← 辛普里丘

亚里士多德《范畴篇》注释

§341.32-343.14

何时与何处的次序以及时间与处所的范畴地位

辛普里丘驳斥了时间先于处所的论辩,指出阿尔库塔斯的次序安排甚有道理,但仍依亚里士多德的列举推进讨论。随后他对比了亚里士多德将时间和处所归于数量的立场、阿尔库塔斯将它们与“何时”“何处”统合的做法,以及普罗提诺在五范畴框架下将时间和处所归于关系或运动的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#2

εἰ δὲ λέγοι τις, ὅτι πλείοσιν ὁ χρόνος ἤπερ ὁ τόπος ὑπάρχει, εἴπερ πάντα μὲν ἐν χρόνῳ τὰ γενητά, οὐ πάντα δὲ ἐν τόπῳ (οὔτε γὰρ ὁ τόπος ἐν τόπῳ ἐστὶν οὔτε αἱ πράξεις πολλαὶ οὖσαι καὶ ποικίλαι), πρῶτον μὲν ἐννοείτω ὅτι κἂν πλείοσιν ὁ χρόνος ὑπάρχῃ, οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν τῆς τάξεως ὑπεροχήν· “τὰ γοῦν πρός τι, φησὶν Ἰάμβλιχος, διὰ πάντων διατείνοντα οὐκ ἄν τις εὐλόγως προθείη1 τῆς οὐσίας ἢ τῆς ποιότητος, ἐπειδὴ αὗται οὐ δι’ ὅλων διήκουσιν”. μήποτε δὲ οὐκ ἀληθές ἐστιν ὅτι διὰ πλειόνων διήκει τὰ πρός τι ἤπερ ἡ οὐσία καὶ τὸ ποιόν· καὶ γὰρ αὐτὸς ὁ τοῦ πρός τι χαρακτὴρ κατὰ ποιότητα ἀφορίζεται, καὶ ἄνευ οὐσίας οὔτε τὸ πρός τι οὔτε ἄλλο τι τῶν γενῶν ὑποστῆναι δύνανται. καὶ αὐτὸ δὲ τοῦτο καθ’ αὑτὸ δεικνύναι δυνατόν, ὡς οὐκ ἐπ’ ἔλαττον τοῦ χρόνου καὶ ὁ τόπος διὰ πάντων διήκει· καὶ γὰρ πᾶν τὸ γινόμενον ἐν τόπῳ· εἰ δὲ ὁ τόπος μὴ ἔστιν ἐν τόπῳ, οὐδὲ χρόνος ἐν ἑτέρῳ χρόνῳ ἐστίν· οὐδέτερον γὰρ τούτων δεῖται τῆς συνοχῆς, ἣν αὐτὸ τοῖς ἄλλοις παρέχεται· οὐδὲ γὰρ ἄλλο τι τῶν ἀρχηγικῶν αἰτίων ἐπιδεές ἐστιν αὐτὸ τῆς εἰς τὰ ἄλλα ἀφ’ ἑαυτοῦ μεταδόσεως. καὶ αἱ πράξεις δὲ οὐκ ἄνευ τόπου γίνονται. οὕτως μὲν οὖν ἡ κατὰ Ἀρχύταν τάξις τούτων τῶν κατηγοριῶν πολὺν ἔχει λόγον. κατὰ συζυγίαν δὲ ἔνιαι κατηγορίαι συντάττονται διὰ τὴν πρὸς ἀλλήλας ἀπόνευσιν, ὥσπερ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· τῇ γὰρ ἐνεργείᾳ τοῦ κινοῦντος ἡ τοῦ πάσχοντος κίνησις συνέζευκται. οὕτως δὲ καὶ τὸ ποῦ καὶ ποτὲ ἀδελφά πώς ἐστι πρὸς ἄλληλα, κοινὴν ἐπ’ ἴσης παρέχοντα τὴν συντέλειαν πρὸς ὅλην τὴν γένεσιν καὶ τοῖς κινουμένοις τὴν ἴσην χρείαν συμβαλλόμενα. προκείσθω δὲ πρὸ τοῦ ποῦ τὸ ποτὲ εἰς ἐπίσκεψιν διὰ τὴν Ἀριστοτέλους τοιαύτην ἀπαρίθμησιν. Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης τὸν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ θεὶς τὸ ποτὲ καὶ ποῦ ἰδίας ἐποιήσατο κατηγορίας, ὁ μέντοι Ἀρχύτας καὶ Ἀνδρόνικος ἀκολουθῶν τῷ Ἀρχύτᾳ τῷ μὲν χρόνῳ τὸ ποτὲ συντάξαντες, τῷ δὲ τόπῳ τὸ ποῦ, οὕτως ἔθεντο τὰς δύο κατηγορίας, φυλάξαντες τὴν δεκάδα καὶ οὗτοι τῶν γενῶν. δεῖ δὲ τοὺς ἑπομένους τῷ Ἀριστοτέλει δεῖξαι πρῶτον μὲν ὅτι τοῦ ποσοῦ ὁ χρόνος ἐστὶν καὶ ὁ τόπος, ἔπειτα 〈ὅτι〉 τὸ ποτὲ καὶ ποῦ οὐ χρόνον καὶ τόπον ἀλλὰ σχέσιν πρὸς χρόνον καὶ τόπον δηλοῦσιν, καὶ ὅτι ἄξιά ἐστιν εἰς ἀριθμὸν τῶν γενικωτάτων παραλαμβάνεσθαι. ὁ μέντοι Πλωτῖνος συντάττων μὲν τὸ ποτὲ τῷ χρόνῳ, πέντε δὲ λέγων τὰς πάσας κατηγορίας, οὐσίαν, ποσόν, ποιόν, πρός τι, κίνησιν, ὤφελεν ἢ τοῦ ποσοῦ δεῖξαι τὸν χρόνον ἤ τινος ἄλλης τῶν πέντε τούτων κατηγοριῶν,2 εἰ μὴ μέλλοι τελέως ὁ χρόνος τῶν ὄντων ἐκβάλλεσθαι. ἀλλ’ ὅτι μὲν ποσὸν 〈οὐ〉 βούλεται αὐτὸν εἶναι,3 ἐδήλωσεν ἐν τοῖς περὶ τοῦ ποσοῦ λέγων· “ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον· ἢ γὰρ ψυχὴν ἢ τὸν νοῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, εἰ μὲν κατὰ τὸ τοσόνδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη· τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ δὴ ποσότης ὁ χρόνος· ἡ γὰρ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσά τις θεῖτο, καὶ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν”. ἐν δὲ τῷ τρίτῳ τῷ περὶ τῶν τοῦ ὄντος γενῶν “τόπον δέ, φησί, καὶ χρόνον μὴ κατὰ τὸ ποσὸν ἐννενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι τῷ πρός τι δοτέον,4 τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι, ἐπεὶ καὶ ἡ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη”. ἰδίαν γὰρ αὐτοῖς ὁ Πλωτῖνος κατηγορίαν τὴν τῆς κινήσεως ἀφωρίσατο. ἐν μέντοι τῷ περὶ χρόνου οὐκ αὐτὸν μέτρον ἀλλὰ μᾶλλον μετρούμενον ἀποφαίνεται· εἴτε δὲ μέτρον εἴτε μετρούμενον ἀποφαίνεται, ἄλλο ὂν τοῦ μετρεῖν καὶ μετρεῖσθαι κατὰ συμβεβηκὸς ἂν ἔχοι τὸ μετρεῖν ἢ μετρεῖσθαι.

