← 辛普里丘

亚里士多德《范畴篇》注释

§329.14-330.36

受动对施动的依存与受动诸阶段的区分

辛普里修阐明受动决非绝对独立而是始终依存于施动者,随后引述并分析了扬布里柯对阿尔库塔斯关于受动、受动者与作为之间区分的解释(将伴随感觉或共同感觉的受动与不伴随感觉的受动状态相对比)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#23

καὶ ἐπὶ τῆς ψυχῆς δὲ κἂν μὴ οὕτως, ἀλλ’ ὅμως καὶ ἐπὶ ταύτης διῄρηται πολὺ τὸ παθητικόν. καθ’ ἑτέραν δὲ αὖθις ἀναλογίαν καὶ ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ τῆς ψυχῆς νοῦ θεωρεῖταί τις [ἡ] κατὰ πάθος ὑποδοχὴ τῶν τελειοτέρων νοήσεων. καὶ ὅλως ἐν πᾶσιν ἐν οἷς τὸ μέν ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, καὶ τὸ μὲν ἐναπεργάζεται τὴν τελείωσιν, τὸ δὲ ὑποδέχεται ταύτην, θεωρεῖταί τις ἀναλογία πάθους, καθ’ ἣν τὸ μὲν ἐμποιεῖ τὸ τέλειον εἶδος, τὸ δὲ εἰσδέχεται τοῦτο ἐν ἑαυτῷ, ἀεὶ μέντοι ἀπ’ ἄλλου ἐνδίδοται ἡ τοιαύτη μετουσία τοῦ πάθους, κἂν ποτε δοκῇ ἀφ’ ἑαυτοῦ τι πάσχειν, οὐκ ὀρθῶς ὑπολαμβάνεται τὸ τοιοῦτον· οὐ γὰρ κατὰ ταὐτὸν τῶν ἐν ἑαυτῷ πάσχει τε καὶ τὴν αἰτίαν ἑαυτῷ παρέχει τοῦ πάσχειν,1 ὥστε καὶ οὕτως ἀφ’ ἑτέρου γίνεται τὸ πάθος. ἡ μὲν γὰρ δραστήριος ἐνέργεια δύναται καὶ ἑαυτῆς εἶναι αἰτία καὶ ἀφ’ ἑαυτῆς ἄρχεσθαι, τὸ δὲ πάθος ἀτελὲς ὂν πάντῃ οὐ πέφυκεν πρὸς τὴν ἑαυτοῦ γένεσιν ἐξηγεῖσθαι· εἰ γὰρ τὸ ἀφ’ ἑαυτοῦ τὴν αἰτίαν τοῦ ἐνεργεῖν ἔχον τὸ ποιητικόν ἐστιν, τὸ πάσχον ἀπολειπόμενον πάσης αἰτίας οὐδὲ τὴν τοῦ πάσχειν αἰτίαν ἐν ἑαυτῷ ἔχει. οὐδὲν οὖν ἔσται πάθημα ἀπόλυτον, ὥσπερ ἦν ἀπόλυτον ἐνέργημα τὸ βαδίζειν, καὶ τοῦτο εἰκότως· τὰ μὲν γὰρ κρείττονα ἀπολελυμένα τῆς πρὸς ἕτερα σχέσεως αὐτάρκη καθ’ ἑαυτὰ καὶ ἐν ἑαυτοῖς ὑπάρχει, τὰ δὲ χείρονα δεῖται τῶν κρειττόνων πρὸς τὸ ὑποστῆναι, καὶ ἐν τῷ ἐξηρτῆσθαι ἐκείνων καὶ παρ’ αὐτῶν δέχεσθαί τινα μετουσίαν τοῦ εἶναι μεταλαμβάνει. οὐ χρὴ οὖν ὁμοίως τοῖς ἐπὶ τοῦ ποιεῖν διατάττεσθαι, ὅτι καὶ τῶν παθημάτων ἐστὶν τὰ μὲν ἀπόλυτα, τὰ δὲ ὕπτια· ἀεὶ γὰρ συνήρτηται τοῖς ποιοῦσιν τὰ πάσχοντα. Ἐπειδὴ δὲ διάκρισιν Ἀρχύτας τοῦ πάθους καὶ τοῦ πεπονθότος καὶ τοῦ ποιήματος καὶ παθήματος παραδέδωκεν, ἄξιόν ἐστιν μηδὲ ταύτην παραλιπεῖν ἀνεξέταστον. λέγει δὲ ὧδε· “τὸ δὲ πάθος τοῦ πεπονθότος διαφέρει· πάθος μὲν γὰρ γίνεται μετ’ αἰσθήσεως, οἷον θυμός, ἁδονά, φόβος, πεπονθέναι δὲ δύναταί τι καὶ ἄνευ αἰσθήσεως, οἷον ὁ κηρὸς τακεὶς καὶ ὁ πηλὸς