← 辛普里丘

亚里士多德《范畴篇》注释

§338.27-340.13

反驳将处于姿态归约为其他范畴的论证

辛普里修反驳了普罗提诺试图将“处于姿态”化约为形状、场所、施动、受动或关系的质疑,并引用杨布里柯与波埃托斯的观点论证了该范畴的独立性与涵盖范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#4

ἔστιν οὖν τὸ μὲν σχῆμα ἄλλο, ὁ δὲ τόπος ἄλλο, καὶ εἴρηται περὶ ἀμφοῖν, καὶ οὐδὲν ἔδει λοιπὸν εἰς ἓν δύο κατηγορίας συνάπτειν. πρὸς ἃ ῥητέον ὅτι αἱ τῶν σχημάτων αὗται1 *, οἷον ἡ τοῦ καθῆσθαι καὶ ἀνακεῖσθαι, οὐχ ἁπλῶς σχημάτων ἀλλὰ τῶν κατὰ τὴν θέσιν σχημάτων σημαίνουσι τὰς διαφοράς· κἂν ποιότητα δὲ δηλῶσιν, ἐπειδὴ τὸ σχῆμα ποιότης, οὐ τὴν ἁπλῶς ποιότητα ἐροῦσιν, ἀλλὰ τὴν τοῦ κεῖσθαι. ἠξίου δὲ καὶ αὐτὸς τὰς συμπληρωτικάς τινος ποιότητας εἰς ἐκεῖνο τὸ γένος ἀνάγειν, ὑφ’ ὃ καὶ τὸ συμπληρούμενον ἀνάγεται, οἷον περὶ γραμμήν ἐστιν εὐθύτης, ἡ δὲ γραμμὴ τοῦ ποσοῦ· ἔσται οὖν καὶ ἡ εὐθύτης τοῦ ποσοῦ, καὶ τὸ ὅλον τοῦτο ποσοῦ ποιότης. ὥσπερ οὖν τὸ φέρειν οὐκ ἐξίσταται τῆς οἰκείας κατηγορίας, ὅταν ἀναφέρειν λέγωμεν, οὕτως οὐδὲ τὸ ἀνακεῖσθαι ἢ κατακεῖσθαι. ἔτι δὲ μᾶλλον ἐνιστάμενοι πρὸς τὴν ἀπορίαν οἱ μετ’ αὐτὸν ἀντιλέγουσιν ὡς οὔτε σχήματος οὔτε τόπου ἐφάπτεται τὸ κεῖσθαι, ἀλλὰ ταῦτα μὲν ἄλλως παρακολουθεῖ, ὥσπερ καὶ ταῖς ἄλλαις κατηγορίαις πλείονα ὁμοῦ συνθεωρεῖται, ἡ μέντοι ἰδιάζουσα τοῦ κεῖσθαι κατηγορία κατ’ αὐτὴν μόνην τὴν θέσιν ψιλῶς νοεῖται, μηδὲν συνεπινοούντων ἡμῶν ἐν τίνι κεῖται καὶ πῶς ἔχον αὐτὸ κεῖται. “ἀλλ’ οὐδὲ πάντως ἐν τόπῳ ἐστίν, φησὶν Ἰάμβλιχος, τὸ κεῖσθαι, ἐπεὶ καὶ ὁ τόπος κεῖταί που, μὴ ὢν ἐν τόπῳ· οὐκ ἄρα ὑγιὲς τὸ περιλαμβάνεσθαι τόπον ἐν τῷ κεῖσθαι. εἰ δὲ οἷόν τε καὶ ἄνευ σχήματος ἐπινοεῖν τινα θέσιν τῶν ἀσχηματίστων εἴτε σωμάτων 〈εἴτε ἀσωμάτων〉 ὡς γραμμῆς καὶ σημείου, ἔσται καὶ ἄνευ σχήματος τὸ κεῖσθαι.” ‘ἀλλ’ εἰ μὲν τὸ κεῖσθαι, φησίν, ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον αὐτό· εἰ δὲ πάθος, ἐν τῷ πάσχειν’. πάλιν οὖν καὶ ἐνταῦθα ῥητέον ὅτι τὸ καθαρῶς νοούμενον κεῖσθαι οὐδ’ ὁτιοῦν ποιήσεων ἢ παθῶν ἀναπίμπλαται, ἐκτὸς δὲ ὂν ἀμφοτέρων ἰδίαν ἔχει καθ’ αὑτὸ κατηγορίαν. εἰ δὲ ἄρα τις καὶ συνεμφαίνεσθαι λέγει τῷ κεῖσθαι τὸ ποιεῖν καὶ πάσχειν, ὡς ἕτερα γένη ἑτέρῳ συνυπάρξει διὰ τὴν σύμμικτον τῶν αἰσθητῶν σύνοδον. βέλτιον δὲ δι’ ἀκριβείας ἀφορίζεσθαι τὸ κεῖσθαι, ὥσπερ καὶ Βοήθῳ δοκεῖ· ἐφ’ ὧν γὰρ οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν