← 辛普里丘

亚里士多德《范畴篇》注释

§343.14-345.1

普罗提诺时间论的检视与量及何时范畴

辛普里丘探讨了普罗提诺的时间观(将其视为实体、运动或灵魂的过渡性生命)并考察了相关的反驳与辩护,继而阐明亚里士多德尽管认识到时间本质的晦涩,仍因其连续性而将时间归入连续“数量”范畴,并把与时间尺度的关系归入独立的“何时”范畴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#3

ὥσπερ οὖν τὸ μετρούμενον ὑπὸ πήχεος οὐ λέγεται τί ἐστιν αὐτό, καὶ εἰ τὴν κίνησίν τις ἀποδοίη τὸ μετρούμενον ὑπό του, οὐ λέγει τίς ἐστιν αὐτὴ ἡ κίνησις, οὕτω καὶ ὁ μέτρον ἢ μετρούμενον λέγων χρόνον οὐ λέγει, συμβεβηκὸς δὲ εἰ ἄρα τι τῷ χρόνῳ. εἰ δὲ εἰκόνα κινητὴν αἰῶνος αὐτὸν ὥσπερ ὁ Πλάτων φησίν, ἀναιρεῖ τὸ εἶναι πρός τι· κἂν γὰρ ὑπάρχῃ αὐτῷ τὸ μετρεῖν καὶ μετρεῖσθαι κατὰ σχέσιν, οὐκ ὄντι σχέσει ἀλλ’ ἄλλῳ τινὶ πρὸ τῆς σχέσεως ὑφεστηκότι ὑπάρχει·1 οὔτε οὖν καθ’ ἑαυτὸν οὔτε πρός τι καὶ οὕτως. τοιαῦτα μὲν τὰ πρὸς τὸν Πλωτῖνον. δυνατὸν δὲ ὑπὲρ αὐτοῦ λέγειν ὡς ἐν οὐσίαις ὁ χρόνος θεωρεῖται,2 μήτε ποσὸν ὢν μήτε πρός τι, καὶ οὕτως ὑπὸ μίαν τῶν ὑπ’ αὐτοῦ τεθεισῶν πέντε κατηγοριῶν ὑπαχθήσεται. εἰ γὰρ εἰκών ἐστι κινητὴ τοῦ αἰῶνος, ἀνάλογον καὶ αὐτὸς περιέχει τὰ τῇδε ὥσπερ ὁ αἰὼν τὰ ὄντα, καὶ εἰ νοῦς ἐστιν ἐκεῖνος πασῶν νοήσεων καὶ πάντων εἰδῶν περιεκτικός, καὶ οὗτος πάντας τοὺς λόγους τῶν γινομένων ἐν ἑαυτῷ περιείληφεν, καὶ εἰ ἐν στάσει καὶ τῷ μένειν ἐκεῖνος ἐν ἑνὶ ὥρισται, καὶ οὗτος ἐν τῷ κινεῖσθαι κατ’ οὐσιώδη τινὰ ζωὴν καὶ κίνησιν καὶ ἐν τῷ μεταβαίνειν ἀφ’ ἑτέρου λόγου εἰς ἕτερον λόγον τὸ εἶναι ἔχει. ἄν τε ᾖ ἐν τοῖς τῆς ψυχῆς λόγοις καὶ τῇ τούτων μεταβατικῇ ἐνεργείᾳ ὁ χρόνος ὑφεστηκώς, ἐν τῷ αὐτῷ ἔσται γένει ἐν ᾧπερ καὶ ὁ τῆς ψυχῆς λόγος· καὶ γὰρ εἰ μὲν τὴν κίνησιν τῶν λόγων ὥσπερ ἄλλοι τινὲς οὕτως καὶ ὁ Πλωτῖνος ἀπεγίνωσκεν εἶναι οὐσιώδη, εἶχεν ἂν λέγειν ὡς οὐχ ὑπὸ τὴν οὐσίαν ἀλλ’ ὑπὸ τὴν κίνησιν δεῖ τιθέναι τὸν χρόνον κατὰ τὴν μεταβατικὴν κίνησιν τῆς ψυχῆς· εἰ δὲ οὐσιώδεις εἰσὶ τῶν λόγων ἐνέργειαι καὶ κατ’ αὐτούς, ἔσται καὶ ὁ χρόνος ὑπὸ τὴν οὐσίαν, οὐσίαν δὲ τὴν μέσην τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὕτως ἂν λέγοι τὸ ποτὲ μὴ δεόντως προστίθεσθαι ταῖς κατηγορίαις· εἶναι γὰρ αὐτὸ τοῦ χρόνου, τὸν δὲ χρόνον ὑπὸ τὴν οὐσίαν τετάχθαι. ταῦτα δὲ δηλονότι λέγει ὡς εἰ μὴ διεστῶτος τοῦ ποτὲ καὶ τοῦ χρόνου,3 ἢ εἰ καὶ διεστήκατον, μὴ ὄντος ἀξίου τοῦ ποτὲ εἰς θέσιν ἰδίας κατηγορίας. ἀλλὰ ταῦτα μὲν μετ’ ὀλίγον ἐξετασθήσεται. Ὁ δὲ Ἀριστοτέλης πεπεισμένος μὲν εἶναι τὸν χρόνον ἐκ τῆς ἐνεργείας αὐτοῦ, ἀσαφῆ δὲ τὴν οὐσίαν αὐτοῦ ὁρῶν πολλαχῇ μὲν ἐπ’ αὐτὸν ἦλθεν, ποτὲ μὲν ὡς ἐπ’ ἀριθμὸν κινήσεως, ποτὲ δὲ ὡς ἐπὶ μέτρον, ποτὲ δὲ ὡς ἐπὶ κινήσεώς τι, ποτὲ δὲ ὡς καὶ ἠρεμίας· λαβὼν δὲ τὴν ὡς συνεχοῦς πᾶσι προσπίπτουσαν ἔννοιαν ἐν τῷ γένει αὐτὸν ἔθετο ἐκείνῳ, ἐν ᾧ τὸ συνεχὲς καὶ τὸ πηλίκον· τοῦτο δὲ ἦν τὸ ποσόν. ὥσπερ οὖν τὰ ἄλλα πάντα πηλίκα τε καὶ ποσὰ τὰ μὲν ὑπὸ τῶν καθ’ ἕνα ἐν ἑαυτοῖς μετρεῖται, ὡς ἄνθρωποι δέκα ὑπὸ τῶν καθ’ ἕνα, τὰ δὲ θεμένων τι μέτρον ἐπ’ αὐτοῖς ἡμῶν οἷον πόδα καὶ χόα καὶ μέδιμνον, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ χρόνος ἕν τι ὢν τῶν συνεχῶν ποσῶν τοῖς ἑαυτοῦ μέρεσι μετρεῖται. ὥσπερ ἐν ἐπιφανείᾳ πολλῇ μέρος μὲν οὐδὲν ἀποτετμημένον οὐδὲ περιγεγραμμένον θεωρεῖται, θεμένων δὲ ἡμῶν τι μέτρον ἐν αὐτῷ ἔχει καὶ αὐτὸ περιγραφὴν τὴν κατ’ ἐκεῖνο τὸ μέτρον, οἷον πόδα καὶ τὰ ἄλλα μέτρα, οὕτω καὶ ὁ χρόνος τιθεμένων ἡμῶν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον τὸν τοῖς ἀπλατέσι νῦν ὁριζόμενον, οἷον ὥραν ἢ τὸν καλούμενον ὑπὸ τῶν γνωμονικῶν χρόνον, τούτῳ μετρεῖται. τινὰ δὲ καὶ μείζοσιν ὅροις περιγράφομεν φυσικῶς, οἷον ἡμέρᾳ, νυκτὶ καὶ τῇ ἐξ ἀμφοῖν τοῦ ἡλίου περιόδῳ καὶ μηνὶ καὶ ἐνιαυτῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. ἔστιν οὖν συμφυὲς μὲν αὐτῷ τὸ πηλίκον 〈ἢ〉 ποσόν, κἂν μὴ ᾖ αὐτὸς ποσόν, τὸ δὲ μετρεῖν καὶ μετρεῖσθαι καὶ ὅλως τὸ πρός τι ἐπείσακτον ἔσχεν· διὰ τοῦτο οὖν οὐκ ἐν τῷ πρός τι ἀλλ’ ἐν τῷ ποσῷ τῷ συμφυεῖ τὸν χρόνον ἔταξεν, ὅσα δὲ πρὸς τὰ μέτρα τὰ χρονικὰ τὴν σχέσιν ἔχει, ταῦτα ἄλλης κατηγορίας ἠξίωσεν.

