- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:347.35-348.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证“何时”这一范畴在于事物对时间的纯粹关系,结合波埃图斯等人的观点梳理了日常用语的歧义,并提出疑难:在“在某物之中”的众多模式中,为何唯独在时间中与在地点中构成了固有的独立范畴。
ἢ οὔτε τὰ πράγματα τὰ ἐν χρόνῳ οὔτε αὐτὸς ὁ χρόνος οὔτε τὸ σύνθετον ἐξ ἀμφοῖν εἰδοποιεῖ τὴν τοῦ ποτὲ κατηγορίαν, ψιλὴ δὲ ἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον·12 διὸ οὔτε μέρη χρόνου παραληψόμεθα ἐν τῷ ποτὲ οὔτε τὰ πράγματα, ἀλλ’ ἔσται καὶ τοῦτο ἁπλοῦν ὥσπερ καὶ τὰ ἄλλα γένη. καὶ Βόηθος δὲ ἄλλο μὲν τὸν χρόνον ὑποτίθεται, ἄλλο δὲ τὸ μετέχον χρόνου καὶ ἐν χρόνῳ, καὶ εἶναι μὲν ἐνιαυτὸν καὶ μῆνα χρόνον, ἐνιαυσιαῖον δὲ καὶ μηνιαῖον μετέχον χρόνου, ὥσπερ ἄλλης κατηγορίας φρόνησις καὶ τὸ κατὰ φρόνησιν, οἷόν ἐστι τὸ φρονεῖν, ἄλλης, καὶ τὸ μέν ἐστι ποιότητος, τὸ δὲ τοῦ ποιεῖν· οὕτως καὶ ὁ χρόνος καὶ τὸ κατὰ χρόνον διέστηκεν. Ἐπεὶ δὲ τινες ἐκ τῆς τοῦ πράγματος ἀσαφείας διεστηκότα ταῦτα εἰς ταὐτὸ συγχέουσιν, λεγέσθω τι καὶ πρὸς τούτους παραμύθιον, ὅτι τὸ ποτὲ διττόν ἐστι, τὸ μὲν χρόνος, τὸ δὲ ἰδίως ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἀεί, τὸ μὲν ἐν χρόνῳ, καθ’ ὃ λέγομεν ‘ἀεί ἐστι πρᾶξις’, τὸ δὲ χρόνος, παρώνυμον τοῦ αἰῶνος· ὁμοίως δὲ καὶ τὸ πέρυσιν διττόν· τὸ δὲ εἰς νέωτα καὶ τῆτες οὐκέτι, ἀλλὰ τὸ ἐν χρόνῳ μόνον δηλοῦσιν. καὶ χρόνου μὲν διαφορὰς τίθενται παρεληλυθότα, ἐνεστῶτα, μέλλοντα, τοῦ ποτὲ δὲ διαφορὰς τὸ πέρυσιν, εἰς νέωτα, τῆτες. τὸ δὲ πάλαι, ὅταν μὲν λέγωμεν ‘ὁ πάλαι ὤν’, χρόνον δηλοῖ, ὅταν δὲ ‘πάλαι ἔπραξεν’, ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἄρτι καὶ νῦν καὶ τὸ ἤδη καὶ χρόνον δηλοῦν καὶ ἐν χρόνῳ. τὸ δὲ χρονίζειν τὸ ἐν χρόνῳ, οὐ τὸν χρόνον· οὐ γὰρ χρονίζει χρόνος, ὅτι μὴ ἔστιν ἐν χρόνῳ χρόνος, καὶ ἔστι τοῦ ποτὲ τὸ χρονίζειν, κἂν σχήματι χρῆται τοῦ ποιεῖν (καὶ γὰρ ὁ τεμνόμενος χρονίζει καὶ ὁ τέμνων), ὥσπερ καὶ ταχύνειν καὶ βραδύνειν λέγομεν. καὶ ὁ μὲν χρόνος ἄπειρος, τὸ δὲ ποτὲ πεπέρασται, ὅτι καὶ ἡ ἐν αὐτῷ πρᾶξις πεπέρασται, διὸ τῶν θείων τὸ ποτὲ ἐξώρισται. ἀλλὰ ταῦτα μὲν προσιστορήσθω τῆς συνηθείας τῶν ὀνομάτων ἕνεκεν. Περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ θαυμάζω μὲν ἐγὼ τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως καίτοι τὰ ἄλλα τῷ Ἀρχύτᾳ κατακολουθῶν ὅμως τὴν τοῦ ἐν χρόνῳ καὶ ἐν τόπῳ διαφορὰν ἐθεάσατο δυνάμενα εἰς γένη διάφορα τίθεσθαι.3 ἀλλ’ ἐκεῖνο πρόχειρον ἀπορεῖν, πῶς πολλῶν ὄντων τῶν ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς