- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:31.26-33.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了出于意图的同名异义者的四种形式(相似性、类比、源自一、朝向一目的),探讨了‘由一且朝向一’者的逻辑定位,并评述了波菲利关于隐喻与同名异义之关系的观点及其著作间的表述出入。
ἀλλὰ τὰ μὲν ἀπὸ τύχης, ἅτε τυχαῖον καὶ ἀόριστον, ἀδιαίρετον μένει· τὰ δὲ ἀπὸ διανοίας διαιρεῖται τετραχῇ, εἴς τε τὰ καθ’ ὁμοιότητα, οἷς καὶ Ἀριστοτέλης ἐν τῷ τῶν ὁμωνύμων ἐχρήσατο παραδείγματι εἰπὼν ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, κοινὸν μὲν ἔχοντα τὸ ὄνομα1 τοῦτο, τὸν δὲ λόγον ἕτερον, διότι ὁ μὲν ἄνθρωπος ζῷόν ἐστιν ὡς οὐσία ἔμψυχος αἰσθητική, ἡ δὲ εἰκὼν τοῦ ἀνθρώπου ἢ ὁ ἀνδριὰς ζῷον οὕτως ὡς ὁμοίωμα οὐσίας ἐμψύχου αἰσθητικῆς. δεύτερος δὲ ἀπὸ διανοίας τρόπος ὁ κατὰ ἀναλογίαν, ὅταν ἀρχὴ λέγηται ὁμωνύμως τῶν μὲν ἀριθμῶν ἡ μονάς, τῆς δὲ γραμμῆς ἡ στιγμή, τῶν δὲ ποταμῶν ἡ πηγὴ καὶ τῶν ζῴων ἡ καρδία· ὡς γὰρ πρὸς ἀριθμὸν ἡ μονάς, οὕτως καὶ τὰ ἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τρίτος δὲ ἀπὸ διανοίας τρόπος τὸ ἀπό τινος κοινὴν ἐν πολλοῖς καὶ διαφόροις πράγμασι γενέσθαι κατηγορίαν,2 ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθημάτων παραγραφήν, ἰατρικὸν δὲ τὸ σμιλίον, ὅτι ὄργανόν ἐστιν τῶν κατὰ τὴν ἰατρικὴν τέχνην τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς ἴασίν ἐστιν χρήσιμον, ὥστε τὸ μὲν ὄνομα κοινόν, ὁ δὲ λόγος ἑκάστου ἕτερος. τέταρτος δέ, ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἀπ’ ἐκείνου τῆς προσηγορίας τυγχάνοντα, ὥσπερ σιτίον ὑγιεινὸν καὶ φάρμακον ὑγιεινὸν καὶ γυμνάσιον καὶ τὰ ἄλλα ὅσα ἀπὸ τῆς ὑγείας ὡς ἀπὸ τέλους ὀνομάζεται. τούτους δὲ τοὺς δύο τρόπους τινὲς συνάψαντες ὡς ἕνα τὸν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηρίθμησαν, τινὲς δὲ οὐδὲ ἐν τοῖς ὁμωνύμοις αὐτὸν τεθείκασιν οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ’ ἀμφοῖν μεταξύ, διότι λόγου μέν τινος μετέχει ἀπὸ μὲν τῆς ἰατρικῆς τὰ ἰατρικά, ἀπὸ δὲ τῆς ὑγείας τὰ ὑγιεινά (οὐ γὰρ ὄνομα μόνον ἐστὶ κοινόν) καὶ διὰ τοῦτο τοῖς συνωνύμοις ἔοικεν, καθόσον δὲ οὐκ ἐπίσης μετέχει τὰ μετέχοντα (οὐ γὰρ ὁμοίως ἰατρικὸν τὸ βιβλίον τὸ τὴν ἐπιστήμην τὴν ἰατρικὴν περιέχον καὶ τὸ σμιλίον οὐδὲ ὁμοίως