← 辛普里丘

亚里士多德《范畴篇》注释

§334.7-335.28

姿态范畴的位次与其本质界定

辛普里丘探讨了亚里士多德在施动与受动之后安置“姿态”而阿尔库塔斯安置“具有”的原因及其体系前提的差异,并通过从运动、关系和场所中加以澄清来界定姿态的纯粹概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#1

Μετὰ δὴ τὸ ποιεῖν καὶ πάσχειν ὁ μὲν Ἀριστοτέλης τὸ κεῖσθαι τέθεικεν, ὁ δὲ Ἀρχύτας τὸ ἔχειν. ὁ μὲν γὰρ ἀπεῖδεν εἰς τὸ τέλος εἶναι τοῦ ποιεῖν ἢ τοῦ πάσχειν τὸ κεῖσθαι· ἢ γὰρ τίθησίν τι ἢ τίθεται, ἵνα οὕτως τὸ κεῖσθαι γένηται· ἔστιν δὲ τὸ μὲν τιθέναι ποιεῖν, τὸ δὲ τίθεσθαι πάσχειν. ἢ ἐπειδὴ κατὰ φύσιν ἕκαστα ἐν τοῖς οἰκείοις ἢ ἀλλοτρίοις τόποις κείμενα ποιεῖ καὶ πάσχει, διὰ τοῦτο τῷ ποιεῖν καὶ πάσχειν συνῆψε τὸ κεῖσθαι, κατά γε τοῦτο καὶ προηγεῖσθαι ὀφεῖλον αὐτῶν,1 καὶ διότι πρώτη σχέσις ἐστὶν παντὸς σώματος ἡ πρὸς τὸ δεχόμενον αὐτοῦ τὴν θέσιν, ἔπειτα οὕτως δέχεται τὴν τῶν ἐπικτήτων ἕξιν. Ἀρχύτας δὲ ἀπιδὼν εἰς τὰς σχέσεις, τήν τε ἀφ’ ἑαυτοῦ πρὸς ἕτερον καὶ τὴν ἀφ’ ἑτέρων πρὸς αὐτό, καὶ ὅτι κατὰ ταύτην μὲν τὸ ἔχειν, κατ’ ἐκείνην δὲ τὸ κεῖσθαι γίνεται, προετίμησε τὸ ἔχειν τοῦ κεῖσθαι, διότι ἀσχετωτέρα πώς ἐστιν ἡ ἀφ’ ἑτέρων πρὸς ἑαυτὰ σχέσις2 τῆς ἀφ’ ἑαυτῶν πρὸς ἕτερα, καὶ διότι ἐνέργειαν μᾶλλον ἐμφαίνει τὸ ἔχειν ἤπερ τὸ κεῖσθαι, καὶ διότι κοινότερόν ἐστι τὸ ἔχειν τοῦ κεῖσθαι. οἰκείως δὲ ἑκάτερος ταῖς ἑαυτοῦ περὶ τῶν γενῶν τούτων ὑποθέσεσιν καὶ τὴν τάξιν αὐτοῖς ἐπιτέθεικεν. ὁ μὲν γὰρ Ἀρχύτας τὰ καθαρὰ γένη τοῦ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἀρχηγικωτάτοις θέμενος, τοῦ μὲν ποιεῖν ἐν τῷ θεῷ, τοῦ δὲ πάσχειν ἐν τῇ ὕλῃ, εὐλόγως συνέταξεν τὸ ἔχειν, ὅπερ ἐγγίνεται τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ· ἐγγινομένου δὲ τοῦ ἔχειν τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ, τὸ εἶδος τότε γίνεται τὸ σύνθετον, σῶμα ἤδη ὂν καὶ τοῦ κεῖσθαι δεόμενον· ἔστιν οὖν ἀρχηγικὸν καὶ τὸ ἔχειν. ἔστιν δὲ καὶ κοινότερον τοῦ κεῖσθαι· τὸ μὲν γὰρ ἔχειν καὶ ἀσωμάτοις ὑπάρχει, ὡς τῇ ψυχῇ τὸ μὴ ποιωτικὸν αὐτῆς ἄκουσμα, τὸ δὲ κεῖσθαι σώμασιν μόνοις καὶ τοῖς τῶν μεγεθῶν πέρασιν, ὡς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ. ὁ δὲ Ἀριστοτέλης φυσικὰς τὰς ποιήσεις παραδοὺς τὰς κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, αἵτινες περὶ τὰ σώματα καὶ ἐν σώμασιν