- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:33.22-35.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了亚里士多德在《范畴篇》1a6中关于‘同名同义者’的定义,解释了其必要性以及与同名异义者的异同。他还考察了波菲利、扬布利柯和亚历山大等人关于‘实体的说明方式’这一表述的抄本异文与诠释分歧。
" Συνώνυμα δὲ λέγεται ἕως τοῦ τὸν αὐτὸν ἀποδώσει." Περὶ προτέρων τῶν ὁμωνύμων εἰπών, διότι τὸ ὂν ὁμωνύμως ταῖς δέκα κατηγορίαις ὑπάρχειν δοκεῖ, ἑξῆς τὸν περὶ τῶν συνωνύμων ἐπάγει λόγον. χρεία γάρ ἐστιν τῆς τῶν συνωνύμων γνώσεως διὰ τὴν ἑκάστου λοιπὸν τῶν γενῶν κατὰ τοῦ ὑφ’ ἑαυτὸ κατηγορίαν συνωνύμως γινομένην καὶ ὅτι τὰ συνώνυμα ἀλλήλοις ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν.1 τὸ δὲ συνώνυμον κοινωνεῖ μὲν τῷ ὁμωνύμῳ, καθόσον ὄνομα κοινόν ἐστιν καὶ ἐπὶ τῶν συνωνύμων, ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων· διαφέρει δέ, ὅτι οὐ μόνον ὄνομα κοινὸν ἐπὶ τῶν συνωνύμων, ἀλλὰ καὶ ὁ λόγος ὁ κατὰ τὸ ὄνομα, ὅ τε ὁριστικὸς καὶ ὁ ὑπογραφικός, κοινός ἐστιν τοῖς συνωνύμοις, κἂν μὴ πρόσκειται ἐνταῦθα τὸ κατὰ τὸ ὄνομα. ὁ γὰρ Πορφύριος ἐν τῷ πρὸς Γεδάλειον οὕτως ἔγραψεν· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός. προσυπακούειν γὰρ αὐτὸ χρή· σύζυγον γὰρ δεῖ τῷ ὀνόματι τὸν λόγον τὸν ὁριστικὸν καὶ ὑπογραφικόν. ἔτι δὲ καὶ ἐπὶ μὲν τῶν συνωνύμων τὸ ἓν ὄνομα ἑνὸς πράγματός ἐστι δηλωτικόν, ἐπὶ δὲ τῶν ὁμωνύμων τὸ ἓν ὄνομα πλείονα πράγματα σημαίνει καὶ ὅπου μὲν ἓν νόημα κατηγορεῖται, ὅπου δὲ πολλά. καὶ ἔτι μέντοι τὸ μὲν ὁμώνυμον ἀντίφασιν ἐπιδέχεται· τὸ γὰρ γεγραμμένον ζῷον ζῷον καὶ οὐ ζῷόν ἐστιν καὶ ὁ κόραξ τὸ ὄρνεον κόραξ καὶ οὐ κόραξ (οὐ γάρ ἐστιν τὸ περὶ τὴν θύραν ὄργανον)· τὸ δὲ συνώνυμον οὐκ ἐπιδέχεται τὴν ἀντίφασιν· οὐ γὰρ ἔστιν τὸν ἄνθρωπον ζῷον ὄντα μὴ ζῷον εἰπεῖν. καὶ ἐν μὲν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν “τὸν τῆς οὐσίας λόγον χρὴ ἐξακούειν, φησὶν ὁ Πορφύριος, αὐτὸς γάρ ἐστιν ὁ ὁριστικός”, ἐν δὲ τῷ πρὸς Γεδάλειον οὐκ ἔτι φησὶ προσυπακουστέον καὶ τὸ τῆς οὐσίας· “οὐ γὰρ καθὸ ἕκαστόν ἐστιν ἐπὶ τῶν συνωνύμων, ὁ αὐτός ἐστιν αὐτῶν λόγος, ἀλλὰ καθὸ κοινοῦ τινος μετέχει