← 辛普里丘

亚里士多德《范畴篇》注释

§337.7-338.27

姿态的归属范围与对普罗提诺的反驳

辛普利丘论述了姿态作为偶性归属于除恒星天球外的所有物体及界限等无形之物,探讨了场所自身处于何物之中的疑难,分析了单纯、双重与四重姿态及阿尔库塔斯的观点,并进而反驳了普罗提诺关于姿态过于狭隘而不应构成独立范畴的质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#3

Ὁμολογεῖται δὲ παρὰ πᾶσιν παντὶ σώματι τὸ κεῖσθαι συμβεβηκέναι, διὸ πᾶν σῶμα ἐν τόπῳ ἐστὶν καὶ θέσιν ἔχει κατὰ τόπον, πλὴν τό γε τῆς ἀπλανοῦς σῶμα καὶ τὸ τοῦ παντὸς οὐκ ἔστιν ἐν τῷ κεῖσθαι· οὐδὲ γὰρ ἐν τόπῳ ἐστὶν κατὰ τὴν Ἀριστοτέλους περὶ τόπου διάταξιν, διότι οὐκ ἔστιν τὸ περιέχον αὐτὸ σῶμα, ὁ δὲ τόπος τὸ πέρας ἦν τοῦ περιέχοντος, καθ’ ὃ περιέχει τὸ περιεχόμενον. καὶ ἀσωμάτοις δὲ τὸ κεῖσθαι ἐφαρμόζει, ὥσπερ τοῖς τῶν σωμάτων πέρασιν· καὶ γὰρ τῷ τόπῳ προσήκει καὶ ἁπλῶς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ· θέσιν γὰρ ἔχει πάντα ταῦτα. τοῖς δὲ καθ’ αὑτὰ ἀσωμάτοις τὸ κεῖσθαί που οὐχ ὑπάρχει, εἰ μή τις κατὰ μεταφορὰν ἐν νῷ καὶ θεῷ λέγοι κεῖσθαι πάντα ὡς ἐν ἀρχῇ καὶ αἰτίᾳ συνεχόμενα· ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκοντες ἀκμαίους, φησὶν τὸ λόγιον. ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ μὲν σῶμα ἐν τόπῳ κεῖται, ὁ δὲ τόπος κεῖται μέν (περὶ γὰρ τὰ σώματά ἐστιν καὶ ἔχει καὶ αὐτὸς τὰς τῆς θέσεως διαφοράς, τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπά, καὶ τὸ ὡρισμένον καὶ ἀόριστον), οὐ μέντοι ἐν τόπῳ κεῖται ὁ τόπος, ὥσπερ τὰ σώματα· τόπος γὰρ τόπου οὐκ ἔστιν, ἵνα μὴ ἐπ’ ἄπειρον ὁ λόγος προέλθῃ τόπον πρὸ τόπου ζητῶν.1 ἀλλ’ ἀπορίας ἄξιον, εἰ κεῖται ὅλως ὁ τόπος, ἐν τίνι κεῖται· τὸ γὰρ κείμενον ἔν τινι κεῖσθαι βούλεται. ἢ ὁ μὲν Ἀριστοτέλης πέρας λέγων εἶναι τοῦ περιέχοντος σώματος τὸν τόπον ἐν αὐτῷ φαίη ἂν κεῖσθαι, ὥσπερ καὶ αἱ ἄλλαι ἐπιφάνειαι ἐν τοῖς σώμασιν κεῖνται, ὧν εἰσιν πέρατα. εἰ δὲ διάστημά τις λέγοι τὸν τόπον ἢ μέτρον καὶ εὐθετισμὸν τῆς τῶν μεγεθῶν παραθέσεως, ὥσπερ τὸν χρόνον μέτρον τῆς κατὰ τὴν κίνησιν παρατάσεως, οὐ χρή τι ἄλλο ζητεῖν, ἐν ᾧ κείσεται ὁ τόπος· ἕδρα γὰρ ὢν αὐτὸς τῶν ἄλλων οὐκέτι ἕδρας δεήσεται, ὥσπερ καὶ τὰ πέρατα τῶν μεγεθῶν αὐτοπέρατα ὄντα οὐκέτι δεῖται τῶν περατούντων. διὸ καὶ Ἀρχύτας ‘〈ἀνάγκα〉 