λεγομένων δύο μόνα ταῦτα τῶν ἔν τινι, τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ, ἰδίας ἡμῖν κατηγορίας ἐχαρακτήρισεν. λέγεται δὲ ἔν τινι ὡς τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ καὶ ὅλως τὸ ἐν ὑποκειμένῳ, καὶ ὡς τὰ μέρη ἐν τῷ ὅλῳ καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι, καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, καὶ ἔτι μέντοι ὡς τὸ γένος ἐν τοῖς εἴδεσι καὶ τὰ εἴδη ἐν τῷ γένει, καὶ πρὸς τούτοις τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ τὰ τοῦ ἄρχοντος ἐν τοῖς ἀρχομένοις, καὶ τὸ ὡς ἐν ἀγγείῳ, καὶ ταῦτα τὰ νῦν προκείμενα, τό τε ἐν τόπῳ καὶ τὸ ἐν χρόνῳ. τοσαυταχῶς οὖν λεγομένου τοῦ ἔν τινι, διὰ τί κατὰ μόνας τὰς δύο σχέσεις ταύτας ἴδιαι κατηγορίαι συνέστησαν;
或者说,既非在时间之中的事物,亦非时间本身,亦非二者的复合体形相化了“何时”这一范畴,而是事物对时间的纯粹关系;因此我们在“何时”之中既不包含时间的部分,亦不包含事物,而是这一范畴正如其他诸属一样也将是单纯的。波埃图斯亦假定时间是一回事,而分有时间并在时间之中的是另一回事,并且年与月是时间,而一年的与一月的则是分有时间者,正如明智属于一个范畴,而依循明智者——例如明智地行动——属于另一个范畴,且前者属于性质,后者属于行事;时间与依循时间者亦是如此相异。 然而,既然有些人由于事物的晦暗性而将这些相异之事混为一谈,那么亦当对他们提出某种解释:“何时”是双重的,其一为时间,其二则严格地为在时间之中。同样,“总是”亦是双重的,其一为在时间之中,依此我们说“行动总是在”,其二为时间,是永恒的派生词;同样,“去年”亦是双重的;但“来年”与“今年”则不再如此,而是仅表示在时间之中。并且他们将过去、现在、未来设为时间的差异,而将“去年”、“来年”、“今年”设为“何时”的差异。至于“很久以前”,当我们说“很久以前存在的人”时表示时间,而当说“他很久以前行动了”时则表示在时间之中;同样,“刚才”、“现在”与“已经”亦既表示时间,又表示在时间之中。而“耗时延宕”则表示在时间之中,而非时间本身;因为时间并不延宕,因时间不在时间之中,且“耗时延宕”属于“何时”,即使它采用了行事的外形(因为被切割者延宕,切割者亦延宕),正如我们亦说“加快”与“放慢”。并且时间是无限的,但“何时”是有限的,因为在其中的行动亦是有限的;因此“何时”被排除在神圣事物之外。不过,这些姑且作为关于名词习惯用法的补充说明。 关于“何时”与“何处”,我本人赞叹亚里士多德的敏锐,因为他虽然在其他方面追随阿尔库塔斯,却仍然洞察到了在时间之中与在地点之中的差异,认识到它们能够被置于不同的属之中。但很容易提出这样一个疑难:既然“在某物之中”有诸多情况,并且至少有十一种说法,为何在所有“在某物之中”者里仅有这两者——在时间之中与在地点之中——被他作为固有的范畴向我们表征出来?因为“在某物之中”可以说成如偶性在实体之中,以及普遍而言在基质之中,如部分在整体之中,整体在部分之中,如形相在质料之中,更如属在种之中,种在属之中,此外如被统治者的事务在统治者之中,统治者的事务在被统治者之中,如在容器之中,以及当下摆在面前的这两者,即在地点之中与在时间之中。因此,既然“在某物之中”有如此多的说法,为何唯独依据这两种关系建立了固有的范畴?
- 8.0ψιλὴ δὲ ἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον
承前共享先行主句谓语动词 εἰδοποιεῖ(赋予形相)的省略结构。当理解为“事物对时间的纯粹关系[赋予了该范畴形相]”。亦可补充系动词 ἐστί 理解为独立陈述,但鉴于其与前句 οὔτε τὰ πράγματα... οὔτε αὐτὸς ὁ χρόνος... εἰδοποιεῖ 的直接对照,补出 εἰδοποιεῖ 更为自然。
- 8.0τὸ δὲ χρονίζειν τὸ ἐν χρόνῳ, οὐ τὸν χρόνον
承接前句谓语动词 δηλοῖ(表示)的省略结构。主语为 τὸ χρονίζειν(“耗时延宕”这一用语),宾语为 τὸ ἐν χρόνῳ(在时间之中)与 τὸν χρόνον(时间本身)。
- 8.0δυνάμενα εἰς γένη διάφορα τίθεσθαι
中性复数宾格分词 δυνάμενα 在句法上并未与其紧邻的阴性单数宾格名词 διαφορὰν 一致,而是依意合(constructio ad sensum)指代其中所包含的两项内容,即 τὸ ἐν χρόνῳ(在时间之中)与 τὸ ἐν τόπῳ(在地点之中)。