ὑγιεινὸν φάρμακον καὶ περίπατος), διὰ τοῦτο οὖν οὐκ ἔστιν συνώνυμα. τινὲς δέ, ὧν καὶ Ἀττικός ἐστιν, τὸν κατὰ μεταφορὰν τρόπον εἰς ταὐτὸν ἄγοντες τῷ κατὰ ἀναλογίαν, ἕνα τρόπον ὁμωνύμων τὸν συναμφότερόν φασιν. ἐπισκέψεως δὲ ἄξιος ὁ λόγος ἐστίν. λέγει γὰρ ὁ Πορφύριος, ὅτι ὅταν μὲν τὸ πρᾶγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ’ αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ’ αὐτοῦ, οὐκ ἂν εἴη ὁμωνυμία τις ἐνταῦθα (οὐ γὰρ τὰ τροπικῶς ῥηθέντα ὁμώνυμα ἂν εἴη τοῖς κυρίως λεγομένοις), ὅταν δὲ μὴ ἔχῃ ἄλλο, τότε γίνεται ὁμωνυμία. οἷον τῶν ὀρῶν τὸ κάτω μέρος καλεῖται ὑπώρεια· ἀλλ’ οἵ γ’ ὑπωρείας ἔναιον πολυπιδάκου Ἴδης. ταύτας τὰς ὑπωρείας οἱ ποιηταὶ πόδας καλοῦσιν· πάντες δὴ σείοντο πόδες πολυπιδάκου Ἴδης. καὶ κλίνης δὲ καὶ τραπέζης τὰ βαστάζοντα πόδες καλοῦνται καὶ τῆς νεὼς τὸ πηδάλιον· αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, φησὶν ὁ ποιητής. ἐπὶ τούτων οὖν, φησὶν ὁ Πορφύριος, τὸν μὲν τῆς νεὼς καὶ τοῦ ὄρους πόδα οὐκ ἄν εἴποι τις ὁμωνύμως εἰρῆσθαι, διότι ἔχει ἴδια ὀνόματα τὴν ὑπώρειαν καὶ τὸ πηδάλιον, ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔστιν μεταφορά, ἀλλ’ ὁμωνυμία· οὐ γὰρ ἔχουσιν ἄλλο ὄνομα, ἀλλὰ πόδες λέγονται κατὰ τὴν πρὸς τὸ ζῷον ὁμοιότητα, ὥστε ὄνομα μόνον κοινόν ἐστιν τούτων, οἱ δὲ λόγοι ἕτεροι· ἐπὶ δὲ ὄρους καὶ νηὸς ἄλλα ἐστὶν τὰ ὀνόματα, μετενήνεκται δὲ ἡ τῶν ποδῶν προσηγορία κατὰ μεταφοράν”, εἰ μὴ ἄρα καὶ ὁμοιότης ἔστιν τις, καὶ ταύτῃ εἴη ἂν ὁμώνυμα.3 ὁ μέντοι Πορφύριος ἐν μὲν τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν καὶ τὸν τῆς νηὸς πόδα κατὰ μεταφορὰν εἰρῆσθαί φησιν, τὸ κύριον αὐτοῦ πηδάλιον καλεῖσθαι λέγων, ἐν δὲ τοῖς πρὸς Γεδάλειον τὸν μὲν τοῦ ὄρους πόδα κατὰ μεταφορὰν λέγεσθαί φησιν, τὸν δὲ τῆς νηὸς ὁμωνύμως, οὐ γὰρ εἶναι ἄλλο ὄνομα ἐπὶ τούτου λεγόμενον, καίτοι ἐκεῖ πηδάλιον εἰπὼν καλεῖσθαι. καὶ τάχα ἂν ἀμφότερα ἀληθῶς ἐλέγετο, εἰ ἐκεῖ μὲν ποὺς τὸ πηδάλιον ἐλέγετο, ἐνταῦθα δὲ τὸ τοῦ ἱστίου μέρος, οὐκ ἔχον ἄλλο ὄνομα. ἀλλ’ ἔοικεν καὶ ἐνταῦθα τὸ πηδάλιον λέγειν· παρετέθη γὰρ ἐπ’ αὐτοῦ τὸ αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, περὶ τοῦ πηδαλίου λεγόμενον.
