- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:330.36-332.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修考察了扬布里柯关于毁灭、剥夺与匮乏中作用因与受动结构的见解,梳理了阿尔库塔斯与亚里士多德《形而上学》对受动的划分,继而讨论了施动与受动的相互混合、二者之间的非相反关系以及作为伴随属性的相反性与中介的有无。
διττῆς δὲ οὔσης οὐσίας, τῆς μὲν κατὰ τὸ εἶδος, τῆς δὲ κατὰ τὸ ὑλικὸν καὶ ὑποκείμενον, διτταὶ καὶ αἱ φθοραὶ λέγονται· ἡ μὲν κατὰ στέρησιν ἀπουσίαν οὖσαν τοῦ εἴδους καὶ ἔκστασιν τοῦ κατὰ ταῦτα εἶναι παρεχομένην, ἡ δὲ κατ’ ἔνδειαν τῆς ἐπιρρεούσης τοῖς ὑλικοῖς ἀποπληρώσεως καὶ κατ’ ἀνάλωσιν τῆς ἐν αὐτοῖς ὕλης. ἀλλ’ εἰ ἡ στέρησις πάθος, πῶς ἐν τοῖς Φυσικοῖς ποιητικὴ λέγεται αἰτία; “ἀλλὰ καὶ ἡ στέρησις, φησὶν Ἰάμβλιχος, αἰτία γίνεται ποιητική, ὥσπερ καὶ ἡ τοῦ εἴδους παρουσία· καὶ γίνεται ἄλλο μὲν αὐτὴ ἡ στέρησις, ἄλλο δὲ τὸ ἐστερημένον, ὥστε καὶ ἐπὶ ταύτης ὑπ’ ἄλλου γίνεται καὶ ἐν τῷ ἐστερημένῳ πεῖσις, τοῦ προηγησαμένου ποιητικοῦ τῆς στερήσεως αἰτίου.1 καὶ ἐπὶ τῆς ἐνδείας δὲ καὶ ἀποπληρώσεως ὁ αὐτός ἐστιν λόγος· ἐν ἄλλῳ μὲν γάρ ἐστιν τὸ ἀποπληροῦν, ἐν ἄλλῳ δὲ τὸ ἀποπληροῦσθαι, καὶ ἐν ἄλλῳ μὲν τὸ ἐνδεῶς ἔχειν, ἐν ἄλλῳ δὲ τὸ τὴν αἰτίαν τῆς ἐνδείας ἐναπεργάζεσθαι”. πρὸς δὲ ταῦτα οἶμαι ζητεῖν ἄξιον, τίς ἂν εἴη ποιητικὴ στερήσεως αἰτία ἄλλη παρὰ τὴν ἐν τῷ ἐστερημένῳ. ἆρα τὸ ἐναντίον ἐστὶν αἴτιον τὸ φθεῖρον τὸ ἑαυτῷ ἐναντίον; ἢ τοῦτο μὲν κατὰ συμβεβηκός, ἡ δὲ τῆς γενέσεως καὶ φθορᾶς ἐν τῷ ὑπὸ σελήνην ἀνάγκη ὥσπερ τῆς παρουσίας τῶν εἰδῶν αἴτια ἀπαιτεῖ προηγούμενα, οὕτως καὶ τῆς ἀπουσίας, ἅπερ οἱ μυθοπλάσται τοῖς δημιουργικοῖς αἰτίοις εἰς πόλεμον ἀντιτάττουσιν. τὸ δὲ ποίημα τοῦτο ἀντιταχθείη ἂν τῷ † πρώτῳ τοῦ ποιεῖν εἴδει τῷ κατὰ τὸ ποιητικὸν θεωρουμένῳ· καὶ τοῦτο γὰρ κατὰ τὸ εἰς οὐσίαν ἄγεσθαι ἀφορίζεται· ὡς γὰρ τὸ οἰκοδομεῖν ἰδίως καλεῖται ποιητικόν, οὕτως καὶ τὸ οἰκοδομεῖσθαι ποίημα λέγεται. ὅσα τε καὶ οἷα ἀποδεδώκαμεν εἴδη ταῖς ποιητικαῖς ἐνεργείαις, εἴτε θεῖα εἴτε ἀνθρώπινα, εἴτε τεχνητὰ εἴτε ἐπιστητά, εἴτε ἄλλως ὁπωσοῦν διαιρούμενα, τοιαῦτα καὶ τοσαῦτα ἀπονέμειν χρὴ τοῖς ποιήμασιν τοῖς ἀπὸ τῶν ποιήσεων ἀποτελεσθεῖσιν· δῆλον γὰρ ὅτι μετὰ πάθους ποιεῖται τὰ ποιούμενα. τοιαύτη μὲν οὖν τις καὶ τοῦ πάσχειν ὥσπερ τοῦ ποιεῖν