ὑπάρχουσιν, συμφώνως ἑαυτῷ τὸ κεῖσθαι τῷ ποιεῖν καὶ πάσχειν συνέταξεν, τὸ δὲ ἔχειν ἐν μόνοις τοῖς μεριστοῖς κτήμασιν οἷον ὑποδήμασιν καὶ ὅπλοις ἀφοριζόμενος εἰκότως ὕστερον τέθεικεν, τὸ ὅλον αὐτοῦ καὶ ἀρχηγικὸν γένος μηδέπω παραδοὺς ἐν ταῖς Κατηγορίαις. ὅτι δὲ ἀντιπλεονεκτεῖ ἄλληλα τό τε κεῖσθαι καὶ τὸ ἔχειν, καὶ αὐτὸς Ἀρχύτας ἐδήλωσεν πρὸς τοῖς τέλεσι προτάττων τὸ κεῖσθαι τοῦ ἔχειν, ἐν οἷς φησιν ‘ἔτι δὲ ποιεῖν καὶ πάσχειν καὶ κεῖσθαι καὶ ἔχειν’ καὶ πάλιν “οὐδὲ μὰν ποιέων τι ἢ πάσχων, οὐδὲ κείμενος οὐδὲ ἔχων τι”. πολλαχοῦ δὲ καὶ παραλιμπάνει τὸ κεῖσθαι ὁ Ἀρχύτας. περὶ μὲν τῆς τάξεως τοῦ κεῖσθαι τοσαῦτα εἰρήσθω. Περὶ δὲ τῆς ἐννοίας αὐτοῦ τὸ μὲν διὰ παραδειγμάτων ὑπογράφειν, οἷον κάθηται, ἀνάκειται ἢ τὰ ἀπαρέμφατα λέγοντα οἷον τὸ καθῆσθαι, ἑστάναι, ἔχει μὲν τὴν ὑπόμνησιν, οὐ μὴν αὔταρκες εἰς ἀκριβῆ γνῶσιν, ἀλλὰ διαρίθμησιν μᾶλλον ποιεῖται τῶν ἐν τῷ κεῖσθαι περιεχομένων. βέλτιον οὖν διακαθαίρειν τὴν περὶ αὐτοῦ ἔννοιαν ἀφαιροῦντα τὴν ἐπεισιοῦσαν τοῦ πρός τι σχέσιν, ἀφαιροῦντα δὲ καὶ κίνησιν καὶ στάσιν, ἔτι δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ μόνην ἁπλῆν θεωροῦντα τὴν τῆς θέσεως σχέσιν. ὡς γὰρ ἡ πρὸς τὸν τόπον σχέσις ποιεῖ τὸ ποῦ καὶ ἡ πρὸς τὸν χρόνον τὸ ποτέ, οὕτως ἡ πρὸς τὴν θέσιν ποιεῖ τὸ κεῖσθαι. οὔτε οὖν τὸ κείμενον σῶμα οὔτε τὸν τόπον ἐν ᾧ κεῖται τῇ διανοίᾳ περιλαμβάνοντα δεῖ νοεῖν τὸ κεῖσθαι,3 μόνην δὲ τὴν ἔχουσάν πως θέσιν ἐν τῷ γένει τοῦ κεῖσθαι λογιζόμενον κατὰ πάντα τὰ ὄντα, ὅσα πέφυκεν ἕτερα ὑφ’ ἑτέρων ἀνέχεσθαι ἢ ἐνιδρύεσθαι τὰ ἕτερα ἐν τοῖς ἑτέροις· ἡ γὰρ τοιάδε συμπλοκὴ τῶν ἐνιδρυμένων καὶ τῶν τὴν ἕδραν παρεχόντων κυριωτάτη καὶ πρωτίστη ἐστὶν τοῦ κεῖσθαι ὑπογραφή. ἐὰν μέντοι σχέσιν τις προσάψῃ ἢ τὸ ποιεῖν ἢ τὸ πάσχειν ἢ ποιότητα ἢ τι ἄλλο τῶν τοιούτων, ἐὰν μὲν ἐπικρατῇ καὶ ἐν τοῖς συμμίκτοις τὸ τοῦ κεῖσθαι γένος, ὥστε οὕτως ἐπινοεῖσθαι κατὰ τὴν πρώτην προσβολήν, οὐδὲν ἧττον ἔσται ἐν τῷ κεῖσθαι· ἐὰν δὲ ἄλλο τι τῶν γενῶν προχειροτέραν ποιῆται τὴν φαινομένην εἰδοποιίαν, κατὰ τὰ νικῶντα γένη ἔσται ἡ ἐπικράτεια τοῦ εἴδους ἀφωρισμένη. Ἀλλὰ δεῖ λοιπὸν καὶ ἐπὶ τοῦ κεῖσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, τὰ παρακολουθοῦντα αὐτῷ διελθεῖν.

