← 辛普里丘

亚里士多德《范畴篇》注释

§346.18-347.35

作为时间关系的何时与诸学说辨析

辛普里丘总结了伊安布利柯引文中亚里士多德将时间视为连续数量并确立“何时”为独立范畴的依据,梳理了阿尔库塔斯、安德罗尼柯与普罗提诺的不同立场,并通过论证“昨天”等词指涉对时间的关系而非时间的部分来回应疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#5

ἀλλὰ τούτων μὲν ὡς διὰ τὸ ἀκριβὲς τὴν εἰσαγωγικὴν πραγματείαν ὑπερβαινόντων οὐκ ἐφάπτεται νῦν, τὸ μέντοι συνεχῆ καὶ ποσὸν εἶναι τὸν χρόνον ὡς κοινὸν ἀξίωμα λαμβάνει. ἀριθμὸν δὲ αὐτὸν οὐ τὸν τῶν μονάδων εἶπεν, ἀλλ’ ἀντὶ τοῦ μέτρου τῷ ἀριθμῷ κέχρηται· τὸ γὰρ μετρεῖν τῷ ἀριθμεῖν οὐ ταὐτόν. μέτρον δέ ἐστιν τοῦ ἐν τῇ κινήσει προτέρου καὶ ὑστέρου, ὁποία ποτὲ ἂν ᾖ κίνησις, εἴτε κατὰ γένεσιν καὶ φθορὰν εἴτε κατὰ αὔξησιν καὶ μείωσιν εἴτε κατὰ ἀλλοίωσιν εἴτε κατὰ τὴν κατὰ τόπον μεταβολήν. ὅτι δὲ συνεχὲς ποσὸν ὁ χρόνος καὶ οὐ διωρισμένον, δῆλον ἐκ τοῦ πᾶν τὸ λαμβανόμενον αὐτοῦ μέρος διαιρετὸν εἶναι· οὐ γὰρ καταλήγομεν διαιροῦντες εἰς ἀδιαίρετόν τι, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ εἰς τὴν μονάδα ἀδιαίρετον οὖσαν. δῆλον καὶ ὅτι τῷ μεγέθει καὶ τῇ κινήσει ἀκολουθεῖ, ἅπερ συνεχῆ ἐστιν ὁμολογουμένως. ὥστε οὔτε ἀκατάληπτον ἡγεῖται τὸν χρόνον Ἀριστοτέλης οὔτε ἄλλο τι τὴν φύσιν αὐτοῦ παρὰ τὸ ποσὸν ἡγεῖται. καὶ γὰρ καὶ ἄλλως ἄτοπον ἦν, ὡς εἴρηται, τὴν μὲν οὐσίαν τοῦ χρόνου μὴ νομίζειν ποσόν, συμφυὲς δὲ αὐτῷ τὸ ποσὸν ὑπολαμβάνειν· πᾶν γὰρ τὸ συμφυὲς οὐκ ἔξω τῆς οὐσίας ἐστίν. ἀλλ’ οὐδὲ τὰ ἀπολαμβανόμενα τοῦ χρόνου φυσικὰ μέτρα, οἷον τὴν ἡλίου ἢ σελήνης περίοδον, ταῦτά ποτε ἐποίησεν ἄλλο γένος ἂν κατηγορίας·1 ἀλλὰ ταῦτα μὲν τὸν χρόνον συμπληροῖ καὶ μέτροις περιλαμβάνει, ὅταν δέ τι πρᾶγμα ἕτερον ὂν τοῦ χρόνου καὶ οὐχ ὡς μέρος χρόνου λαμβανόμενον σχέσιν ἔχῃ πρὸς χρόνον καὶ διὰ τοῦτο ἐν χρόνῳ ἐστίν, ὥσπερ ἡ ἐν Σαλαμῖνι ναυμαχία ἐν τῷδε τῷ χρόνῳ, τότε ἄλλη κατηγορία γίνεται ἡ τοῦ ποτέ, ἄλλη οὖσα παρὰ τὸ ποσόν”. καὶ αὕτη μὲν ἡ Ἀριστοτέλους δόξα. Ἀρχύτας δὲ καὶ Ἀνδρόνικος ἰδίαν τινὰ φύσιν τὴν τοῦ χρόνου θέμενοι ὁμοῦ τούτῳ συνέταξαν τὸ ποτὲ ὡς περὶ τὸν χρόνον ὑφιστάμενον. αὐτὰ γὰρ τὰ προηγούμενα τῆς