διαίρεσις ὑπὸ τοῦ Ἀρχύτου παραδέδοται. Ἀριστοτέλης δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰ πάθη ὧδέ πως διαιρεῖ· “πάθος λέγεται ἕνα μὲν τρόπον ποιότης, καθ’ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουφότης καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, καὶ μάλιστα ὅσαι βλαβεραί· ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται”. τούτων δὴ τὸ μὲν πρῶτον αὐτὸ οἶμαι τὸ παθητικὸν ἀποτέλεσμα καλεῖ πάθος, τὸ δὲ δεύτερον τὴν κίνησιν τὴν παθητικήν, τὸ δέ γε τρίτον καὶ τέταρτον τῇ κατὰ τὴν συνήθειαν ὀνομασίᾳ προσκέχρηται. ἀλλὰ μέχρι μὲν τούτων τὰ δύο γένη ὅλα καὶ τὰ ἐν αὐτοῖς εἴδη πόσα τε καὶ τίνα ἐστίν, ἱκανῶς τεθεωρήκαμεν, ὥς γε αὐτὰ καθ’ ἑαυτὰ ἑκάτερα συλλαβεῖν. Δεῖ δὲ καὶ τὴν πρὸς ἄλληλα αὐτῶν σύμμιξιν ἰδεῖν. καὶ γὰρ καὶ ταύτην σὺν τοῖς ἁπλοῖς Ἀρχύτας παραδέδωκεν λέγων· “τὸ μέν ἐντι ποιέον, τὸ δὲ πάσχον, τὸ δὲ καὶ ποιέον καὶ πάσχον, οἷον ἐν τοῖς φυσικοῖς ποιέον μὲν ὁ θεός, πάσχον δὲ ἁ ὕλα, καὶ ποιέον δὲ καὶ πάσχον τὰ στοιχεῖα”. σαφοῦς δὲ ὄντος τοῦ λεγομένου παραδείγματα ἀρχηγικώτατα παρέθετο, ποιεῖν μὲν τὸν θεὸν εἰπών, ᾧ καὶ τὰ ἄλλα τὰ ποιητικὰ αἴτια συνέπεται, πάσχειν δὲ τὴν ὕλην, δι’ ἣν καὶ τὰ ἄλλα μετέχει τοῦ πάσχειν, καὶ ποιεῖν δὲ καὶ πάσχειν τὰ στοιχεῖα, ὡς ἂν δὴ μετέχοντα καὶ ὕλης καὶ εἴδους. περὶ δὲ τῆς πρὸς ἄλληλα αὐτῶν σχέσεως ζητοῦντες λέγουσιν ὅτι ἀντιθέτως μὲν λέγεται, ἐναντία δὲ οὐκ ἔστιν, ὥσπερ Ἀνδρόνικος ᾠήθη· πῶς γὰρ οἷόν τε τὸ ἐναντίον ἀποτέλεσμα τοῦ ἐναντίου γίνεσθαι; Λοιπὸν δὲ ἄξιον, κἂν εἴρηται πρότερον, ἀλλὰ καὶ ἐνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, οὕτως καὶ ἐπὶ τούτων μετὰ τὴν ἄλλην τεχνολογίαν τὰ παρακολουθοῦντα θεωρῆσαι. ἔστι τοίνυν ἐναντίωσις ἐν τῷ ποιεῖν καὶ ἐν τῷ πάσχειν, καὶ τῶν ἐν αὐτοῖς ἐναντίων τὰ μὲν ἔχει μεταξύ, τὰ δὲ οὐκ ἔχει. τὰ μὲν οὖν κατὰ ἐναντίας ποιότητας ἐναντία, ὡς τὸ θερμαίνειν τῷ ψύχειν καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, καὶ ὧν αἱ ποιότητες ἔχουσί τι μεταξύ, τούτων καὶ τὰ ἐν τῷ ποιεῖν καὶ τῷ πάσχειν ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν· ὧν δὲ οὐκ ἔχουσιν, οὐδὲ ταῦτα,2 ὡς τὸ ὑγιάζειν καὶ νοσάζειν.