ξηρανθείς. ὁμοίως δὲ καὶ τὸ ποίημα τοῦ πεπονθότος· τὸ μὲν γὰρ ποιηθὲν καὶ πέπονθέ πως, τὸ δὲ πεπονθὸς οὐκ εὐθέως πεποίηται· δύναται γὰρ πεπονθέναι τι καὶ κατ’ ἔνδειαν καὶ κατὰ στέρησιν”. ἐν δὲ τούτοις πάθος μὲν ὁ Ἰάμβλιχος ἀκούει τὸ μετ’ αἰσθήσεως καὶ ἀντιλήψεως ἐν τῷ ἀλλοιοῦσθαι [τὰ] μένον τά τε τῆς ψυχῆς καὶ τῶν ζῴων καὶ εἴ τινα τούτων ἐστὶν ἀνωτέρω μετὰ συναισθήσεως ἢ ἄλλης τινὸς παρακολουθήσεως γινόμενα πάθη περιέχον, ὅπερ καὶ ἀντιτίθεσθαί φησιν τῷ πρώτῳ γένει τοῦ ποιεῖν· ὡς γὰρ ἐκεῖνο ἐν τῷ θεωρεῖν προετάττετο, οὕτως τοῦτο ἐν τῷ πάσχειν μετὰ τῆς οἰκείας γνώσεως ὑποτίθεται, ἣν καλεῖ συναίσθησιν. διαιρεῖται δὲ τοῦτο κατ’ εἴδη τῆς συναισθήσεως πολυειδῶς· καὶ γὰρ ταῖς δυνάμεσι τῆς ἐν τῇ ψυχῇ ζωῆς παρακολουθήσεις ἀποδιδόναι χρὴ καὶ ταῖς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων αἰσθήσεσιν τὴν ἐπιβάλλουσαν ἀποδιδόναι χρὴ καὶ ἐπὶ τῶν ἀμυδρὰν ἐχόντων φυσικὴν ἀντίληψιν τοῦ πάσχειν ἐσχάτην τινὰ τίθεσθαι δεῖ συναίσθησιν. καὶ οὕτως, φησίν, ὅλον ἡμῖν τοῦτο τὸ γένος τοῦ πάσχειν παρ’ ἐκεῖνο τὸ πρῶτον τοῦ ποιεῖν γένος εἴληφε τὴν ἀντίθεσιν. τὸ δὲ πεπονθὸς φησιν εἶναι ὅπερ ἐν μὲν τῷ γίνεσθαι οὐ συνεμφαίνει τὸ πάθος, μετὰ δὲ τὸ γεγονέναι ἔνδηλος αὐτοῦ γίνεται ἡ τροπή, ὥσπερ τὸ τετηκέναι τὸν κηρὸν ἢ τὸν πηλὸν ἐξηράνθαι· διόπερ καίτοι διὰ πάθους ὁδεῦσαν καὶ τοῦτο ὅμως κατὰ τὸ πεπονθέναι αὐτὸ χαρακτηρίζει. ἔστιν δὲ τοῦτο ἄνευ αἰσθήσεως, πάντα περιέχον οἷά τε ἔστιν ἐν τῇ φύσει παθήματα καὶ ὅσα * ἐν τοῖς φυσικοῖς στοιχείοις ἔν τε τοῖς συνθέτοις καὶ τοῖς ἁπλοῖς σώμασιν αἱ ἀπαρακολούθητοι γίνονται ἀλλοιώσεις, πᾶσαι αὗται κατὰ τὸ πεπονθέναι χαρακτηρίζονται. γένοιντο δὲ ἂν καὶ τούτων πολυειδεῖς διαιρέσεις, εἴγε τὰ τεμνόμενα καὶ αὐξόμενα καὶ ἀλλοιούμενα καὶ ἄλλως πολλαχῶς ἐν τῷ πεπονθέναι θεωρούμενα, καθ’ ὅσον ἐστὶν σώματα, ἐννοεῖν ἐθέλοιμεν. ἀντιτίθεται δὲ τοῦτο τὸ γένος πρὸς τὰς τῶν ἀψύχων ποιήσεις. τὸ δὲ ποίημα τοῦ πάθους διαφέρειν φησὶν οὐχ ᾗ τινες οἴονται, τῷ τὸ μὲν ἀπ’ ἄλλου ἐνεργήσαντος γίνεσθαι, τὸ δὲ οὐδαμῶς2 (οὐ γὰρ ἔστιν τι ὅλως πάθος ἀφ’ ἑαυτοῦ), ἀλλ’ ἐπεὶ τὰ ποιήματα εἰς οὐσίαν συντελεῖ, τὰ τούτοις ἀντιδιαστελλόμενα παθήματα εἰς οὐδὲν ἀποτέλεσμα ἀποτελευτῶντα ἐξίστησιν ἀπὸ τοῦ εἶναι.

