← 辛普里丘

亚里士多德《范畴篇》注释

§345.1-346.18

何时范畴的成立根据与作为连续数量的时间本质

辛普里修阐明了“何时”作为对时间的关系何以构成一个独立范畴,并引介了伊安布利柯的论证,即时间的本质并非不可把握而是显然属于数量。随后,他论证了时间既是运动的尺度、也是由圆周运动所度量的连续数量,并概述了古代哲学家关于时间的各种规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#4

πρὸς μὲν γὰρ τὸ νυχθήμερον ἔχει πως τὸ χθὲς ἢ αὔριον, τὸ μὲν πρὸς τὸ παρελθόν, τὸ δὲ πρὸς τὸ μέλλον, πρὸς δὲ τὴν ἀπ’ ἀνατολῆς ἕως δυσμῶν φορὰν τὸ τήμερον, πρὸς δὲ τὸν ἡλίου κύκλον τὸν μὲν παρελθόντα τὸ πέρυσιν, τὸν δὲ ἐνεστῶτα τὸ τῆτες, λοιπὸν δὲ καὶ ἀορίστως πρὸς μὲν τὸ παρὸν τὸ ἤδη καὶ τὸ ἄρτι, πρὸς δὲ τὸ παρελθὸν τὸ πάλαι, πρὸς δὲ τὸ μέλλον τὸ οὔπω. γένος οὖν ἄλλο κατὰ ταῦτα πολλὰ ὄντα συνεστήσατο τὸ ποτέ.1 “Ταύτην μὲν οὖν τὴν λύσιν, φησὶν Ἰάμβλιχος, συνευπορησάντων ἑτέρων παρειλήφαμεν, ἡμεῖς δέ, φησίν, καθ’ ἑαυτοὺς μετιόντες τὴν περὶ τούτων πραγματείαν οὔτε ἀκατάληπτον τὴν οὐσίαν φαμὲν τοῦ χρόνου, ἀλλὰ προδήλως ἐν τῷ ποσῷ κειμένην· πρὸς γὰρ τοῖς ἄλλοις καὶ μάχεται πρὸς ἑαυτὸ τὸ εἰρημένον, ὅτι ἡ οὐσία μὲν τοῦ χρόνου οὐκ ἔστιν ποσόν, ἰδίως δὲ αὐτῷ συμφυές ἐστιν τὸ ποσόν· πᾶν γὰρ τὸ συμφυὲς κατ’ οὐσίαν ἐνυπάρχει, καὶ τὸ κατ’ ἰδιότητα τοῦ εἶναι συνυπάρχον οὐκ ἔξω τῆς οὐσίας ἀφέστηκεν. οὐ μέντοι οὔτε τῷ χρόνῳ ταὐτὸν τὸ ποτέ, ἀλλ’ εἴπερ ἄρα, τῇ σχέσει τῇ πρὸς τὸν χρόνον· κυρίως γὰρ εἰδοποιεῖται ἐν τῷ διίστασθαι μὲν τοῦ χρόνου, κατὰ τὸ ἐν χρόνῳ δὲ θεωρεῖσθαι. ὁ δὲ χρόνος ὅτι ποσόν, δεικτέον οὕτως.2 οὐ μόνον μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ μετρεῖται ὑπ’ αὐτῆς, ὥσπερ Ἀριστοτέλης φησίν· εἰς γὰρ τὰ μεταξὺ σύμπαντα καὶ τὸ τούτων πλῆθος καὶ μῆκος καὶ τὰς μακρὰς καὶ βραχείας κινήσεις ἀποβλέποντες τὸν πλείω καὶ ἐλάττω χρόνον ὁρίζομεν, ὥσπερ καὶ τὸ μέγεθος πάλιν καὶ τὴν κίνησιν ἀλλήλοις μετροῦμεν· πολλὴν γάρ φαμεν ὁδόν, ἧς ἡ πορεία πολλή, πολλὴν δὲ πάλιν πορείαν, ὅταν ἡ ὁδὸς μῆκος ἱκανὸν ἔχῃ. καὶ τοῦτο συμβαίνει εὐλόγως· ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει κίνησις, ταύτῃ δὲ ὁ χρόνος· συνεχῆ γὰρ καὶ διαιρετὰ ὁμοίως τὰ τρία. ποσὸν ἄρα καὶ ὁ χρόνος, ἐπειδὴ ἕκαστα συγγενεῖ μετρεῖται· μονάδες γὰρ μονάδι καὶ αἱ πᾶσαι κινήσεις μετρηθήσονται κινήσει. τίς οὖν ἥδε, εἰ μὴ γὰρ ἡ κυκλοφορία;3 ὁμαλὴς γὰρ αὕτη, καὶ δεῖ τὸ μέτρον ὁμαλές τε καὶ ὡρισμένον ὑπάρχειν. ἐπεὶ οὖν ὁ χρόνος κινήσει μετρεῖται, ἡ κυκλοφορία καὶ τοῦ χρόνου ὥσπερ καὶ τῶν κινήσεων ἔσται μέτρον. τούτῳ δὲ ὁμολογεῖ καὶ τὰ εἰωθότα λέγεσθαι, ὅτι κύκλῳ τὰ ἀνθρώπεια καὶ τὰ γινόμενα πάντα, καὶ ὡς ὁ χρόνος κύκλος τις καὶ περίοδος, ὥσπερ καὶ τὰ ἐν αὐτῷ· καὶ γὰρ τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται καὶ αὐτὸς ὑπὸ τοιαύτης. καὶ ὁ Ἀριστοτέλης οὖν εἰδὼς ἐν ταῖς κοιναῖς ἐννοίαις σαφῶς τοῦτο διωρισμένον, τὸ συνεχῆ εἶναι τὸν χρόνον καὶ ποσόν, ἐχρήσατο αὐτῷ ὡς κοινῷ ἀξιώματι. ὅθεν δὴ καὶ τὰ μὴ πεφυκότα κινεῖσθαι μηδὲ ἠρεμεῖν, ἀλλὰ φύσει ἀκίνητα ὄντα οὐδαμῶς φησιν ἐν χρόνῳ εἶναι, οἷά ἐστι τὰ νοήματα. ἐπεὶ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ, δεῖ καὶ τὴν ἠρεμίαν εἶναι σὺν χρόνῳ· μέτρον γὰρ καὶ ταύτῃ ὁ χρόνος· οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμοῦν, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι, πρὸς καιρὸν δὲ τῆς κινήσεως στερόμενον. εἰ οὖν καὶ ἀρχὴν ἔχει χρονικὴν ἡ ἠρεμία καὶ τέλος, δῆλον ὅτι χρόνῳ καὶ αὐτὴ μετρεῖται. προηγουμένως δὲ κινήσεώς ἐστι μέτρον ὁ χρόνος. ὥσπερ δὲ τὸ εἶναι ἐν ἀριθμῷ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος ἀριθμῷ, οὕτως καὶ τὸ εἶναι ἐν χρόνῳ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος χρόνῳ. πάλιν οὖν ποσοῦ συνεχοῦς καὶ κινήσεως συνεχοῦς μέτρον ὁ χρόνος, ὥστε εἰκότως αὐτὸν ἐν τῷ ποσῷ καὶ τῷ συνεχεῖ ἀφοριζόμεθα. διὸ καὶ ὁ ὁρισμὸς αὐτοῦ οἰκείως ἀποδέδοται ἀριθμὸς κινήσεως πάσης καὶ μέτρον τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου. καὶ κατὰ τὰς παλαιὰς δὲ δόξας ἡ αὐτὴ ἔννοια φαίνεται τοῦ χρόνου· ἢ γὰρ κίνησιν ἢ κινήσεώς τι ἤτοι χωριστὸν ἢ ἀχώριστον τὸν χρόνον ὑπολαμβάνουσιν. Στράτων μὲν γὰρ τὸ ποσὸν τῆς κινήσεως εἰπὼν τὸν χρόνον ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως, Θεόφραστος δὲ συμβεβηκός τι καὶ Ἀριστοτέλης ἀριθμὸν ὡς χωριστὸν ἐθεάσαντο· ἡνίκα δὲ ἕξιν ἢ πάθος κινήσεως λέγει, ὡς ἀχωρίστῳ καὶ αὐτὸς ἐχρήσατο.