因此,正如被肘尺所度量的事物并未被说明它自身是什么,又如果有人将运动界定为被某物度量者,他并未说明这运动本身是什么一样,将时间称为尺度或被度量者的人,同样没有说明时间是什么,而至多只是说明了时间的某种偶性。如果他像柏拉图那样称时间为“永恒的流动影像”,他就否定了它是关系;因为即使度量与被度量依据关联而属于它,也是属于那并非关系本身、而是在关系之前便已存立的某种别的东西;因此,即便如此,它也既不是就其自身而言者,也不是关系。对普罗提诺的反驳便是如此。 然而,亦可为他辩护说:时间是在实体之中被考察的,它既非数量亦非关系,从而它将被归入他所确立的五个范畴之一。因为如果它是永恒的流动影像,它自身也同样相应地包容此间的事物,正如永恒包容真实存在者一样;如果永恒是包容一切智思活动和一切形式的理智,那么时间也同样在自身之中包含了生成之物的一切理路;如果永恒被限定于静止和居留于一之中,那么时间也是依据某种本质性的生命和运动而在被推动之中、在从一个理路向另一个理路的过渡之中拥有其存在。而且,如果时间是在灵魂的诸理路中以及这些理路的过渡性现实活动中获得其存立的,那么它就将处于灵魂的理路所在的同一个属之中;因为如果普罗提诺像某些其他人一样否认诸理路的运动是本质性的,他本可以说不应将时间置于实体之下,而应依据灵魂的过渡性运动将其置于运动之下;但如果诸理路的现实活动是本质性的且依据它们自身,那么时间也将处于实体之下,而且是处于介于可知界与可感界之间的中间实体之下。这样一来,他便会主张“何时”不应被增补到诸范畴中;因为“何时”属于时间,而时间已被排在实体之下。但他显然是在预设“何时”与时间并未区分开来的情况下,或者即使二者有别,“何时”也不配设立为一个独立的范畴的情况下说这些话的。然而这些问题稍后将予以考察。 但亚里士多德由于从时间的现实活动中确信时间的存在,又看到它的本质模糊不清,便从多方面接近它:有时将其视作运动的数目,有时视作尺度,有时视作运动的某种东西,有时甚至视作静止的某种东西;但他采纳了对所有人来说都直观显现的作为连续者的概念,将它置于连续者和大小所在的那个属之中;而这属便是数量。因此,正如一切其他具有大小者和数量,有的被其自身内的一个个单位所度量(例如十个人由一个个的人度量),有的则是由我们在其上设立了某种尺度而被度量(例如设立了尺、升与斗)一样,以同样的方式,时间作为连续数量之一,也是由其自身的部分来度量的。正如在广大的表面上,没有哪个部分被视为被切分或被界定,而当我们在其中设立了某种尺度时,它自身也就具有了依据那一尺度的界定(例如尺及其他尺度)一样,时间也是当我们设立相对于感知而言最小的时间(即由无宽度的“现在”所限定的时间,例如一小时或被日晷学者们称为“时辰”者)时,由它来度量的。但有些事物我们也自然而然地用更大的界限来界定,例如白天、黑夜、由二者构成的太阳周期、月、年及其他此类者。因此,大小或数量固然是它与生俱来的本性,即使它自身并不是数量本身,但度量、被度量以及一般的关系则是它后来外加的;因此,亚里士多德没有把时间列在关系之中,而是列在与之同生共长的数量之中,而把那些对时间尺度具有关联的事物,视作配得上列入另一范畴。

语法注3 条
  1. 8.0οὐκ ὄντι σχέσει ἀλλ’ ἄλλῳ τινὶ πρὸ τῆς σχέσεως ὑφεστηκότι ὑπάρχει

    分词 ὄντι 与 ὑφεστηκότι 在与格上与代词 αὐτῷ(指时间)一致,起表语性修饰作用,表明度量与被度量之所以属于时间,并非因其“作为关系本身而存立”,而是因其作为“先于关系而存立的某种别的东西”。

  2. 8.0δυνατὸν δὲ ὑπὲρ αὐτοῦ λέγειν ὡς ἐν οὐσίαις ὁ χρόνος θεωρεῖται

    非人称结构 δυνατόν [ἐστι] 支配不定式 λέγειν,后者通过 ὡς 从句引出间接引语。此处标志着从对普罗提诺的反驳转向为其辩护(ὑπὲρ αὐτοῦ)。

  3. 8.0ταῦτα δὲ δηλονότι λέγει ὡς εἰ μὴ διεστῶτος τοῦ ποτὲ καὶ τοῦ χρόνου

    词组 ὡς εἰ 支配属格绝对结构(μὴ διεστῶτος τοῦ ποτὲ καὶ τοῦ χρόνου),表示说话者所预设的前提(“仿佛‘何时’与时间并未区分开来一样”)。它与随后的从句 ἢ εἰ καὶ διεστήκατον(“或者即使二者有别”)相呼应,用于分析普罗提诺未确立“何时”为独立范畴的依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:343.14-345.1