既然实体是双重的,一者依形式,另一者依质料基底,毁灭亦被称为双重的:一者依剥夺,即形式的缺失并导致脱离依这些的存在;另一者依流向质料之物的补充之匮乏,并依其中质料的消耗。但若剥夺是受动,何以在《物理学》中被称为作用因?“但剥夺亦成为作用因,”扬布里柯说,“正如形式的临在一样;且剥夺本身是一回事,被剥夺之物是另一回事,是以在此种情形下,受动亦由他者〔即〕剥夺的先行作用因造成并在被剥夺之物中产生。且在匮乏与补充的情形中,道理亦相同:盖补充者在这一物中,而被补充者在另一物中;处于匮乏状态在这一物中,而植入匮乏的原因则在另一物中。”然而针对这些论说,我认为值得探究:除了被剥夺之物中的原因之外,剥夺还能有何种作用因?难道是毁灭与其相反之物的相反者是原因吗?抑或这是偶性的,而月下界的生成与毁灭的必然性,正如要求形式临在的先行原因一样,亦同样要求其缺失的原因——神话创作者们将这些原因与造物主原因相对立以进行战争?而这种作为将与依生产性所观照的施动的第一种形式相对立;因为这亦是依被导入实体而被界定的;因为正如盖房被特称作施动性的,如此房屋被盖好亦被称为作为。且不论我们向施动性现实活动赋予了多少种、何种形式——无论是神性的还是人性的,无论是技艺的还是学识的,或依任何其他方式划分的——就必须向由施动作用所成全的作为分配同等且同样数量的种类;因为显而易见的是,被作为之物乃是伴随着受动而被作为的。由此,阿尔库塔斯便传下了关于受动的某种这般划分,正如关于施动的划分一样。 然而亚里士多德在《形而上学》中大致如此划分诸受动:“受动在一种意义上被称为能据以发生蚀变的性质,如白与黑、甜与苦、重与轻以及凡此类其他性质;在另一种意义上被称为这些性质的现实活动与蚀变,尤其是具有伤害性的蚀变;此外,灾祸与痛苦的重大程度亦被称为受动。”在这些之中,我认为第一种是将受动的成效本身称为受动,第二种将受动性运动称为[受动],而第三种和第四种则采纳了日常的命名习俗。然而截至此时,关于这两个完整的类以及其中的种有多少且为何物,我们已经作了充分的观照,以至于能够就它们各自本身加以把握。 但亦必须观察它们彼此的相互混合。因为阿尔库塔斯在简单的事物之外,亦通过如此说道而传下了此点:“一者施动,另一者受动,还有一者既施动亦受动,例如在自然事物中,神是施动的,质料是受动的,而元素既施动亦受动。”由于所言明晰,他给出了最源始的范例,称神是施动的,其他作用因亦随之而来;质料是受动的,其他事物亦通过它而分有受动;而元素既施动亦受动,乃是因其分有质料与形式两者。探究它们彼此关系的人们说,它们是以相对立的方式被言说的,但并非相反者,正如安德罗尼柯所认为的那样;因为相反者如何可能成为相反者的成效呢? 最后值得的是,即便先前已曾言及,但在此处正如在其他各个类的情形中一样,亦在其余的专门论述之后来观照伴随这些类的属性。因此,在施动之中与在受动之中皆存在相反性,且在它们之中的相反者里,有些具有中介,有些则不具有。因此,依相反性质的事物是相反的——正如致热与致冷相反,受热与受冷相反——而且凡其性质具有某种中介的,其在施动与受动中的事物亦具有某种中介,例如使温热和使变红;而凡其性质不具有中介的,这些事物亦不具有中介,例如致健康与致生病。
- 6.1τοῦ προηγησαμένου ποιητικοῦ τῆς στερήσεως αἰτίου
由带冠词 τοῦ 的名词 αἰτίου 与定语分词 προηγησαμένου 及形容词 ποιητικοῦ 一致构成的属格名词短语,作前文 ὑπ' ἄλλου 中 ἄλλου 的同位语(“即剥夺的先行作用因”),用以具体说明“由他者造成”中的“他者”。
- 6.1ὧν δὲ οὐκ ἔχουσιν, οὐδὲ ταῦτα
省略结构的并列句。前半句中的 ὧν 省略了先行词及主语 αἱ ποιότητες(“凡性质不具有中介的”),后半句 οὐδὲ ταῦτα(指代 τὰ ἐν τῷ ποιεῖν καὶ τῷ πάσχειν)则承前省略了动词谓语 ἔχει τι μεταξύ,与前一句形成严格的修辞与句法对照。