因为相对于昼夜,“昨天”或“明天”具有某种关系,一者相对于过去,另一者相对于未来;相对于由东至西的运行,“今天”具有其关系;相对于太阳的周期,“去年”相对于过去的周期,而“今年”相对于现在的周期;此外在不定意义上,“已经”与“适才”相对于现在,“从前”相对于过去,“尚未”相对于未来。因此,随着这些情况繁多,[亚里士多德]确立了“何时”作为另一个属。“因此,这个解决,”伊安布利柯说,“是我们因他人共同开辟道路而继承过来的;但我们自己,”他说,“依自身推究关于这些问题的论题,认为时间的本质并非不可把握,而是显然处于数量之中。因为除了其他理由之外,‘时间自身的实体并非数量,而数量固有地与其同生共长’这一说法本身就是自相矛盾的;因为凡同生共长者皆依其实体而内在,依存在的固有特质而共存者并未被隔绝于实体之外。然而,‘何时’亦非与时间同一,如果有何同一的话,它是与对时间的关系同一;因为‘何时’的真正形相化,在于它既区别于时间,又依据‘在时间之中’而被考察。至于时间是数量,必须这样证明:时间不仅度量运动,而且正如亚里士多德所言,也为运动所度量;因为我们着眼于一切间隙及其多寡与长度,以及长短运动,从而界定或多或少的时间,正如我们又以大小与运动相互度量一样;因为凡行程广大者,我们称其道路广大,而当道路具有充分长度时,我们又称其行程广大。而这合理地发生;因为运动随从大小,时间随从运动;因为这三者同样连续且可分。因此时间亦是数量,既然每一事物皆由同族者度量;因为单位将由单位度量,一切运动亦将由运动度量。那么,若非圆周运动,这运动又是什么呢?因为圆周运动是均匀的,而尺度必须是均匀且确定的。因此,既然时间由运动度量,圆周运动既是运动的尺度,也将是时间的尺度。对此,习常的说法亦相吻合,即:人事与一切生成之物皆成循环,以及时间自身乃是某种圆环与周期,正如其中的事物一样;因为时间正是此类运行的尺度,它自身亦为此类运行所度量。因此,亚里士多德知道在共同概念中已清楚确定了这一点——即时间是连续者与数量——便将其用作共同公理。故而他主张,凡非本性上能运动亦非能静止,而是本性上不动之物,绝不在时间之中,正如智思对象那样。但既然运动在时间之中,静止也必须伴随时间;因为时间对静止而言也是尺度;因为并非一切不动者都在静止,而是本性上能运动而暂时匮乏运动者方在静止。因此,若静止亦具有时间上的开端与终结,显而易见它自身也是由时间度量的。但时间本原性地是运动的尺度。正如在数之中与事物的存在被数度量是同一的,在时间之中与事物的存在被时间度量同样是同一的。因此,时间再次是连续数量与连续运动的尺度,从而我们合宜地将它界定在数量与连续者之中。故而它的定义被贴切地表述为‘一切运动的数目,以及运动中在先与在后的尺度’。依据古人的见解,关于时间的同样概念亦显现出来;因为他们认为时间要么是运动,要么是运动的某种东西,要么可分离,要么不可分离。因为斯特拉托称时间为运动的数量,从而将它设定为运动的不可分离之物,而泰奥弗拉斯托斯视其为偶性,亚里士多德将其视作数目,作为可分离者;但当他称时间为运动的状态或情状时,他自己亦将其作为不可分离者来使用。

