- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:340.15-341.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了在“处于某种状态”之后其余范畴(尤其是“何时”与“何处”)次序的不确定性,梳理了亚里士多德与阿尔库塔斯的记载差异、注解家们的惯用次序、扬布利柯的本体论反驳以及对处所与时间的对比考察。
Μετὰ δὲ τὸ κεῖσθαι ἀμφίβολος ἡ τάξις ἐστὶν τῶν λοιπῶν κατηγοριῶν· καὶ γὰρ Ἀριστοτέλης ἄλλοτε ἄλλως μνημονεύει τῆς τάξεως, ἐν ἀρχῇ μὲν τὸ ποῦ καὶ ποτὲ προτάξας τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, ὕστατα δὲ πάντων θεὶς τὸ ποιεῖν καὶ πάσχειν· προϊὼν δὲ τὸ ποιεῖν μὲν καὶ πάσχειν προτίθησιν, τὸ δὲ κεῖσθαι προτάττει τοῦ ποτὲ καὶ ποῦ, οἷς αὐτὸ πρότερον ὑπέταξεν· καὶ τὰ ἄλλα δὲ ἄλλοτε ἄλλως τίθησιν, ἐνίοτε δὲ καὶ ἐν τῷ αὐτῷ τόπῳ ἐναλλάττων φαίνεται τὴν τάξιν· ἐν μὲν γὰρ τῷ φάναι περὶ μὲν τοῦ ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν ἄλλως φαίνεται διορίζων, ἐν δὲ τῷ ἐπεκδιηγεῖσθαι ἑτέρως διορίζει τὴν τάξιν. ἀλλ’ οὐδὲ ἐπὶ τῶν προτέρων κατηγοριῶν, ἐφ’ ὧν τὸν πολὺν ποιεῖται λόγον, φαίνεται τηρῶν τὴν αὐτὴν τάξιν, ἀλλ’ ὅπου μὲν τὸ ποιὸν προτάττει τοῦ πρός τι, ἐν δὲ τῷ διαπραγματεύεσθαι περὶ αὐτῶν τὸ πρός τι τοῦ ποιοῦ. καὶ ὅλως οὐδαμοῦ περὶ τῆς τάξεως τῶν γενῶν οὐδεμίαν αἰτίαν ὁ Ἀριστοτέλης ἀπεφήνατο, ὁ μέντοι Ἀρχύτας μετ’ αἰτίας τὴν τάξιν τῶν κατηγοριῶν ἀποδοὺς φυλάττει τὴν αὐτὴν ἐν τοῖς πλείοσι, πλὴν ὅτι καὶ αὐτὸς ἔστιν ὅπου τὴν τάξιν ἐναλλάττει· ἐν μὲν γὰρ τῷ περὶ τῆς τάξεως λόγῳ “ἐπειδὴ πᾶν τὸ κινούμενον, φησίν, ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιεῖν καὶ τὸ πάσχειν κινάσιές τινες κατ’ ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρῶτον,1 ἐν ᾧπέρ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον”, τὰς δὲ διαφορὰς αὐτῶν καὶ τὰ ἴδια παραδιδοὺς τὸ ποιεῖν καὶ τὸ πάσχειν προτάττει τοῦ ποῦ ἑκατέρωθι. καὶ ἴσως αἴτιον τῆς τοσαύτης τῶν γενῶν περὶ τὴν τάξιν ἀδιαφορίας γέγονεν ἡ πολλαχοῦ τῶν γενῶν ἀντιπλεονέκτησις. κρατεῖ δὲ ὅμως συνήθεια παρὰ τοῖς τοῦ Ἀριστοτέλους ἐξηγηταῖς, ὥστε προτάττειν τοῦ ποῦ τὸ ποτέ. ἐπειδὴ καὶ αὐτὸς ἐνταῦθα τοῦ κεῖσθαι μνημονεύσας ἐπήγαγεν