τοιγαροῦν, φησί, τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλὰ οὕτως ἔχεν ποτὶ τὰ ἐόντα, ὥσπερ τὰ πέρατα ποτὶ τὰ πεπερασμένα’’. Τῶν δὲ κειμένων τὰ μὲν ἁπλοῦν2 ἔχει τὸ κεῖσθαι, τὰ δὲ διπλοῦν· ὁ μὲν γὰρ κενὸς ἀμφορεὺς κεῖται εἰ τύχοι ἐν τῷ λίθῳ, ὁ δὲ οἶνος ὁ ἐν τῷ ἀμφορεῖ καὶ ἐν τῷ ἀμφορεῖ κεῖται καὶ ἐν ᾧ κεῖται ὁ ἀμφορεύς. κατ’ ἄλλην δὲ ἐπίνοιαν αὐτός τε ὁ ἀμφορεὺς κεῖταί που καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ, καὶ ὁ οἶνος δὲ αὐτός τε ἐν τῷ ἀμφορεῖ κεῖται καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ. ὥστε ὁ πλήρης ἀμφορεὺς τετραπλοῦν ἕξει τὸ κεῖσθαι. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὰ μέρη ἐν τῷ ὅλῳ κεῖσθαι λέγεται κυρίως· οὐ γὰρ πᾶν τὸ ἔν τινι καὶ κεῖται ἐν ἐκείνῳ ἐν ᾧ ἐστιν, ἀλλὰ τὰ ἐν τόπῳ μόνον ὄντα, ταῦτα κεῖσθαι λέγεται ἐν τῷ τόπῳ. καὶ κατὰ τὰ σχήματα δὲ καὶ κατὰ τὰς τοπικὰς διαστάσεις ἔσονται τοῦ κεῖσθαι διαφοραί. ὁ μέντοι Ἀρχύτας διαφορὰς τοῦ κεῖσθαι λέγων “τὸ μέν τι αὐτῷ ἐν δυνάμει, φησί, τὸ δὲ ἐν στάσει, καὶ τὸ ἐν δυνάμει τὸ μὲν ἐν τῷ ἐνεργεῖν, τὸ δὲ ἐν τῷ πάσχειν”. περὶ μὲν γὰρ τὴν στάσιν θεωρεῖται τὸ κεῖσθαι· μένει γὰρ ἐν ταὐτῷ τοῦτο, ἐάν τε ἀσώματον ᾖ ἐάν τε σῶμα τὸ ἐν τῇ στάσει κείμενον· περὶ δὲ τὴν δύναμιν διχῶς θεωρεῖται κατ’ ἀμφότερα τὰ ἐναντία, ἔν τε τῷ ποιεῖν καὶ πάσχειν καὶ ἐν τῷ κινεῖν καὶ κινεῖσθαι, [καὶ] ἐπειδὴ καὶ ἡ δύναμις πρὸς ἀμφότερα τἀναντία ἄγεσθαι δύναται· εἰ μέντοι τις δύναμιν λαμβάνοι μὴ τὴν ἀτελῆ ἀλλὰ τὴν τελείαν καὶ τῶν ἐνεργειῶν παρεκτικήν, ἥτις ἀνέχοι τὰ κείμενα ἐν ἑαυτῇ, καὶ οὕτως δεῖ τὰς ἀρχηγικωτέρας αἰτίας περιεκτικωτέρας εἶναι τῶν δευτέρων, καὶ κεῖσθαι ἐν τοῖς προτέροις τὰ δεύτερα εὐλόγως ἐροῦμεν. Ἀλλ’ ἐπὶ τὰς ἀπορίας λοιπὸν τὰς ὑπὸ Πλωτίνου πρὸς τὸ κεῖσθαι ἰτέον λεγομένας. λέγει τοίνυν ἐν ὀλίγοις εἶναι τὸ κεῖσθαι καὶ διὰ τοῦτο μὴ ἄξιον ἐν οἰκείῳ γένει καταχωρίζεσθαι. ἀλλ’ εἰ πᾶσιν ὑπάρχει τοῖς σώμασιν τοῖς τε ἀϊδίοις καὶ τοῖς ὑπὸ σελήνην, πῶς οὐκ ἄξιον καὶ τοῦτο γένους οἰκείου τυγχάνειν; καὶ Ἀρχύτας δὲ ἐπὶ πολλὰ διατείνειν αὐτό φησιν. ἀλλὰ τὸ ἀνακεῖσθαι, φησίν, καὶ καθῆσθαι οὐκ ἔστιν ἁπλοῦν, σημαίνει δὲ τὸ ἐν σχήματι τοιῷδε κεῖσθαι, τουτέστιν ἐν τόπῳ εἶναι.

