιφορητός ἐστι τὸ ἀγγεῖον. διὰ τοῦτο δὲ οἱ ὀνοματοθέται ἐπὶ τοῦ ποτὲ ὀνόματα διάφορα τεθείκασι, τὸ χθὲς καὶ αὔριον καὶ πέρυσιν καὶ τῆτες καὶ εἰς νέωτα, καὶ ἐπὶ τοῦ ποῦ, ἐν Λυκείῳ, ἐν ἀγορᾷ, ἐπὶ μέντοι τῶν ἄλλων ἔν τινι οὐ ‘τὸ λευκὸν ἐν τῷ σώματι’ λέγειν ἔθος, ἀλλὰ ‘τὸ σῶμα λευκόν’ καὶ ‘ἡ κεφαλὴ ζῴου’ καὶ ‘ὁ ἄνθρωπος ζῷον’ καὶ ‘ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον’. ἀλλὰ τοῦτο μὲν οὕτω τέως ἐμοὶ δοκεῖ διαλύειν, εἰ δὲ καὶ ἄλλως δυνατόν, εὖ ἂν ἔχοι. Τὴν δὲ τοῦ χρόνου φύσιν θεωρητικώτερον παραδιδοὺς ὁ Ἰάμβλιχος τὸν Ἀρχύταν πάλιν ἡγεμόνα προΐσταται, ὅς φησιν ὅτι “ἐστὶν ὁ χρόνος κινάσιός τινος ἀριθμὸς ἢ καὶ καθόλου διάστημα τᾶς τοῦ παντὸς φύσιος”, οὐ τὴν Ἀριστοτέλους καὶ τῶν Στωικῶν δόξαν εἰς ταὐτὸ συλλαμβάνων, ὡς τινες οἴονται, διότι2 ὁ μὲν Ἀριστοτέλης ἀριθμὸν κινήσεως εἶναί φησι τὸν χρόνον, τῶν δὲ Στωικῶν Ζήνων μὲν πάσης ἁπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπεν, Χρύσιππος δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως.

因为如果白是一回事,物体是另一回事,白在物体之中又是另外某种事,且白对应于苏格拉底,物体对应于时间,白在物体之中对应于苏格拉底在时间之中,那么为何没有依据这种“在某物之中”亦建立起一个固有的范畴?普罗提诺在论“何处”的讨论中亦提出此一疑难,说:“如果在时间之中是一回事,在地点之中是另一回事,且有别于时间与地点,那么为何在容器之中不造成另一个范畴,在质料之中不造成另一个,在基质之中不造成另一个,整体之中的部分、部分之中的整体、诸种之中的属、属之中的种不造成另一个?如此一来对我们而言范畴将会更多。” 而扬布利柯在化解这一疑难时说,如在容器之中、如在质料之中以及如在基质之中显现的是地点性的关系,而整体对于部分以及部分对于整体具有相关者的关系,同样属对于种以及种对于属亦是如此,相关者的关系与对地点的关系以及对时间的关系毫无相似之处。然而我想有人会说,在它们之中相关者是在一个方面被考察的,而在某物之中则是在另一个方面被考察的;因为在地点之中的事物,就其本身被容纳而地点容纳而言,亦会属于相关者。而且,如在质料之中以及如在容器之中又怎能与在地点之中是同一回事? 因此,或许应当说,并非每一种“在某物之中”都配得上一个特定的范畴,而唯独是那些一者包容而另一者被包容、各自保有其自身的自然且两者互不成为对方的部分亦不补足对方者。因为唯独在这些情况中,“在某物之中”本身才成为依据该关系本身而立足的一个被界定的自然,既然即便作为普遍者它必定以完全的方式存在——正如物体在地点之中和在时间之中——然而当与个别的地点和时间分离开时,在其中的事物依然自立。至于“在某物之中”的其他含义,一部分是补足性的,如部分与整体、属与种、统治者与被统治者,另一部分则是不能分离自立的,如在质料之中的形相和在基质之中的偶性,后者亦成为基质的形式,基质亦因此依之被称为例如白的和被增大的,而在属于实体的其他范畴上亦同样如此。因此,当它们根本不是在立足上彼此分离的不同事物,而仅仅是依照我们在观念上分离诸属的那种观念性不同时,一者怎能在严格意义上在另一者之中?然而,在时间之中和在地点之中的事物是不同于地点与时间的;所以同一事物在数目上亦能在不同时间存在于不同事物之中,而在基质之中同一数目上的事物在不同时间存在于不同基质之中则是不可能的。而在容器之中的事物是在地点之中;因为容器是可移动的地点。正因如此,命名者们关于“何时”制定了相异的名称,即“昨天”、“明天”、“去年”、“今年”和“来年”,关于“何处”制定了“在吕克昂”、“在广场”,然而关于其他的“在某物之中”,习惯上不说“在物体之中的白”,而说“物体是白的”、“动物的头颅”、“人是动物”以及“复合体由质料与形相组成”。不过,目前在我看来不妨如此消解此难题,但若能以其他方式解决,亦是极好的。 扬布利柯在更具理论性地传授时间的自然时,再次推举阿尔库塔斯为导师,后者说:“时间是某种运动的数目,或普遍而言是全宇宙之自然的间隔”,这并非如某些人所认为的那样是将亚里士多德与斯多亚派的观点归并为一,理由是亚里士多德说时间是运动的数目,而斯多亚派中芝诺说时间纯然是一切运动的间隔,克律西波斯则说是宇宙运动的间隔。

语法注2 条
  1. 8.0ὅταν καὶ τὸ καθόλου πάντως ὑπάρχειν δεῖ

    ὅταν 从句在此带有一种让步语意,构成了论证中对比的骨干结构(“即便作为普遍者它必定以完全的方式存在……然而当与个别的地点和时间分离开时,在其中的事物依然自立”):... δεῖ ... ἀλλὰ τοῦ γε μερικοῦ ... χωριζόμενα ... ὑφέστηκεν。

  2. 8.0οὐ τὴν Ἀριστοτέλους καὶ τῶν Στωικῶν δόξαν εἰς ταὐτὸ συλλαμβάνων, ὡς τινες οἴονται, διότι

    否定词 οὐ 修饰分词 συλλαμβάνων(主语为阿尔库塔斯),否定阿尔库塔斯是将这两种学说综合在一起。其后的 διότι 从句则解释了那些人(τινες)如此误判的理由(即因为亚里士多德讲“数目”,斯多亚派讲“间隔”,便以为阿尔库塔斯兼收两派)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:349.1-350.16