πρόσεστιν καθ’ ἣν κεῖται θέσιν καὶ καθ’ ἣν τέτακται τάξιν, ταῦτα μόνον φησὶν εἶναι τῆς κατηγορίας, οἷον τὸ ἑστηκέναι ἢ καθῆσθαι ἐπὶ ἀνδριάντος λεγόμενον ἢ τὸ ἀνακεῖσθαι τὴν εἰκόνα· ἐφ’ ἡμῶν μὲν γὰρ ἐνέργειαν τὰ τοιαῦτα συνεμφαίνει, ἐπὶ δὲ τῶν ἀψύχων οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν ἐνδείκνυται ταῦτα, ἀλλὰ μόνον καθαρῶς τὸ κεῖσθαι. ἐπεὶ δὲ ὁ ἄνω καὶ κάτω τόπος συνεπινοεῖται καὶ σχέσις συνεμφαίνεται πρός τινας τόπους ἐν τῷ ἀνακεῖσθαι καὶ κατακεῖσθαι, δεῖ νοεῖν ὡς καθ’ αὑτὸ ὄντος τοῦ κεῖσθαι πρότερον ἐπεισῆλθεν ἡ σχέσις πρὸς τὸ ἄνω καὶ κάτω, ὥσπερ καὶ παρὰ τὰς ἄλλας κατηγορίας παρεφύετο ἀεὶ τὸ πρός τι. τὸ μέντοι κεῖσθαι τὴν πρὸ τοῦ πρός τι εἰληφὸς φύσιν καθ’ αὑτό ἐστιν, ὥσπερ καὶ τῶν ἄλλων γενῶν ἕκαστον, ὁπόσα προηγεῖτο τοῦ πρός τι. εἰ δὲ πάντα οἷς ἐπεισέρχεται τὰ πρός τι ἐν τοῖς πρός τι θήσομεν, οὐκ ἂν φθάνοιμεν, καθὰ καὶ αὐτὸς εἶπεν ὁ Πλωτῖνος, πάντα τὰ γένη ἐν τοῖς πρός τι τιθέντες.2 ταῦτα μὲν οὖν εἴρηται πρὸς τὰς Πλωτίνου ἀπορίας. Φησὶν δὲ Ἰάμβλιχος ἄλλως μὲν ἐπὶ τῶν σωμάτων θεωρεῖσθαι τὸ κεῖσθαι, ὡς ἂν διαστατῶν ὄντων καὶ μεριστῶν καὶ τόπον διαστατὸν ἐχόντων, ἄλλως δὲ ἐπὶ ψυχῆς· “καὶ γὰρ αὕτη τόπος λέγεται τῶν ἐν αὐτῇ λόγων, ὡς χώραν αὐτοῖς παρέχουσα εἰς τὸ ἐνιδρύεσθαι καὶ ἐνεργεῖν ἐν αὐτῇ· ἄλλως δὲ ὁ νοῦς τόπος λέγεται τῶν εἰδῶν, ὡς τὴν αὐτὴν ἔχων οὐσίαν πρὸς τὰ εἴδη καὶ ὁμοῦ τὰς νοήσεις καὶ τὰ εἴδη συνέχων ἐν ἑαυτῷ· κυριώτατα δὲ ἐν τῷ θεῷ κεῖσθαι λέγεται πάντα, ἐπειδὴ τὰ μετ’ αὐτὸν ὅλα ἐν αὐτῷ συνείληπται. ἀλλ’ ἴσως, φησίν, δόξει τισὶν πολλαχῶς λέγεσθαι οὕτως τὸ κεῖσθαι, ἄλλως μὲν ἐπὶ τῶν σωμάτων, ἄλλως δὲ ἐπὶ τῶν ἀσωμάτων· οὐ μὴν ἀλλ’ εἴ τις ἀκριβέστερον ἐπισκοποίη, μία καὶ 〈ἡ〉 αὐτὴ θεωρεῖται ἀναλογία κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι καὶ κατὰ τὸ ἕδραν παρέχειν καὶ ἐνιδρύεσθαι. ὁ γὰρ αὐτὸς λόγος τοῦ κεῖσθαι ἐπὶ πάντων τούτων διήκει τοῦ ἕτερον ἐν ἑτέρῳ ἀποπερατοῦσθαι3 κατ’ αἰτίαν ἢ δύναμιν ἢ ἐνέργειαν ἢ οὐσίαν ἢ διάστασιν, διαφορὰ δὲ γίνεται παρὰ τὰ πράγματα ἕτερα ὄντα καὶ πρὸς ἕτερα ποιούμενα τὴν θέσιν, ἥτις οὐκ ἐξίστησιν τὸν ἕνα λόγον τοῦ κεῖσθαι ἐξ ἑαυτοῦ”. τοσαῦτα καὶ περὶ τοῦ κεῖσθαι εἰρήσθω, ἐννοούντων ἡμῶν ὡς ἐπὶ σωμάτων εἴρηται κυρίως τὸ κεῖσθαι.