如果有人说,时间属于比处所更多的事物,因为一切生成之物都在时间中,但并非一切都在处所中(因为处所既不在处所中,众多且多样的行为也不在处所中),那么他首先应当想到,即使时间属于更多的事物,这也不足以构成次序上的优越:“无论如何,关系,”扬布利柯说,“纵然贯穿一切事物,也没有人会合理地将其置于实体或性质之前,只因为后两者并不贯穿全体。”不过,说关系所贯穿的事物多于实体和性质,这或许并不真实;因为关系自身的特征就是依据性质而被界定的,而且没有实体,关系或诸属中的任何其他者都无法存立。不仅如此,就此本身也能予以证明:处所贯穿一切事物,并不亚于时间;因为一切生成之物都在处所中;如果处所不在处所中,时间也不在另一时间中;因为这二者都不需要自己提供给其他事物的那种维系;原初原因中的任何其他者,自身也都不匮乏从自身向其他事物施予的给予。而且诸行为也不是在没有处所的情况下生成的。因此,按照阿尔库塔斯对这些范畴的次序安排具有充分的道理。然而,某些范畴由于彼此的倾向而配对整序,正如“主动”与“受动”一样;因为受动者的运动与推动者的现实活动紧密结合。同样,“何处”与“何时”在某种程度上也彼此如同兄弟,对整个生成同等地提供共同的助益,并对运动之物贡献同等的功用。然而,由于亚里士多德的这种列举,还是让我们把“何时”置于“何处”之前提出以供考察。 应当知道,亚里士多德将时间和处所归于数量,而将“何时”和“何处”作为各自独立的范畴;然而阿尔库塔斯以及跟随阿尔库塔斯的安德罗尼柯,把“何时”与时间整序在一起,把“何处”与处所整序在一起,以此确立了这两个范畴,他们也同样维护了诸属的十数。但跟随亚里士多德的人必须首先证明时间和处所属于数量,其次证明“何时”和“何处”所表明的不是时间和处所,而是对时间和处所的关系,并且它们值得被列入最高属的数目之中。然而普罗提诺既然将“何时”与时间归在一起,并称全部范畴共有五个——实体、数量、性质、关系、运动——那么只要时间不至于被完全从存在者中驱逐出去,他就应当证明时间属于数量,或者属于这五个范畴中的其他某一个。但他并不希望时间是数量,他在讨论数量的文字中表明了这一点,他说:“时间如果依度量者而被理解,就必须把握度量者究竟是什么;因为它是灵魂或理智。但如果依被度量者而被理解,若是依其具有如此这般的大小,例如一年的长度,就让它是数量吧,但依其为时间而言,它则是某种其他的本性;因为具有如此这般大小之物,是在作为别的东西的同时才具有如此这般的大小的。可见时间并非量性;因为量性不依附于别的东西,自身就应当是严格意义上的数量。如果有人把一切分有数量者都定为数量,那么同一事物就既是实体又是数量了。”而在《论存在者的诸属》第三卷中他说:“处所和时间不应依数量而被理解,而是应当由于时间是运动的尺度而将其归于关系,处所作为包容物体的容器,也同样被置于关联与关系之中,因为运动虽然是连续的,也未被置于数量之中。”因为普罗提诺为它们划定了运动这一独立的范畴。然而在《论时间》中,他断言时间本身不是尺度,而更多是被度量者;但不论他断言它是尺度还是被度量者,由于它不同于度量与被度量本身,它都只能是在偶性上具有度量或被度量。