公认的是,姿态作为偶性归属于每一个物体;是以每一个物体都在场所中,并依照场所具有位置,唯独恒星天球的物体与全宇宙的物体不处于姿态之中;因为按照亚里士多德关于场所的规定,它甚至不在场所中,因为没有包容它的物体存在,而场所正是包容者就其包容被包容者而言的界限。并且姿态亦适用于无形体之物,正如适用于物体的诸界限一样;因为姿态亦属于场所,以及单纯地属于表面、线和点;因为所有这些都具有位置。但对于就自身而言的无形之物而言,在某处处于姿态并不属于它们,除非有人隐喻性地说万物处于智性与神之中,如同在本原与原因之中被统摄一样;神谕亦说:“在神之中它们躺卧,拖曳着炽烈的火炬”。 然而必须注意的是,物体固然处于场所之中,而场所自身虽然处于姿态(因为它与物体相关,并且它自身亦具有位置的诸种差,即上下等等,以及确定与不确定),然而场所并不像物体那样处于场所之中;因为不存在场所的场所,免得论证在场所之前寻求场所而走向无穷。但值得疑惑的是:若场所全然处于姿态,它处于何物之中?因为处于姿态之物必然要求处于某物之中。或者说,主张场所是包容物体的界限的亚里士多德或许会说场所处于那[包容的物体]之中,正如其他表面处于它们作为其界限的物体之中一样。但若有人说场所是间隔,或者是诸大小并置的尺度与整饬,正如时间是依照运动的延展的尺度一样,那么人们就不该寻求场所将处于其中的另某种事物;因为场所自身作为其他事物的基座,便不再需要基座,正如诸大小的界限自身作为界限,便不再需要界定者一样。因此阿尔库塔斯亦说:“是以必然地,其他事物在场所之中,场所却不在任何事物之中,而是正如界限对于被界定者那样,对存在的事物具有关联”。 在处于姿态之物中,有些具有单纯的姿态,有些则具有双重的姿态;因为空的双耳罐设若处于石头之上,而双耳罐中的葡萄酒则既处于双耳罐之中,亦处于双耳罐所处的物体之中。而依照另一种考量,双耳罐自身既处于某处,其各部分亦处于全体之中,而葡萄酒自身既处于双耳罐之中,其各部分亦处于全体之中。以至于盛满的双耳罐将具有四重的姿态。然而值得注意的是,各部分是否本义地被说成处于全体之中;因为并非凡在某物之中的事物都处于其所在之物中,唯有在场所之中的事物,才被说成处于场所之中。并且依照诸形状与诸空间间隔,姿态亦将产生种种差异。然而阿尔库塔斯在陈述姿态的差异时说:“其一部分在潜能之中,一部分在静止之中;而在潜能之中的部分,一部分在施动之中,一部分在受动之中”。因为姿态确实是在静止周围被考察的;因为在静止中处于姿态之物,无论它是无形之物还是物体,都保持在同一状态之中;而在潜能周围,它依照对立的双方被双重地考察,既在施动与受动之中,亦在运动与被运动之中,因为潜能亦能够导向对立的双方;然而,若有人理解潜能并非不完全的,而是完全的且提供诸现实活动的潜能,它承受着处于自身之中的事物,那么这样一来,更为首要的原因必然比次要者更具包容性,并且我们将合情合理地说次要者处于较先者之中。 然而接下来必须探讨普罗提诺针对姿态所提出的诸难问。于是他说,姿态仅存在于少数事物之中,因此不配被归入一个特有的类。但是,如果它归属于一切物体——永恒者与月下者兼具——它怎么会不配获得一个特有的类呢?而且阿尔库塔斯亦说它延伸至诸多事物。然而他[普罗提诺]说,横卧与就坐并非单纯的,而是意味着处于如此这般的形状之中,也就是在场所之中。

语法注2 条
  1. 7.0ἵνα μὴ ἐπ’ ἄπειρον ὁ λόγος προέλθῃ τόπον πρὸ τόπου ζητῶν

    ἵνα 引导带有虚拟式 προέλθῃ 的否定目的从句(避免恶性循环)。现在分词 ζητῶν 与主语 ὁ λόγος 一致,作伴随状语,表示“在场所之前寻求场所”的持续状态。

  2. 7.0ἀλλὰ τὸ ἀνακεῖσθαι, φησίν, καὶ καθῆσθαι οὐκ ἔστιν ἁπλοῦν

    无主语的第三人称单数动词 φησίν 指代前文刚提及的异议提出者普罗提诺(Enn. VI.1.23)。该句是在辛普利丘的反驳语境中引述普罗提诺的主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:337.7-338.27