- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:335.28-337.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
探讨姿态中的对立与程度差异(较多与较少),阐明其按本性与人为、静止与运动、永恒与时间性的划分,并针对扬布里柯将姿态扩充至潜能与原因等理智性安立的观点进行反驳,主张本义上的姿态仅属于物体在场所中所经历的倒落与整饬。
δοκεῖ δὴ ἐναντίωσις εἶναι τῶν ἐν τῷ κεῖσθαι· ὁ γὰρ ὕπτιος τῷ πρηνεῖ ἐναντίαν ἔχων θέσιν ἐναντίως κεῖται. ἡ δὲ ἐναντίωσις αὕτη παρά τε τὴν θέσιν συμβαίνει (ἡ γὰρ πρηνὴς θέσις τῇ ὑπτίᾳ ἐστὶν ἐναντία) καὶ παρὰ τὸν τόπον (ἔστιν γὰρ καὶ ἐν τούτῳ ἐναντίωσις· διὸ ὁ ἄνω κείμενος τῷ κάτω κειμένῳ ἐναντίως κεῖται, προσειληφὼς τὴν κατὰ τὸν τόπον ἐναντίωσιν). καὶ ταύτην μὲν πάντα δέχεται1 ὡς οἶμαι τὰ ἐν τῷ κεῖσθαι ὄντα, ἐπειδὴ καὶ πάντα ἔν τινι τόπῳ ἔχοντι πρὸς ἄλλον τόπον ἀντίθεσιν, ἡ δὲ παρὰ τὴν θέσιν ἐναντίωσις οὐκ ἐπὶ πάντων ἐστίν· ὁ γὰρ κύβος καὶ ἡ σφαῖρα καὶ ἄλλα πολλὰ τῶν ἀψύχων, κἂν διαφορὰν ἔχῃ θέσεων, οἷον κατὰ γωνίαν ἢ κατὰ πλευράν, ἀλλ’ οὐκ ἤδη καὶ ἐναντίωσιν, ὡς τὰ πρηνῆ καὶ ὕπτια ἐπὶ τῶν ζῴων μάλιστα θεωρούμενα τῶν φυσικῶς ἐχόντων τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἢ τὸ ἄνω καὶ τὸ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν. τὸ δὲ μᾶλλον καὶ ἧττον ἐπὶ τοῦ κεῖσθαι ποτὲ μὲν λέγεται συνήθως, ὅταν πλάτος ἐπιδέχηται τὰ κείμενα ὡς ἐπὶ τοῦ ἀνακεῖσθαι, ποτὲ δὲ τῷ μὲν σχήματι τῆς λέξεως τὸ μᾶλλον καὶ ἧττον ἐμφαίνει, σημαίνει δὲ ὑπερβολὴν κατὰ τὴν δοκοῦσαν σύγκρισιν, ὡς ὅταν ὑπτιώτερος σκάφης λέγεται. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐν τῷ κεῖσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔστιν· ἡ γοῦν ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον καὶ εἴ τι ἄλλο τῶν ἐν τῷ κεῖσθαι ἀσώματόν ἐστιν οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον. ὥσπερ δὲ ἡ μὲν ποίησις καὶ ἡ πεῖσις ἐν τοῖς πρός τι ἦν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἰδίας ἔτυχεν κατηγορίας, οὕτως ἡ μὲν θέσις τῶν πρός τί ἐστιν, τὸ δὲ κεῖσθαι ἴδιόν τι γένος ἐχαρακτήρισεν πολὺ διαφέρον τοῦ πρός τι. Δεῖ δὲ λοιπὸν καὶ τὴν διαίρεσιν τοῦ κεῖσθαι τήν τε κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἐπισκέψασθαι καὶ τὴν κατ’ ἄλλους τρόπους κἂν μὴ εἰδοποιούς, ἀλλὰ χωρίζοντάς γε τὰ ὑπ’ αὐτὸ τεταγμένα. τῶν τοίνυν ἐν τῷ κεῖσθαι θεωρουμένων τὰ μέν ἐστιν φύσει, ὡς τὰ τέσσαρα στοιχεῖα ἐν τοῖς οἰκείοις ἱδρυμένα τόποις καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων, τὰ δὲ θέσει, ὡς ἀνδριάντες καὶ εἰκόνες καὶ σκεύη καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἢ χρείαν τιθέμενα. ἔτι δὲ τὰ μὲν ἐν στάσει ἔχει τὴν θέσιν, ὡς ἡ γῆ καὶ τὰ ἑστῶτα τῶν στοιχείων, τὰ δὲ ἐν κινήσει, ὡς αἵ τε τοῦ οὐρανοῦ περιφοραὶ ἐν ἀλλήλαις ἱδρυμέναι καὶ τῶν στοιχείων τὰ κινούμενα. καὶ τῶν κινουμένων δὲ καὶ ἑστώτων τὰ μὲν ἀίδιον ἔχει τὸ κεῖσθαι, ὡς τὰ ἀίδια τῶν σωμάτων, τὰ δὲ ἔγχρονον, ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα. “Δοκεῖ δέ, φησὶν ὁ Ἰάμβλιχος, πᾶν τὸ ἐν τῷ κεῖσθαι ἐν τόπῳ τινὶ τὴν ἵδρυσιν ἔχειν, οὐ μὴν ἀλλ’ ἔχει γε τὴν αὐτὴν τοῦ γένους φύσιν καὶ τὰ ἐν δυνάμεσιν ἱδρυμένα (κεῖται γὰρ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ζωῇ τὴν ἕδραν ἔχοντα· καὶ γὰρ ταῦτα ὑπὸ τῆς ζωῆς ἀνέχεται), ὅσα τε ἐν τοῖς κυριωτάτοις αἰτίοις πανταχόθεν συνέχεται, κεῖσθαι ἐν αὐτοῖς εἰκότως ἂν νομισθείη”. μήποτε δὲ οὐ πᾶσαν ἐνίδρυσιν τὸ κεῖσθαι σημαίνει,2 εἰ μὴ τις κατὰ μεταφορὰν ἐκδέχοιτο, ἀλλὰ τὴν οἷον πτῶσιν τῶν σωμάτων, ἣν ἔσχον ἀποστάντα τῆς αὐτοκρατοῦς τῶν ἀμερίστων εἰδῶν φύσεως καὶ δεηθέντα τῶν τὴν πτῶσιν αὐτῶν ὑποδεχομένων καὶ εὐθετιζόντων· καὶ γὰρ ὁ τόπος ταύτην παρέχεται τὴν χρείαν, τὸ ὑποδέχεσθαι, τὸ εὐθετίζειν τὰ μὴ ἀνέχοντα ἑαυτά, ἀλλὰ πεπτωκότα καὶ ἐσκορπισμένα. ἀμφότερα γὰρ ἔσχεν τὰ τῆς ἀμερίστου φύσεως ἀποστάντα, καὶ τὸ ἐν ἄλλῳ εἶναι ἀλλὰ μὴ ἐν ἑαυτῷ καὶ τὸ διεσπάσθαι ἀλλὰ μὴ μένειν ἀμέριστον, διὸ καὶ ἐδεήθη τόπου καὶ ὑποδεχομένου αὐτὰ καὶ τάξιν τοῖς μορίοις καὶ εὐθετισμὸν παρεχομένου· τὰ γὰρ ἅπαξ διασπασθέντα δεῖται τοῦ εὐθετισμοῦ, ἵνα ἡ κεφαλὴ τὸν οἰκεῖον ἔχῃ τόπον καὶ ὁ τράχηλος, ἀλλὰ μὴ ‘πολλαὶ κόρσαι ἀναύχενοι βλαστῶσιν’, ὡς Ἐμπεδοκλῆς φησιν. τὸ δὲ κεῖσθαι ὅτι καὶ τὸ πεπτωκέναι σημαίνει, ἐδήλωσεν Ὅμηρος εἰπών· κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται. τὰ οὖν ἐν δυνάμεσι καὶ ἐν ζωῇ καὶ ἐν τοῖς κυριωτάτοις αἰτίοις ἱδρυμένα ἄλλως λέγεται κεῖσθαι καὶ οὐ κυρίως.