ὑποστάσεως πρῶτα γένη, περὶ ἃ τὰ ἄλλα ὑφίσταται, πρόκειται αὐτῷ ὡς ἀρχηγικώτατα λαμβάνειν·2 ἐπεὶ τοίνυν ὁ μὲν χρόνος τοῦ ποτέ, ὁ δὲ τόπος τοῦ ποῦ κατ’ αὐτὸ τὸ εἶναι προτέτακται, εἰκότως αὐτοῖς ὡς προηγουμένως γένεσι χρῆται παραλιπὼν τὰ ἐν αὐτοῖς περιεχόμενα ὡς δεύτερα ἐκείνων ὄντα. δέδεικται οὖν ἐκ τῶν εἰρημένων, ὅπως μὲν Ἀριστοτέλης ἐν ἄλλῃ κατηγορίᾳ τὸ ποτὲ τίθεται ταῖς διαφοραῖς τῶν σημασιῶν προσέχων, ὅπως δὲ Ἀρχύτας τῷ χρόνῳ συνέταξεν τὸ ποτὲ πρὸς τὴν κατὰ τὰ πράγματα συγγένειαν ἀποβλέπων, πῶς δὲ Πλωτῖνος ἀνεῖλεν τὴν τοῦ ποτὲ κατηγορίαν διὰ τὸ συνάγειν εἰς βραχύτατον ἀριθμὸν τὰ πρῶτα γένη καὶ μὴ πάνυ τι διδόναι ταῖς τῶν νοήσεων καὶ σημασιῶν παραλλαγαῖς. Ἀλλ’ ἐπὶ τὰς ἀπορίας λοιπὸν ἰτέον τὰς φερομένας πρὸς τὸ ποτὲ καὶ τὰς λύσεις αὐταῖς ἐπακτέον. ὅταν οὖν οἱ περὶ Πλωτῖνον καὶ Ἀνδρόνικον τὸ χθὲς καὶ αὔριον καὶ πέρυσιν μέρη χρόνου λέγωσιν καὶ διὰ τοῦτο ἀξιῶσιν τῷ χρόνῳ συντετάχθαι, φήσομεν οὐκ εἶναι αὐτὰ μέρη χρόνου, ἀλλὰ σχέσιν περιέχειν τῶν ἐν τῷ χρόνῳ ὄντων πραγμάτων πρὸς τὸν χρόνον, ἄλλο δὲ ἐστιν τούτων ἑκάτερον.3 ἀλλ’ εἰ χρόνος, φασίν, παρεληλυθὼς τὸ χθὲς ἢ μέτρον χρόνου, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος, καὶ δύο κατηγορίαι ἔσονται καὶ οὐχ ἓν ἁπλοῦν τὸ ποτέ’. ἢ τῷ αὐτῷ λόγῳ φήσομεν, εἰ ἕτερον τὸ ζῷον καὶ ἕτερον τὸ λογικὸν καὶ ἕτερον τὸ θνητόν, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ τρεῖς κατηγορίαι· εἰ δὲ ἐπὶ τούτου ἑνὶ τῷ εἴδει τὰ τρία συλλαμβάνομεν, καὶ ὁ χρόνος καὶ τὸ παρεληλυθὸς εἰς ἓν πρᾶγμα συντελεῖ καὶ οὐ ποιεῖ δύο κατηγορίας. μήποτε δὲ οὐδὲ χρόνος ἁπλῶς παρεληλυθώς ἐστι τὸ χθὲς οὐδὲ ἔννοιαι πλείονες εἰς ταὐτὸ συντρέχουσιν ἐπὶ τούτου· κατ’ αὐτὴν γὰρ μόνην τὴν σχέσιν τοῦ πράγματος πρὸς τὸν χρόνον τὸ χθὲς εἰδοποιεῖται. ‘ἀλλ’ εἰ τὸ ποτέ, φασί, τὸ ἐν χρόνῳ λέγεται, τοῦτο τὸ ἐν χρόνῳ, εἰ μὲν πρᾶγμά τί φατε, οἷον τὸν Σωκράτην, ὅτι πέρυσιν ἦν ὁ Σωκράτης, ἄλλης ἐστὶ κατηγορίας· εἰ δὲ τὸν χρόνον, καὶ οὗτος ἄλλης· εἰ δὲ τὸ σύνθετον, οὐκ ἔσται μία κατηγορία’.