在施动与受动之后,亚里士多德安置了“姿态”,而阿尔库塔斯则安置了“具有”。因为前者着眼于姿态是施动或受动的终点;因为或是某物放置,或是某物被放置,以便如此产生姿态;而放置是施动,被放置则是受动。抑或是因为,各物依本性处于其固有或相异的场所之中而在安置下进行施动与受动,正是由于这一原因,他将姿态与施动和受动联结在一起,至少就这一点而言,姿态甚至应当先于它们;而且亦因为任何物体的第一态势,乃是朝向那接受其位置者的态势,随后才依此接受后天所得之物的具有。然而阿尔库塔斯着眼于各种关系态势,即从自身朝向他者的态势与从他者朝向自身的态势,并且因为依后者产生具有,而依前者产生姿态,故而偏好具有胜于姿态;因为从他者朝向自身的态势,比起从自身朝向他者的态势,在某种程度上较少受到关系拘束,而且具有比起姿态来更多地显示出活动,并且具有比起姿态来更为普遍。而二者皆依其自身关于这些类的设定,恰切地给它们赋予了秩序。因为阿尔库塔斯将施动与受动的纯粹的类安置于最本原的原理之中——施动在神之中,受动在质料之中——故而合乎情理地将从神而在质料中产生的具有同施动与受动并列;而当具有从神产生在质料之中时,复合的形式随即生成,它已然是一个物体并需要姿态;因此具有亦是本原性的。而且它比起姿态来亦更为普遍;因为具有亦属于无形之物,正如对于灵魂而言并不改变其性质的言教那样,而姿态则仅属于物体,以及大小的诸界限,如表面、线和点。然而亚里士多德传授的是自然物理的施动作业,即依加热和致冷的那类施动,它们存在于物体周围并处于物体之中,故而与自身一致地将姿态同施动与受动编排在一起;而由于将具有仅限定于诸如鞋履与铠甲等可分的占有物,理所当然地将其置于其后,尚未在《范畴篇》中传授具有之全体与本原性的类。然而姿态与具有互有争胜,阿尔库塔斯本人在末尾处把姿态置于具有之前亦表明了这一点,在那里他说“此外还有施动、受动、姿态和具有”,又说“既不施动什么或受动,亦不处于姿态之中或具有什么”。而且在许多地方,阿尔库塔斯甚至完全忽略了姿态。关于姿态的秩序,且说这么多。 关于其概念,通过诸如“坐着”、“躺着”等例证来勾勒,或者通过道出诸如“坐”、“立”等不定式,诚然具有提示之功,然而对于精确的认识却决非充分,反而更多地只是在枚举包含在姿态之中的事物。因此,最好是将关于它的概念予以澄清,去除那随后渗入的关系之态势,去除运动与静止,再去除施动与受动,而仅观照单纯的位置之态势。因为正如朝向场所的态势构成“何处”,朝向时间的态势构成“何时”一样,朝向位置的态势构成姿态。因此,不可通过在思想中囊括处于姿态的物体、亦不可囊括它处于其中的场所来理解姿态,而只需依照凡按本性是由他者承受、或一者建立在另一者之中的一切存在者,仅将以某种方式持存的位置在姿态之类中加以考量;因为建立在其中者与提供底座者之间的这般交织,乃是姿态最根本且最首要的勾勒。然而,若有人附加了关系态势、或施动、或受动、或性质、或诸如此类的某种其他东西,如果在混合物中姿态之类仍占支配地位,从而在初次观照中即被如此理解,它便同样属于姿态之中;但若各类中的其他某种使得所显现的种差构成更为便利,那么该种的支配地位便将依照占优势的类而被限定。然而剩下的就是,正如在其它的类之上一样,在姿态之上亦必须考察随之而来的属性。

语法注3 条
  1. 7.0κατά γε τοῦτο καὶ προηγεῖσθαι ὀφεῖλον αὐτῶν

    中性宾格单数分词 ὀφεῖλον 修饰直接宾语 τὸ κεῖσθαι(“至少就这一点而言甚至应当先于它们的姿态”)。

  2. 7.0ἀσχετωτέρα πώς ἐστιν ἡ ἀφ’ ἑτέρων πρὸς ἑαυτὰ σχέσις

    ἀσχετωτέρα 是形容词 ἄσχετος(非关联的、不具关系的)的阴性主格单数比较级。在此比较结构中,它表达了从他者朝向自身的态势(具有)比起从自身朝向他者的态势(姿态/位置)而言,在某种程度上较少依赖于外在关系(更为自足)。

  3. 7.0οὔτε οὖν τὸ κείμενον σῶμα οὔτε τὸν τόπον ἐν ᾧ κεῖται τῇ διανοίᾳ περιλαμβάνοντα δεῖ νοεῖν τὸ κεῖσθαι

    由无人称动词 δεῖ 支配的带宾格的不定式结构。阳性宾格单数分词 περιλαμβάνοντα 与不定式 νοεῖν 的泛指逻辑主语相一致(“人们在思想中不应囊括……而应当理解姿态”)。宾格的 τὸ κεῖσθαι 是 νοεῖν 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:334.7-335.28