περὶ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ, ὡς ταύτην αὐταῖς τὴν τάξιν ἀποδιδούς. Δοκεῖ μέντοι τισὶν καὶ συνηγορεῖν τῇ τάξει ταύτῃ,2 καὶ λέγουσιν ὅτι πᾶν μὲν τὸ κινούμενον ἐν χρόνῳ καὶ ἐν τόπῳ κινεῖται, πρότερον δέ ἐστιν τὸ ποτὲ τοῦ ποῦ, ὅτι τῶν γενητῶν οὐδὲν ἄνευ χρόνου οὔτε εἶναι οὔτε γεγονέναι οὔτε ἔσεσθαι δύναται, πολλὰ δὲ ἄτερ τόπου, ὥσπερ αὐτὸς ὁ τόπος· καὶ αἱ πράξεις δὲ οὐκ ἐν τόπῳ ἀλλ’ ἐν χρόνῳ, κἂν ὁ πράττων ἐν τόπῳ. πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχος καίτοι φυλάττων τὴν συνήθειαν καὶ περὶ προτέρου τοῦ ποτὲ διαλεγόμενος ἀντιλέγων “οὐ δεῖ, φησίν, πρὸς κίνησιν ἀναφέρειν τὴν αἰτίαν τῆς τάξεως τῶν γενῶν· ἀλλ’ εἴπερ τὰ γένη περὶ τὴν οὐσίαν ὑφίσταται, ὡς ἐκείνης μὲν καθ’ ἑαυτὴν ἐχούσης τὸ εἶναι, τούτων δὲ περὶ αὐτὴν ὑφισταμένων καὶ πρὸς αὐτὴν εἰς μίαν σύνταξιν συντελούντων, ἐκ τῆς πρὸς τὴν οὐσίαν τάξεως τὴν τάξιν συλλογισώμεθα τῶν γενῶν. εἰ τοίνυν ὁ μὲν τόπος τῇ οὐσίᾳ τῶν σωμάτων συνυπάρχει, ὁ δὲ χρόνος τῇ κινήσει συνυφίσταται, πρότερον δέ ἐστιν τὸ εἶναι τῶν γινομένων ἢ τὸ κινεῖσθαι, πρότερον ἔσται γένος τὸ τῇ ὑποστάσει τῶν γινομένων συνυφιστάμενον, ὕστερον δὲ τὸ τῇ κινήσει συνακολουθοῦν”. μήποτε δὲ καὶ ὁ χρόνος3 οὐ τὴν κατ’ ἐνέργειαν μόνην κίνησιν τῶν γινομένων μετρεῖ, ἀλλὰ καὶ τὴν οὐσιώδη (κίνησις γὰρ ἡ ὅλη γένεσίς ἐστιν), ὥσπερ καὶ ὁ τόπος οὐ τὴν κατ’ οὐσίαν μόνην διάστασιν ἀλλὰ καὶ τὴν κατ’ ἐνέργειαν συνέχει. ἔοικεν δὲ ὁ μὲν τόπος κατὰ τὴν στάσιν μᾶλλον θεωρεῖσθαι, ὁ δὲ χρόνος κατὰ τὴν κίνησιν, διότι κἂν ἠρεμίαν ὁ χρόνος μετρῇ, ἀλλὰ κατὰ τὴν παράτασιν καὶ ῥοὴν τοῦ εἶναι καὶ ἡ ἠρεμία μετρεῖται ὑπὸ τοῦ χρόνου. καὶ ἄλλως δὲ τοῦ μὲν τόπου πάντα ἅμα τὰ μόρια ὑπάρχει, τοῦ δὲ χρόνου οὐκέτι, καὶ ὁ μὲν τόπος ἐναργῆ τὴν ὑπόστασιν ἔχει, ὁ δὲ χρόνος ἀμυδράν, ἅτε λόγῳ μόνῳ ληπτὸς ὑπάρχων. ἴσως δὲ ἀληθὲς εἰπεῖν ὅτι ὥσπερ τοῦ χρόνου τὰ μόρια οὐκ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, οὕτως καὶ τοῦ τόπου οὐκ ἔστιν ἐν τῷ αὐτῷ τόπῳ διὰ τὴν διάστασιν, κἂν ἐν χρόνῳ τῷ αὐτῷ ᾖ.