但由于这些问题因其精密性超越了入门论述,亚里士多德当下并未触及它们,然而他将时间是连续的且为数量作为公理来接受。他称时间为数,并非指由单位组成的数,而是用“数”代指“尺度”;因为度量与计数并非同一回事。而且[时间]是运动中在先与在后的尺度,无论运动是何种类型,无论依据生成与消灭,依据增加与减少,依据质变,抑或依据位置的移动。至于时间是连续数量而非离散数量,显见于其所取的任一部分皆可分;因为我们在分割时并不止步于某种不可分之物,正如在数的情况下止步于不可分的单位那样。这同样显见于时间随从大小与运动,而公认这二者皆是连续的。因此亚里士多德既不认为时间不可把握,亦不认为其本性是数量之外的任何事物。因为正如已指出的那样,不认为时间的实体是数量,却假定数量与其同生共长,在其他方面也是荒谬的;因为凡同生共长者皆非在其实体之外。此外,即使是从时间中获取的自然尺度,例如太阳或月亮的周期,亦绝不会构成范畴的另一属;相反,这些事物补全时间并以尺度包容时间,而当某种与时间有别且不作为时间之一部分被领会的事物具有相对于时间的关系,并因而在时间之中时——正如萨拉米斯海战在这一时间之中——此时,‘何时’便成为另一个范畴,不同于数量。”这便是亚里士多德的见解。然而阿尔库塔斯与安德罗尼柯设定时间具有某种固有的本性,将“何时”与时间并列在一起,视其为围绕时间而成立者。因为他的宗旨在于,将那些引领成立的主要最初诸属——其他事物皆围绕它们而成立——作为最根本之物来把握;既然时间在存在本身上先于“何时”,地点先于“何处”,他合宜地将它们用作首要的属,而略去其中所包容的事物,因这些事物次于前者。因此,从前述内容已表明:亚里士多德如何着眼于意义的区别而将“何时”置于另一范畴;阿尔库塔斯如何着眼于事物间的亲缘性而将“何时”与时间并列;以及普罗提诺如何通过将最初诸属归纳为最少数目,并且完全不对思维与意义的差异让步,从而取消了“何时”这一范畴。但接下来必须转向针对“何时”提出的疑难,并为之带来解答。因此,当普罗提诺与安德罗尼柯一派声称“昨天”、“明天”与“去年”是时间的部分,并因而要求将它们与时间并列时,我们将回答说:它们并非时间的部分,而是包含了在时间之中的事物对时间的关系,且这两者各不相同。“但是,如果‘昨天’是过去的时间或时间的尺度,”他们说,“若过去者是一回事而时间是另一回事,它就将是某种复合之物,并将会是两个范畴,而‘何时’便不是单一单纯的东西了。”或者我们将以同样的理由说:如果动物是一回事,理性的又是另一回事,能死的又是另一回事,那么难道它就不是单纯的,而是三个范畴了吗?但如果在这种情况中我们是在单一物种中统摄这三者,那么时间和过去者同样促成单一事物,并不造成两个范畴。或者,“昨天”甚至并非单纯过去的时间,在此情况下也不是多个概念汇聚于同一事物;因为“昨天”仅仅依据事物对时间的关系本身而获得形相。“但是,”他们说,“如果‘何时’被称为‘在时间之中的东西’,那么对于这‘在时间之中的东西’,如果你们指的是某种事物,例如苏格拉底,说‘苏格拉底去年存在’,它就属于另一个范畴;如果指的是时间,这同样属于另一个范畴;而如果指的是复合体,那就不再是一个范畴了。”

语法注3 条
  1. 8.0ταῦτά ποτε ἐποίησεν ἄλλο γένος ἂν κατηγορίας

    ἄν 与直陈式不定过去时 ἐποίησεν 连用,构成虚拟反事实(或过去潜在)结构,意为“这些也决不会构成范畴的另一属”。中性复数主语 ταῦτα... μέτρα 搭配单数动词,符合标准语法。

  2. 8.0πρόκειται αὐτῷ ὡς ἀρχηγικώτατα λαμβάνειν

    πρόκειται 搭配与格 αὐτῷ(指阿尔库塔斯)与不定词 λαμβάνειν 的无人称结构,表“把握……作为最根本之物是他的目的/宗旨所在”。

  3. 8.0ἄλλο δὲ ἐστιν τούτων ἑκάτερον

    部分属格 τούτων 指代前文并置的两种情形:作为“时间的部分(μέρη χρόνου)”与“包含在时间中之事物对时间的关系(σχέσιν περιέχειν...)”。主语为 τούτων ἑκάτερον(“这两者中的每一者”),表语为 ἄλλο(“是不同的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:346.18-347.35