- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:332.25-334.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了施动与受动对“较多与较少”的容纳、它们在各个范畴中的体现、施动与受动的界限(作为与形式,以及向完成态转变的时刻),以及斯多亚派对直立与仰卧状态的区分,从而结束了对这两个类的考察。
καίτοι γε οἱ ἰατροὶ καὶ ὑγιείας καὶ νόσου μέσην τίθενται τὴν οὐδετέραν κατάστασιν. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ ποιεῖν καὶ τὸ πάσχειν, οὐκ ἐπὶ πάντων δὲ ἔστιν ταῦτα· “ἐπὶ γὰρ τοῦ φρονεῖν, φησὶν Ἰάμβλιχος, τοῦ ἐπὶ τῆς τελείας φρονήσεως οὐκ ἂν εἴη ταῦτα· τὸ γὰρ ἐπὶ τῆς ἀτελοῦς ἐπιδέχεται”. μήποτε δὲ καὶ ἐπὶ πάντων τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων τὰ μὲν μάλιστα οὐκ ἐπιδέχεται, τὰ δὲ ἀτελῆ, ταῦτά ἐστι τὰ δεχόμενα.1 ἀλλ’ ἴσως ὧδε διαιρετέον· τὰ μὲν ἐν τοῖς γένεσιν ἐκείνοις ἔχοντα τὸ ποιεῖν καὶ πάσχειν, ἐν οἷς ἐστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπιδέχεται, ὥσπερ ἐν ποιότητι τὸ λευκαίνειν καὶ λευκαίνεσθαι· ὅσα δὲ ἐν γένεσίν ἐστιν τοῖς μὴ ἐπιδεχομένοις τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ἐπὶ ποσῷ τὸ ἀριθμεῖν καὶ μετρεῖν, ταῦτα οὐκ ἐπιδέχεται, ἀλλ’ οὐδὲ τὸ γεννᾶν καὶ τὸ γεννᾶσθαι ἤ τι ὅλως τῶν ἐν οὐσίᾳ λεγομένων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ ποιεῖν ἐνεργεῖν ἐστιν, ἡ δὲ ἐνέργεια ὁμοειδής ἐστιν τῇ ὑπάρξει, ἧς ἐστιν ἐνέργεια. Καὶ καθ’ ἑκάστην δὲ τῶν κατηγοριῶν θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν· καὶ γὰρ ἑκάστη ὥσπερ οὐσία τις οὖσα καὶ ὕπαρξις ἔχει τινὰ οἰκείαν τῆς ἑαυτῆς ὑπάρξεως ἐνέργειαν. καὶ τὸ μὲν κατ’ οὐσίαν ποιεῖν ὡς τὸ ἀνθρωποποιεῖν, οἰκοδομεῖν, ναυπηγεῖν, τὸ δὲ κατ’ οὐσίαν πάσχειν ἀνθρωποποιεῖσθαι, οἰκοδομεῖσθαι. ἐνταῦθα δὲ ἐφιστάνει ὁ Ἰάμβλιχος, μήποτε ταῦτα εἰς οὐσίαν ἄγεσθαι ῥητέον,2 ἀλλ’ οὐ πάσχειν κατ’ οὐσίαν, διότι, ὡς ἔλεγον πρότερον, εἶναι δεῖ πρότερον καὶ οὕτως πάσχειν. κατὰ ποσὸν δὲ ποιεῖν ἐστι καὶ πάσχειν οἷον μεγεθύνειν μεγεθύνεσθαι, πλατύνειν πλατύνεσθαι, βαθύνειν βαθύνεσθαι, καὶ ἀριθμεῖν καὶ χρονίζειν καὶ κινεῖν καὶ λέγειν καὶ τὰ τούτοις παθητικῶς ἀντικείμενα· κατὰ δὲ ποιότητα λευκαίνειν λευκαίνεσθαι, ὑγιάζειν ὑγιάζεσθαι· κατὰ δὲ τὸ πρός τι διπλασιάζειν διπλασιάζεσθαι· κατὰ δὲ τὸ κεῖσθαι ἀνακλίνειν ἀνακλίνεσθαι· κατὰ δὲ τὸ ἔχειν θωρακίζειν θωρακίζεσθαι. Πέρας δὲ τοῦ μὲν ποιεῖν ἔργον ἢ εἶδος· ἔργον μὲν τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον,3 ὡς ἡ ὄρχησις τοῦ ὀρχουμένου, εἶδος δὲ τὸ ἐπιδιαμένον ἀποτέλεσμα, ὡς τοῦ ζωγραφοῦντος ἡ μορφή. τοῦ δὲ πάσχειν πέρας, ὅπερ καὶ τοῦ ποιεῖν. ζητεῖται δὲ πότε περιγράφεται τὸ ποιεῖν καὶ μεταβάλλει εἰς τὸ πεποιηκέναι, καὶ οἱ μὲν ἐν τῷ ἐσχάτῳ χρόνῳ ἔθεσαν 〈τὸ πέρας〉 τοῦ ποιεῖν, οἱ δὲ ἐν τῷ μετὰ τὸν ἔσχατον πρώτῳ· τὸν γὰρ ἔσχατον ἔτι ἐν τῷ ποιεῖν εἶναι. κοινὴ δὲ ζήτησις περὶ τοῦ ἐσταδιευκότος καὶ ἰατρευκότος καὶ τεθνηκότος. μήποτε δὲ τὸ πέρας τοῦ ποιεῖν ἐστι τὸ πρώτως πεποιηκέναι οὐκ ἐν χρόνῳ, ὥσπερ οὐδὲ τὸ τῆς κινήσεως πέρας, ὃ κίνημα καλοῦμεν. παράκειται δὲ παρὰ μὲν τὸ ποιεῖν ποίησις, ποιοῦν, παρὰ δὲ τὸ πάσχειν πεῖσις, πάσχον. καὶ ἐπὶ μὲν τῶν πάντων ἡ ποίησις καὶ ἡ πεῖσις ἤδη τῷ πρός τι κατηρίθμηται, ὡς καὶ ἐπὶ τοῦ κεῖσθαι ἡ θέσις· παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστιν καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον, οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν ἀποθανόντα υἱόν, εἰ ἐπ’ αὐτῷ τις λυποῖτο, ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον ἐπιμένει. ἔστιν δὲ ὅταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ’ οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωικοῖς, ὧν ἐφ’ ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. ἀλλ’ ἐπείπερ περὶ τοῦ ποιεῖν καὶ πάσχειν αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη μεταβαίνειν ἤδη καὶ ἐπὶ τὰ λειπόμενα τῶν γενῶν.