看来,对立确实存在于处于姿态的事物之中;因为仰卧者具有与俯卧者相反的位置,因而相反地处于姿态之中。而这种对立既是由于位置而发生(因为俯卧的位置与仰卧相反),也是由于场所而发生(因为在场所中亦有对立;是以处于上方者与处于下方者相反地处于姿态之中,额外获得了依照场所的对立)。我认为,凡处于姿态的事物均接受这[依场所的对立],因为一切事物都在对另一场所有对立态势的某个场所之中;然而由于位置而来的对立并非属于一切事物。因为正方体、球体以及许多其他的无生命物,即使它们具有诸位置的差异,如依角或依边,但并不因此就立即具有对立,不像主要在动物身上所见到的俯卧与仰卧那样,动物依本性具有前后、或上下、以及左右。姿态中的“较多与较少”,有时依习惯而言,是在处于姿态之物如横卧那样容许某种幅度之时;有时在词语的形式上显示出“较多与较少”,但依照表面上的比较却意味着夸饰,如当某人被说成“比木盆更仰面朝天”时。然而“较多与较少”并非存在于一切处于姿态之物中;至少表面、线、点以及任何其他处于姿态之中的无形之物并不具有“较多与较少”。正如施动作业与受动作业曾属于关系,而施动与受动获得了独特的范畴一样,位置属于关系,而姿态则构成了与关系截然不同的某种独特的类。 然而剩下的就是,既要考察姿态依照种差的划分,亦要考察依照其他方式的划分——即使不是构成种的,但至少也能区分其下所排布的事物。因此,在姿态中所考察的事物中,有些是出于本性的,如安立于其固有场所之中的四元素,以及占据最高区域的苍穹;有些则是出于人为安置的,如雕像、肖像、器皿,以及大凡依照某种技艺或需要而被放置的事物。再者,有些是在静止中具有位置,如大地以及诸元素中静止者;有些则是在运动中具有位置,如苍穹彼此安立的旋转轨道以及诸元素中运动者。而在运动者与静止者中,有些具有永恒的姿态,如物体中的永恒者;有些则具有时间性的姿态,如在时间的一部分中成立者。“看来”,扬布里柯说,“凡处于姿态的事物都在某一场所中具有安立,不仅如此,安立于诸潜能中的事物亦具有该类的相同本性(因为它们处于诸潜能之中并在生命中拥有座基;因为这些事物亦被生命所承受),并且凡从各方面被统摄于最根本的原因之中的事物,亦可合情合理地被认为处于其中”。然而或许,姿态并非意味着一切安立——除非有人隐喻性地理解它——而是意味着物体所经历的犹如倒落的境况,这是它们在脱离不可分形式的自主本性后所承受的,并因而需要承受其倒落并使其井然有序的事物;因为场所亦提供了这种功用,即接纳并整饬那些不能自主支撑、反而倒落且散乱的事物。因为脱离了不可分本性的事物兼具两者:处于他者之中而非自身之中,以及被撕裂而无法保持不可分;是以它们亦需要一个既接纳它们、又为其各部分提供秩序与整饬的场所。因为一经撕裂的事物就需要整饬,以便头部拥有其固有的场所,颈部亦然,而不致像恩培多克勒所说的那样‘长出许多无颈的头颅’。而姿态亦意味着倒伏,荷马在言及以下诗句时已表明了这一点:“帕特洛克罗斯躺下了,众人正围绕尸体战斗”。因此,安立于诸潜能之中、生命之中以及最根本的原因之中的事物,乃是就另一种方式而言处于姿态,并非本义而言。
- 7.0καὶ ταύτην μὲν πάντα δέχεται
指示代词 ταύτην 指代前文括号内提及的“依照场所的对立”(τὴν κατὰ τὸν τόπον ἐναντίωσιν)。紧随其后的原因从句 ἐπειδὴ καὶ πάντα ἔν τινι τόπῳ... 将场所列为根据,以及随后紧接着以“由于位置而来的对立”(ἡ δὲ παρὰ τὴν θέσιν ἐναντίωσις)作为对比,均确证了此指代关系。
- 7.0μήποτε δὲ οὐ πᾶσαν ἐνίδρυσιν τὸ κεῖσθαι σημαίνει
μήποτε 后接直陈式现在时 σημαίνει 的句式,表示审慎的疑虑或委婉的主张(“或许姿态并不意味着……”)。此处用作辛普利丘自身观点的引入,旨在批判性地限定此前引述的扬布里柯将姿态扩充至潜能与原因之中的宽泛解说。