而在灵魂的情形中,即使并非依此[自然的方式],但受动之物在其中同样被大加划分。此外,依另一种类比,在灵魂的理则以及理智中,亦可观察到某种依受动而对更完满智思的接受。总括而言,在凡是一方更为完满而另一方较为不完满、一方施加成全而另一方接受此成全的一切事物中,都可观察到受动的某种类比,依此种类比,一方将完满的形式植入,而另一方则在自身中接纳它;然而受动的这种分有总是由他者赋予的,即使有时某物看似从自身受动,这样的理解亦是不正确的。因为并非依其自身内事物的同一方面,它既受动又向自身提供受动的原因,是以即使在此种情形下,受动亦由他者产生。盖能动的现实活动既能成为自身的原因,亦能从自身开始,但受动由于全然不完满,依其本性并不能导向自身的生成;因为如果从自身拥有现实活动的原因之物是施动的,那么缺少一切原因的受动之物,甚至在自身中亦不拥有受动的原因。因此,没有任何受动成果会是绝对独立的,正如步行是绝对独立的活动成果那样,而这乃是理所应当的;因为更优越者脱离了对其他事物的关系,在自身中自足且存在于自身之内,而较劣者为了持存则需要更优越者,并在依系于它们且从它们接受某种分有之中分有存在。因此,不应像在施动的情形中那样去整饬,认为在受动成果中亦有一些是绝对独立的,而另一些是受动性的;因为受动者始终与施动者结合在一起。 然而,既然阿尔库塔斯传下了受动与受动者、以及作为与受动成果之间的区分,这亦不宜任其未经考察而被忽略。他如此说道:“受动与受动者不同;因为受动伴随感觉而发生,如愤怒、快乐、恐惧,但处于受动状态则亦能在没有感觉的情况下属于某物,例如被融化的蜡和被烘干的泥。同样,作为亦不同于受动者;因为被作为之物亦在某种程度上受动,但受动之物并不直接就被作为;因为某物依缺失和依剥夺而处于受动状态亦是可能的。” 在这些话中,扬布里柯将“受动”理解为伴随着感觉与把握而在受蚀变时留存之物,即包含灵魂与动物的情状,以及凡高于这些、带着共同感觉或某种其他随附意识而发生的情状,彼[扬布里柯]称这正与施动的第一类相对立;因为正如那一类在观照中被置于首位,如此这一类亦带着其特有的认识(他称之为共同感觉)而被置于受动之中。而这依共同感觉的各种形式被多重地划分;因为确实应当将随附意识赋予灵魂中生命的力量,应当将适切者赋予人类与其他动物的感觉,且在那些对受动具有微弱的自然把握的事物之上,必须设立某种最底层的共同感觉。彼[扬布里柯]说,如此一来,我们这整个受动的类就与施动的那第一类相对照而获得了对立。 彼说,“受动者”则是在生成的过程中并不共同显明受动,但在生成之后其转变变得显著之物,例如蜡已融化或泥已烘干;因此,尽管它亦是通过受动而经历其历程,他依然依处于受动状态而将其特征化。而这是没有感觉的,包含了凡存在于自然之中的所有受动成果,且无论在自然元素之中、在复合物体还是简单物体之中发生了多少不被察觉的蚀变,这一切都依处于受动状态而被特征化。如果我们愿意构想那些被切割、增大、受蚀变以及只要作为物体就在处于受动状态中以其他多重方式被观察到的事物,那么关于这些亦会产生多种形式的划分。而这个类是与无灵魂者的施动作用相对立的。 彼说,作为之所以不同于受动,并不是如某些人所认为的那样,是因为前者从展开了活动的他者而来,而后者则绝非如此(因为根本不存在任何完全从自身而来的受动),而是由于诸作为有助于实体,而与这些相区别对立的受动成果,不终结于任何成效,使之脱离存在。

语法注2 条
  1. 6.1οὐ γὰρ κατὰ ταὐτὸν τῶν ἐν ἑαυτῷ πάσχει τε καὶ τὴν αἰτίαν ἑαυτῷ παρέχει τοῦ πάσχειν

    介词短语 κατὰ ταὐτόν(在同一方面)后接部分属格 τῶν ἐν ἑαυτῷ(在其自身内的事物之中)作为限定。主语承前句的 τι(某物),表明单一主体绝不可能在其自身的同一部分或同一面向上一面受动、一面又充当受动的原因。

  2. 6.1τῷ τὸ μὲν ἀπ’ ἄλλου ἐνεργήσαντος γίνεσθαι, τὸ δὲ οὐδαμῶς

    带定冠词的与格不定式 τῷ 统辖整个不定式从句(τὸ μὲν... γίνεσθαι, τὸ δὲ οὐδαμῶς),表示理由或根据(“由于……”)。在从句内部,ἀπ’ ἄλλου ἐνεργήσαντος 作介词短语,意为“从施加了活动的他者而来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:329.14-330.36