在“处于某种状态”之后,其余范畴的次序是含混的;因为亚里士多德在提及次序时往往因时而异,他在开头把“何处”和“何时”置于“处于某种状态”和“具有”之前,并把“主动”和“受动”置于一切的最末;但随着论述的推进,他把“主动”和“受动”提前,并将“处于某种状态”置于“何时”和“何处”之前,而在之前他曾将其置于二者之后;对于其他范畴他也因时而异地安放,有时甚至在同一个地方他也显得在变动次序;因为在说“关于‘何时’、‘何处’与‘具有’”时,他显得以一种方式规定次序,而在展开详述时,他又以另一种方式规定次序。甚至在花费大量篇幅论述的在先诸范畴上,他似乎也并未保持相同的次序,而是在有的地方把“性质”置于“关系”之前,但在具体探讨它们时又把“关系”置于“性质”之前。总的来说,亚里士多德从未对诸属的次序说明过任何原因;然而阿尔库塔斯带着原因给出了各范畴的次序,并在大多数地方保持着相同的次序,只是他自己也有变动次序的地方;因为在论述次序的文章中他说:“既然一切运动之物都是在某个处所中运动,而主动与受动是现实活动意义上的某种运动,显而易见,主动者或受动者所在的处所必须首先预先存在”,但在传授它们的差异与固有特征时,他却在两处都把“主动”和“受动”置于“何处”之前。诸属关于次序的这种无差别性,其原因或许在于诸属在诸多方面具有相互的优越性。然而,在亚里士多德的注解家当中流行着一种习惯,即把“何时”置于“何处”之前。因为他本人在这里提及“处于某种状态”之后,便接着说“关于其余的,即‘何时’与‘何处’”,仿佛将这种次序赋予了它们。然而有些人认为应当支持这种次序,他们说,一切运动之物都在时间中且在处所中运动,但“何时”先于“何处”,因为在生成之物中,没有任何东西在没有时间的情况下能够存在、已经生成或将要存在,但在没有处所的情况下却有许多东西能够存在,正如处所本身一样;而且各种行为不在处所中而在时间中,即使施动者是在处所中。对此,扬布利柯尽管遵从这一习惯并把“何时”作为在先者来讨论,却反驳道:“不应当将诸属次序的原因归结于运动;如果诸属确实围绕实体而成立,由于实体自身具有存在,而诸属围绕它成立并向着它促成单一的系统,那么就让我们从相对于实体的次序来推论诸属的次序吧。如果处所与物体的实体共存,而时间与运动共存,且对于生成之物而言存在先于运动,那么与生成之物的存立共存的属就将在先,而跟随运动的属就将在后。”不过,或许时间不仅度量生成之物在现实活动意义上的运动,而且也度量其实体性的运动(因为整个生成就是运动),正如处所不仅维系实体性的延展,而且也维系现实活动意义上的延展一样。然而处所似乎更多是依静止而被考察,而时间则是依运动而被考察,因为即使时间度量静止,静止也是依据存在的延续与流逝而被时间所度量的。再者,处所的所有部分同时存在,而时间的部分却不再如此;处所具有显豁的存立,而时间具有隐晦的存立,因为它是仅凭理性言说才可把握的存在。然而,说正如时间的部分不在同一时间中,处所的部分由于延展也不在同一处所中,即使它们在同一时间中共存,这或许也是正确的。
- 8.0τόπον ὑπῆμεν δεῖ πρῶτον
这是阿尔库塔斯引文中的多利安方言形式,其中 ὑπῆμεν 是相当于雅典方言 ὑπεῖναι 的现在时不定式。它受非人称动词 δεῖ 支配,意为“处所必须首先预先存在(作为底层存在)”。
- 8.0Δοκεῖ μέντοι τισὶν καὶ συνηγορεῖν τῇ τάξει ταύτῃ
δοκεῖ τισιν 构式意为“某些人认为……是恰当的(决意做……)”,支配不定式 συνηγορεῖν,并与后文并列的复数动词 καὶ λέγουσιν(“且他们说”)的逻辑主语一致。尽管该句在句法上也可设想以亚里士多德为主语(“他在某些人看来也支持……”),但后接的复数 λέγουσιν 表明主语应为那些主张为此种次序辩护的人(某些注解家)。
- 8.0μήποτε δὲ καὶ ὁ χρόνος
小词 μήποτε 与直陈式动词(此处为 μετρεῖ)连用,在惯用法中表示审慎或试探性的肯定推测(“或许其实……”)。此处并非表达否定性担忧,而是引出辛普利丘本人的审慎探讨。