然而出于偶然的事物,既然是偶然且不定的,便保持未被划分;而由于意图的事物则分为四种:其一是依相似性而言的,亚里士多德在同名异义者的例子中亦使用了这种,他说人和画像皆是动物,它们共通地具有这名称,而说明方式却不同,因为人作为有灵魂的感觉实体是动物,而人的画像或雕像以此种方式作为有灵魂的感觉实体的摹本是动物。由于意图的第二种形式是依类比而言的,即当在数中将单位、在线中将点、在河流中将源头、在动物中将心脏同名异义地称为‘始基’时;因为正如单位之于数,其余各项亦是如此相对的,而这正是类比的特有属性。由于意图的第三种形式是:在诸多不同事物中,由某单一事物出发而产生共通的述谓,如由医术出发,书本是‘医学的’,因为它包含医学课程的记录;手术刀是‘医学的’,因为它是依医术进行切割的工具;药物是‘医学的’,因为它对治愈有用;以至于名称是共通的,而各自的说明方式是不同的。第四种是:当不同事物归结于一个单一目的,并由此目的获得称谓时,如健康的食物、健康的药物、健康的体育,以及其余一切从作为目的的健康出发而被命名的事物。有些人将这两种形式合并,作为一个单一的‘由一且朝向一’的形式加以列举;而另一些人则将其既不置于同名异义者之中,亦不置于同名同义者之中,而是置于两者之间,因为医学的事物从医术出发,健康的事物从健康出发,分有着某种说明方式(因为不仅名称是共通的),并且因这一点它类似于同名同义者,但就分有者并非同等地分有而言(因为包含医学知识的书本与手术刀并非同样是医学的,药物与散步亦并非同样是健康的),因此由于这一点它们不是同名同义者。然而有些人(其中亦有阿提库斯)将依隐喻的形式归为与依类比的形式相同,主张两者的结合是同名异义者的一种形式。这一论说值得考察。因为波菲利说:当事物具有专有名称,而有人以别的方式借用另一名称隐喻地施加于其上,并将此当作专为其设立的名称来使用时,此处不会有任何同名异义性(因为以比喻方式言说的事物,不会与以严格意义言说的事物成为同名异义者);但当它没有另一名称时,那时便产生同名异义性。例如山峦的下部被称为‘山麓’;‘然而他们曾居住在多泉的伊达山麓’。诗人们将这些山麓称为‘足’:‘确实,多泉的伊达的一切足皆震颤了’。床榻和桌案的支撑部分亦被称为‘足’,船的舵亦然;‘因为我始终操纵着船的足’,诗人如是说。因此波菲利就这些例子说:人们不会说船的足与山的足是同名异义地被言说的,因为它们具有‘山麓’与‘舵’这些专有名称;而在桌案与床榻的场合则并非隐喻,而是同名异义;因为它们没有别的名称,而是依据对动物的相似性被称为足,以至于这些事物仅名称是共通的,而说明方式是不同的;但对山和船而言,名称则是另外的,而足这一称谓是依隐喻被转借的,除非确实亦有某种相似性,且依此它们会是同名异义者。然而,波菲利在《问答录》中说船的足亦是依隐喻言说的,称其专有名称为舵;而在《致盖达利乌斯》中,他却说山的足是依隐喻言说的,而船的足则是同名异义地言说的,因为对此没有别的被言说的名称,尽管他在那里曾说它被称为舵。或许,若在那里舵被称为足,而在此处是没有其他名称的帆的某部分被称为足,那么两种说法就皆属实了。但他在此处似乎亦是指舵;因为针对它所引用的‘因为我始终操纵着船的足’,正是关于舵而言说的。
- 1.2καὶ τάχα ἂν ἀμφότερα ἀληθῶς ἐλέγετο, εἰ ἐκεῖ μὲν ποὺς τὸ πηδάλιον ἐλέγετο, ἐνταῦθα δὲ τὸ τοῦ ἱστίου μέρος, οὐκ ἔχο ἄλλο ὄνομα
典型的非真实条件句(反事实假设),归结从句使用 ἄν 配合未完成过去时 ἐλέγετο,条件从句由 εἰ 配合未完成过去时 ἐλέγετο。它提出了化解波菲利两处著作矛盾的假设性方案(‘若在彼处指舵,而在此处指帆的部分,则两者皆真’),但紧接着在下文(ἀλλ' ἔοικεν...)中被否定。
- 1.2τὸ ἀπό τινος κοινὴν ἐν πολλοῖς καὶ διαφόροις πράγμασι γενέσθαι κατηγορίαν
带有冠词的不定词从句 τὸ ... γενέσθαι 作为主语(或表语)标明第三种形式,意为‘从某事物出发而在许多不同的事物中产生共通的述谓’,与下文第四种形式的 ὅταν διάφορα... 从句在结构上相互对应。
- 1.2εἰ μὴ ἄρα καὶ ὁμοιότης ἔστιν τις, καὶ ταύτῃ εἴη ἂν ὁμώνυμα
附在波菲利引文末尾的条件从句,由惯用语 εἰ μὴ ἄρα(‘除非确实’)引导。它构成了对前文‘仅是隐喻’之断言的保留或注记性补充,将陈述语气现在时 ἔστιν 与潜能式祈愿语气 εἴη ἄν 相结合。