πάντα”. καὶ ἔοικεν νῦν τὴν οὐσίαν μὴ συνάψαι τῷ λόγῳ, ὥστε τὸν λόγον τῆς οὐσίας τὸν ὁρισμὸν εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος ἀκοῦσαι καθ’ ὅ ἐστιν ἕκαστον·2 ἄνθρωπος γὰρ καὶ ἵππος συνώνυμά ἐστιν κατὰ τὸ ζῷον, καὶ λόγος ἐστὶν αὐτῶν ὁ αὐτὸς κατὰ τοῦτο, οὐ μέντοι κατ’ ἐκεῖνα καθ’ ἃ μάλιστα οὐσίωνται, κατὰ τὸν ἄνθρωπον ἢ κατὰ τὸν ἵππον· ἄλλος γὰρ ἑκατέρου τούτων λόγος. καὶ αὐτὸς δὲ προελθὼν “κἂν προσυπακούῃ τις, φησίν, τὸ τῆς οὐσίας, δῆλον ὡς τῆς οὐσίας ἀκουσόμεθα οὐ τῆς ἰδίως ὀνομαζομένης, ἀλλὰ τῆς τὴν ἑκάστου ὕπαρξιν οἱονεὶ κοινότερον δηλούσης οὐσίας”. ἰστέον μέντοι ὅτι νῦν ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων οὕτως ἡ γραφὴ φέρεται· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός. καὶ ὁ Πορφύριος δὲ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν οὕτως ἔγραψεν, ὁ δὲ Ἰάμβλιχος ἄνευ τοῦ τῆς οὐσίας οὕτως· συνώνυμα λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος ὁ αὐτός· ἐπεσημήνατο δὲ ὅτι ἐν ἐνίοις ἀντιγράφοις οὐ φέρεται τὸ καὶ ὁ κατὰ τοὔνομα, καὶ ὅτι προσυπακούειν δεῖ· ἠκολούθησεν δὲ τῇ Ἰαμβλίχου γραφῇ καὶ ὁ Συριανός. καὶ ὁ Ἀλέξανδρος δὲ διηνέχθη περὶ τὴν γραφὴν οὕτως γράψας· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος ὁ τῆς οὐσίας ὁ αὐτός· “προσυπακούειν δὲ” καὶ αὐτὸς “δεῖ, φησίν, τὸ ὁ κατὰ τοὔνομα”. τὸ αὐτὸ δὲ παράδειγμα τοῦ ζῴου καὶ ἐπὶ τῶν συνωνύμων παρείληφεν, ὅπερ καὶ ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀπορῶν ἄλλου παραδείγματος, ἀλλ’ ἐνδεικνύμενος ὅτι τὸ αὐτὸ ὄνομα ἄλλων μὲν πραγμάτων ὁμωνύμως ἐστὶ δηλωτικόν, ὡς τὸ ζῷον τοῦ τε ἀνθρώπου καὶ τοῦ ἀνδριάντος, ἄλλων δὲ συνωνύμως, ὡς ἀνθρώπου καὶ βοός· ἑνὶ γὰρ καὶ τῷ αὐτῷ λόγῳ ζῷον ἑκάτερον, οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ ἑκάτερον. τοῦτο μὲν οὐχ οὕτως θαυμαστόν, τὸ δὲ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ ὁμώνυμον εἶναι καὶ συνώνυμον, τοῦτο ἂν εἴη θαυμασιώτερον. Ἐπιστῆσαι γὰρ ἄξιον, ὅτι τετραχῶς τὸ αὐτὸ ὁμώνυμόν τε καὶ συνώνυμον λέγεται.