语法注3 条
  1. 8.0γένος οὖν ἄλλο κατὰ ταῦτα πολλὰ ὄντα συνεστήσατο τὸ ποτέ

    中动动词 συνεστήσατο 的主语依上下文补出为亚里士多德,宾语为 γένος ἄλλο,而 τὸ ποτέ 作同位语或述语修饰(“确立了‘何时’作为另一个属”)。亦可将 τὸ ποτέ 本身视为主语(“‘何时’构成了另一个属”),但考虑到前一语段末尾关于亚里士多德确立范畴意图的论述(ἄλλης κατηγορίας ἠξίωσεν),将亚里士多德视为行动主体最为连贯。

  2. 8.0ὁ δὲ χρόνος ὅτι ποσόν, δεικτέον οὕτως

    此处为主语先置结构(prolepsis),从属句(ὅτι 从句)的主语 ὁ χρόνος 被置于句首。在表语 ποσόν 之后省略了系词 ἐστίν,构成句子的基本框架:“至于时间是数量,必须这样证明”。

  3. 8.0τίς οὖν ἥδε, εἰ μὴ γὰρ ἡ κυκλοφορία;

    带有 γάρ 的修辞性疑问句中的省略表达。主句为 τίς οὖν [ἐστιν] ἥδε [ἡ κίνησις],随后的条件从句省略了动词与表语,整体表达强烈的肯定意味:“若非圆周运动,这运动又是什么呢?(除圆周运动外别无可能)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:345.1-346.18