语法注4 条
  1. 8.0διὰ πάντων διατείνοντα οὐκ ἄν τις εὐλόγως προθείη

    现在分词 διατείνοντα 在语境中作让步理解(“纵然贯穿一切事物”)。主句的 οὐκ ἄν τις προθείη 与 ἄν 构成潜势希求法,表示委婉的否定断言(“没有人会合理地将其置于……”)。

  2. 8.0ὤφελεν ἢ τοῦ ποσοῦ δεῖξαι τὸν χρόνον ἤ τινος ἄλλης τῶν πέντε τούτων κατηγοριῶν

    动词 ὤφελεν 接不定词 δεῖξαι 构成表示过去未实现的义务或期望的句式(“本应当证明……”)。属格 τοῦ ποσοῦ 及 τινος ἄλλης 为领属属格,表示“属于数量”或“属于五范畴中的其他某一个”。

  3. 8.0ἀλλ’ ὅτι μὲν ποσὸν 〈οὐ〉 βούλεται αὐτὸν εἶναι

    依据文本校订增补的否定词 〈οὐ〉,本句理解为“他不希望时间是数量”。后文引用的普罗提诺文本正是将其从数量中排除的论证,因此增补该否定词在文脉上是必然的。

  4. 8.0τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι τῷ πρός τι δοτέον

    动名词 δοτέον 作非人称用法(“应当给予/归于”),与格 τῷ πρός τι 表示归属的目标范畴(“归于关系”)。定冠词引导的与格不定词短语 τῷ μέτρον κινήσεως εἶναι 表示原因(“因其为运动的尺度”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:341.32-343.14