“同名同义者被说为……直至将给出同一者。” 在首先论述了同名异义者之后(因为‘存在’似乎同名异义地属于十个范畴),他接着引入了关于同名同义者的论说。因为需要关于同名同义者的知识,是由于此后各个属对其自身之下者的述谓是同名同义地产生的,且由于相互同名同义的事物被归入同一范畴之下。同名同义者与同名异义者共有的一点,在于同名同义者亦如在同名异义者中一样名称是共通的;而其不同之处,在于同名同义者不仅名称是共通的,而且依名称的说明方式(包括定义的和描述的说明方式)对于同名同义者亦是共通的,即使此处未附加‘依名称’。因为波菲利在《致盖达利乌斯》中这样写道:‘同名同义者被说为那些名称共通且说明方式同一的事物。’ 因为必须心领神会地补充它;因为定义的和描述的说明方式必须与名称相配合。此外,在同名同义者的场合,单一名称表示单一事物;而在同名异义者的场合,单一名称指示多个事物,且在前者述谓单一概念,在后者述谓诸多概念。再者,同名异义者容纳矛盾;因为被画出的动物是动物又不是动物,作为鸟的乌鸦是乌鸦又不是乌鸦(因为它不是门上的器械);而同名同义者则不容纳矛盾;因为不可能在人作为动物时说他不是动物。波菲利在《问答录》中说,“必须理解为‘实体的说明方式’,因为这正是定义的说明方式”,但在《致盖达利乌斯》中他却说不再需要补充‘实体的’:“因为在同名同义者中,并非依据各自事物是什么而它们的说明方式是同一的,而是依据一切事物分有某种共通之物而同一的”。他现在似乎没有将‘实体’与‘说明方式’联系在一起以使‘实体的说明方式’成为定义,而是依据各自事物依之而是的相来理解;因为人和马依据‘动物’是同名同义的,且依据这一点它们的说明方式是同一的,然而并不是依据它们最根本地形构其实体的方面(即依据人或依据马)是同一的;因为这两者各自的说明方式是不同的。他自己进一步说:“即使有人补充‘实体的’,显然我们所理解的实体将不是严格命名的实体,而是可以说更共通地表示各自的存在的那种实体”。 然而应当知道,现在在绝大多数抄本中,异文是这样流传的:“同名同义者被说为那些名称共通且依名称的实体的说明方式同一的事物”。波菲利在《问答录》中亦是这样写的,而扬布利柯则没有‘实体的’,这样写道:“同名同义者被说为那些名称共通且依名称的说明方式同一的事物”;并且他指出,在某些抄本中并未记载‘且依名称的’,而应当补充之;叙利亚努斯亦遵循了扬布利柯的读法。亚历山大亦在读法上有所分歧,这样写道:“同名同义者被说为那些名称共通且实体的说明方式同一的事物”;并且他自己亦说,“应当补充‘依名称的’”。亚里士多德在同名同义者的场合亦采用了与在同名异义者中相同的动物的例子,并非由于缺乏其他例子,而是为了表明同一名称对于某些事物是同名异义地表示的(如动物之于人和雕像),而对于另一些事物则是同名同义地表示的(如之于人和牛);因为依单一且同一的说明方式每一者皆是动物,因为每一者皆是有灵魂的感觉实体。这一点并不那么令人惊异,但同一事物相对于同一事物既是同名异义的又是同名同义的,这会更加令人惊异。因为值得注意的是,同一事物在四种意义上被说为既是同名异义的又是同名同义的。
- 1.3διὰ τὴν ἑκάστου λοιπὸν τῶν γενῶν κατὰ τοῦ ὑφ’ ἑαυτὸ κατηγορίαν συνωνύμως γινομένην καὶ ὅτι τὰ συνώνυμα ἀλλήλοις ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν
介词 διά 支配一个宾格名词短语 τὴν ... κατηγορίαν ... γινομένην(属格 ἑκάστου ... τῶν γενῶν 作为逻辑主语,κατὰ τοῦ ὑφ’ ἑαυτὸ 表示述谓对象),并通过连词 καί 与表示原因的从句 ὅτι ... ἀνάγεται 形成并列。两种不同的句法结构并列表达了并行的原因。
- 1.3καὶ ἔοικεν νῦν τὴν οὐσίαν μὴ συνάψαι τῷ λόγῳ, ὥστε τὸν λόγον τῆς οὐσίας τὸν ὁρισμὸν εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος ἀκοῦσαι καθ’ ὅ ἐστιν ἕκαστον
动词 ἔοικεν 为人称构词,以方才提及的波菲利为隐含主语,支配两个相对比的不定词:μὴ συνάψαι 与 ἀλλὰ ... ἀκοῦσαι。在表示结果的 ὥστε 从句中,τὸν λόγον τῆς οὐσίας 为宾格主语,而 τὸν ὁρισμόν 为述语宾格。