因此形状是一回事,场所是另一回事,且关于二者皆已论及,完全没有必要再把两个范畴合二为一,[普罗提诺说]。对此应当说,形状的这些[差异]*,例如就坐与横卧的差异,所表示的并非单纯的形状的差异,而是依照位置的形状的差异;即便它们指示了性质——因为形状是性质——它们所言说的亦非单纯的性质,而是姿态的性质。并且他自身亦主张把构成某物的诸性质归入被构成物自身所归属的那个类中;例如,笔直关涉于线,而线属于数量;因此笔直亦将属于数量,且这整个东西乃是数量的性质。正如当我们说“上呈(参照)”时,“运载”并未脱离其特有的范畴一样,“横卧”或“躺倒”亦未脱离。而他之后的人更加坚定地抵制这一难问,反驳说姿态既不触及形状亦不触及场所,而是这些仅是附带地伴随出现的,正如在其他范畴中多种事物亦被一同考察一样;然而,姿态特有的范畴纯粹地仅依照位置本身被思索,而无需我们一同思索它处于何物之中以及它自身处于何种状态之中。“并且姿态决非必然在场所之中,”杨布里柯说,“因为场所亦处于某处姿态,却不在场所之中;因此,在姿态中包含场所是不合理的。而如果对于无形状的物体或〈无形之物〉如线与点,亦能够抛开形状而思索某种位置,那么姿态即使没有形状亦将存在。”‘但如果姿态表示活动,’他[普罗提诺]说,‘就必须把它置于活动之中;如果是受动,就置于受动之中。’因此在此亦当再次说明:纯粹被思索的姿态丝毫未沾染任何施动或受动,而是在二者之外,就其自身具有特有的范畴。即使有人说施动与受动亦与姿态一同显现,它们亦将由于感性事物的混合汇聚,作为不同的类而与另一个类共存。但如同波埃托斯所认为的那样,精确地界定姿态乃是更好的;因为他说,在依照其所处于的姿态与其所被安排的秩序而既无施动亦无受动附属于其上的那些事物上,唯独这些事物才属于该范畴,例如就雕像而言的站立或就坐,或者画像的安放(献纳);因为在我们身上这类事物一同显现出活动,但在无生命之物上,这些既不指示施动亦不指示受动,而仅仅纯粹指示姿态。并且,既然在横卧与躺倒中,上下的场所被一同思索,与某些场所的关联亦一同显现,就必须认识到:在姿态首先就自身而存在的情况下,对于上下场所的关联是后来额外进入的,正如在其他范畴旁边关系总是不断滋生出来一样。然而,姿态既然在关系之前获得了本性,它便是就其自身而存在的,正如先于关系的所有其他各个类一样。但如果我们把关系额外进入的所有事物都置于关系之中,那么正如普罗提诺自己所说的那样,我们势必会将所有的类都置于关系之中。对于普罗提诺的这些难问,便作如上之论。 杨布里柯则说,在物体上考察姿态,是作为具有广延、可分且具有具广延场所的事物而在一种方式下被考察的,在灵魂上则是以另一种方式:“因为灵魂亦被称为其内在诸理则的场所,因为它为它们提供了扎根并于其中活动的处所;以另一种方式,智性被称为诸形相的场所,因为它对诸形相具有相同的本体,并将诸思想与诸形相一同持存于自身之中;而在最本义的意义上,万物被说成处于神之中,因为在神之后的一切全体皆被包含在神之中。但或许,”他[杨布里柯]说,“在某些人看来,姿态是这样在多重意义上被言说的,在物体上是一种方式,在无形之物上是另一种方式;然而,若有人更精确地考察,就会依照包容与被包容、以及提供基座与被扎根,考察到唯一且相同的类比。因为处于姿态的同一理则贯穿于所有这些事物之中,即一物依照原因、潜能、活动、本体或广延在另一物中被界定,而差异的产生则是由于诸事物互不相同并相对于不同事物构成其位置,这种差异并不使姿态的单一理则脱离其自身。”关于姿态就谈这么多,只要我们领会到,姿态主要是就物体而言的。

语法注3 条
  1. 7.0αἱ τῶν σχημάτων αὗται *

    原文在此处标有缺文记号(*)。根据后文的 σημαίνουσι τὰς διαφοράς,此处脱落的词通常被理解为阴性复数名词(如 διαφοραί 等),意指“形状的这些[差异/诸种]”。

  2. 7.0οὐκ ἂν φθάνοιμεν ... τιθέντες

    这是 οὐκ ἂν φθάνοιμι 接分词(τιθέντες)的惯用构式,表示“势必/不可避免地会做某事”。此处指出一个荒谬推论:若将所有额外伴随有关系的事物都归入关系范畴,人们就势必将所有的范畴都归入关系之中。

  3. 7.0τοῦ ἕτερον ἐν ἑτέρῳ ἀποπερατοῦσθαι

    带冠词的不定词属格,与前项 ὁ αὐτὸς λόγος τοῦ κεῖσθαι(处于姿态的同一理则)构成同位语,说明其具体内涵:“即一物在另一物中被界定”。这一表述被提出作为从物体贯穿至灵魂、智性乃至神的普遍本质规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:338.27-340.13