然而,医者们将“非此非彼的状态”置于健康与疾病之间。施动与受动亦容纳较多与较少,但这并非存在于一切事物之上:“盖在明智的运作上,”扬布里柯说,“在完全的明智上不会存在这些;因为是在不完全的[明智]上的情形才容纳它们。”然而,难道在所有容纳较多与较少的事物中,处于极度状态的并不容纳,而不完全的事物,正是这些才是接受它们的事物吗?不过也许应当如此划分:凡在那些存在较多与较少的类中具有施动与受动的事物,正如性质之中的致白与被致白那样,是容纳[较多与较少]的;但凡在不容纳较多与较少的类中的事物,例如数量之中的计数与测度,这些则不容纳,生殖与被生殖、或在实体中所言说的无论何种事物亦不容纳。而这是合乎情理的;因为施动就是进行现实活动,而现实活动与它是其现实活动的那种实在生存属于同种。施动与受动亦依各个范畴而被观照;因为每一范畴亦好比某种实体和实在生存,拥有某种特属于其自身实在生存的现实活动。依实体的施动如造人、盖房、造船,而依实体的受动则是人被造、房屋被盖。然而在此处扬布里柯提请注意:难道这些应当被称为被导入实体,而非依实体受动吗?因为正如他们先前所言,必须先存在,然后才能如此受动。依数量的施动与受动如使变大与被变大、使变宽与被变宽、使变深与被变深,以及计数、耗时、移动、说话,以及与这些在受动上相对立的事物;依性质的则是致白与被致白、致健康与被致健康;依关系则是使加倍与被加倍;依姿态则是使倚卧与被倚卧;依具有则是使披甲与被披甲。施动的界限是作为或形式:作为是在生成的过程之中拥有其存在的,如舞者的舞蹈;形式则是持久存留的成效,如画家的肖像。受动的界限亦正与施动的界限相同。但人们探究的是,施动何时被划定界限并转变为“已完成施动”;有些人将施动的〈界限〉置于最后的时间中,而另一些人则置于最后的之后的第一个[时间]中;因为[他们认为]最后的[时间]仍处于施动之中。关于已跑完赛场者、已医治者与已死者的探究亦是共通的。然而,难道施动的界限并非在时间中、而是最初的已完成施动吗?正如我们称为运动终点的运动的界限亦不在时间中一样。在施动之旁排列着施动作用与施动者,而在受动之旁排列着受动作用与受动者。在一切事物中,施动作用与受动作用已然被算入关系之中,正如在姿态之中的放置一样。但亦必须密切观察现实运作或受动何时是直立的[主动的]、何时是仰卧的[被动的]。例如,使人悲伤在多数人看来是直立的,而感到悲伤则是仰卧的,但这绝非总是如此发生,正如在击打者与被击打者的情形中那样;因为使人悲伤者可能并非总是共同存在——例如死去的儿子,假若有人为他而悲伤——而且若非表象本身作为作用因亦留存不去,亦可能不感到悲伤。亦有些时候,即便施动者已经停息,由于性向的留存,受动者仍在受动,正如被火加热者在火离开后仍受动于受热一样;因为受动是双重的,一者与施动相联结,另一者则依性向而被观照。然而也许在此处,施动者亦在内部被联结在一起,即或是表象,或是从外部产生的火。因此,在对这些事物的评判中遵循事实而非言词是好的。对此类事物的详尽探究在斯多亚派那里甚多,但在我们这个时代,他们的教义与绝大多数著作皆已失传。然而既然关于施动与受动已充分言说,现在当是过渡到各类中其余部分的时机了。
- 6.1μήποτε δὲ καὶ ἐπὶ πάντων τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων τὰ μὲν μάλιστα οὐκ ἐπιδέχεται, τὰ δὲ ἀτελῆ, ταῦτά ἐστι τὰ δεχόμενα.
μήποτε 引入了审慎的推测或委婉的提问。τὰ μὲν μάλιστα 与 τὰ δὲ ἀτελῆ 构成主语的对比,ταῦτα 复指后者,引出表语短语 τὰ δεχόμενα 完成句式。
- 6.1ἐνταῦθα δὲ ἐφιστάνει ὁ Ἰάμβλιχος, μήποτε ταῦτα εἰς οὐσίαν ἄγεσθαι ῥητέον
在 ἐφιστάνει(提请注意、提出疑难)之后,由 μήποτε 引导的从句充当其对象,表示审慎的提议或疑虑(“提请注意这些是否应当被称为……”)。
- 6.1τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον
分词 ἔχον 以 τὸ εἶναι(存在)作为宾语,介词短语 ἐν τῷ γίνεσθαι(在生成的过程之中)修饰其存在的状态。
