- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:327.29-329.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修依据扬布利柯的学说,阐明施动作为第一且完全的现实活动,贯穿于从神圣和属天领域直至自然、技艺及其他各范畴的一切事物,进而全面阐述了受动作同与下注的施动活动相结合并被其同化的接受性运动与秩序。
ἐπεὶ δὲ τῶν ποιούντων τὰ μὲν ἦν γεννητικά, τὰ δὲ εἰδοποιά, τὰ δὲ τελεσιουργά, καὶ τούτων τὰ μὲν ἑνωτικά, τὰ δὲ διακριτικά, τὰ δὲ ἄλλην τινὰ ἔχοντα ἐν τοῖς οὖσι ποίησιν, ἔσται καὶ κατὰ πάντων τούτων τὸ ποιεῖν κυρίως λεγόμενον. ἔτι δὲ τὰ μὲν ἐστι φυσικά, ὡς τὸ θερμαίνειν, ψύχειν, τὰ δὲ τεχνικά, οἷον ἰατρεύειν, τεκταίνειν, καὶ τὰ μὲν πεπερασμένα, ὡς τὰ ἐν ταῖς τέχναις, τὰ δὲ ἄπειρα καὶ ἀκατάπαυστα, ὡς ἐπὶ τῶν θείων ποιήσεων καὶ τῶν οὐρανίων, εἴπερ ἀΐδιος ὁ κόσμος ἐστίν. ἀλλὰ καὶ εἰ τῷ εἶναί τινα ἀπεργάζοιτο, ὥσπερ ὁ ἥλιος τῷ εἶναι φωτίζει, εἴτε τῷ νοεῖν ποιεῖ ὥσπερ ὁ τοῦ κόσμου νοῦς εἴτε τῷ λογίζεσθαι1 ὥσπερ ἡ τοῦ παντὸς ψυχή, καὶ ταῦτα πάντα ἐν τῷ ποιεῖν ἐστιν. ἀλλ’ οὐδὲ ὅσαι ἐν αὐτοῖς εἰσιν ἐνέργειαι καθ’ ἑαυτὰ καὶ πρὸς ἑαυτά, ὥσπερ τῶν ἀύλων καὶ χωριστῶν νοήσεων, οὐδὲ ὅσαι δι’ ἑτέρων ἐνεργοῦνται, ὥσπερ αἱ διὰ τῆς ψυχῆς ἢ διὰ τῶν σωμάτων ἢ διὰ τῶν σωματικῶν δυνάμεων, οὐδὲ αὗται ἐκτὸς πίπτουσιν τῆς εἰς τὸ ποιεῖν συντάξεως. ὡσαύτως δὲ καὶ τὰ εἰς αὐτὰ ἐνεργοῦντα καὶ μηδενὸς ἑτέρου προσδεόμενα ἐνεργήματα καὶ τὰ εἰς ἕτερον ἐνεργοῦντα καὶ τὰ εἰς ἑαυτά τε ὁμοῦ καὶ εἰς ἕτερον καὶ τὰ προηγουμένως μὲν εἰς ἑαυτά, ἔχοντα δὲ κατὰ δεύτερον λόγον καὶ τὴν πρὸς ἄλληλα ἐνέργειαν, καὶ ταῦτα ἂν ἐν τῷ ποιεῖν περιέχοιντο. ἀλλὰ δὴ καὶ περὶ πάντα τὰ εἴδη τῶν κατηγοριῶν κατὰ τὴν παροῦσαν διαίρεσιν διατέταται τὸ ποιεῖν· περὶ μὲν τὴν οὐσίαν ἐν τῷ εἰς οὐσίαν ἄγειν τὸ γινόμενον, περὶ δὲ τὴν ποιότητα ἐν τῷ εἰς ποιότητα ἄγειν τὸ ἀλλοιούμενον, περὶ δὲ τὸ ποσὸν ἐν τῷ μεγεθύνειν ἢ μειοῦν, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὡσαύτως ἐστὶν τοῦ ποιεῖν ἡ ἐπὶ πάντα διήκουσα αἰτία. εἰ δὲ δεῖ συλλήβδην τὸ γένος τοῦ ποιεῖν ἑνὶ λόγῳ συλλαβεῖν, νοήσωμεν κατὰ πάντα τὰ ὄντα, ὅσα ποτέ ἐστιν καὶ ὁποῖα, τὰς τελειοτάτας ἐνεργείας πανταχοῦ προηγουμένας τὰς ὅτι μάλιστα ἀπηλλαγμένας παντὸς τοῦ δυνάμει. τούτων δὲ τὰς γινομένας καὶ καθ’ ἑαυτὰς μονοειδεῖς εἰκότως ἂν ἀρχηγικωτάτας εἴποιμεν ἐν τῷ ποιεῖν. αὗται γὰρ ἀφ’ ἑαυτῶν ἔχουσιν τὸ ἐνεργεῖν ποιεῖν2 καὶ ἀπὸ μιᾶς αἰτίας πᾶν αὐτὸ προάγουσιν ἀμερίστως τε παρέχουσιν τοῖς μετ’ αὐτὰ ταττομένοις καὶ συνέχουσιν αὐτὰ μονοειδῶς καὶ δυνατώτατα αὐτὰ καὶ αὐταρκέστατα ἀπεργάζονται· ἅπερ καὶ αἱ ἐνταῦθα ἐνέργειαι, ὅταν ἱκανῶς ἔχωσι καὶ τελείως, ἀπομιμοῦνται πλήρωσίν τινα ἀπ’ ἐκείνων δεχόμεναι. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα. Δεῖ δὲ καὶ τοῦ πάσχειν κατὰ τὸν αὐτὸν τρόπον τὸ παντελὲς περιλαβεῖν. τοῦτο δὲ ἐναντίωσιν μὲν πρὸς τὸ ποιεῖν οὐκ ἔχει, κἂν ὅτι μάλιστα ἀντιθέτοις χρῆται φωναῖς· ὡς δὲ συνεζευγμένον αὐτὸ ταῖς κατιούσαις ἀπὸ τῶν ποιούντων ἐνεργείαις συνθεωρεῖν ὀφείλομεν. ὅταν οὖν αἱ ἐνέργειαι προϊοῦσαι ἐπὶ τὰ ἐκτὸς μετὰ σχέσεως δύνανται καθομοιοῦν3 πρὸς ἑαυτὰ τὰ δυνάμενα αὐτῶν μετέχειν οὐ κατὰ τὴν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν ἀδιάδοχον τοῦ ἐνεργήματος κίνησιν, τότε αἱ κινήσεις αὗται τὸ κοινὸν τοῦ πάθους χαρακτηρίζουσι γένος. κατ’ ἄλλην δὲ ἀφορμὴν πᾶσα κίνησις καὶ γένεσις ἡ ἐν τῷ παντὶ τὸ μὲν ἔχει κινητικὸν καὶ γενεσιουργόν, τὸ δὲ κινούμενον καὶ γινόμενον καὶ ὡς ἐν ἀποτελέσματος τάξει θεωρούμενον. εἰ τοίνυν τὸ δι’ ὅλων τούτων διῆκον γένος ἐν παντὶ τῷ κόσμῳ καὶ καθ’ ὅλας τὰς κινήσεις τῷ λογισμῷ περιλάβοιμεν, εὕροιμεν ἂν τὸ πάσχειν ὅσον τέ ἐστιν καὶ ὁπόσην ἔχει τὴν δύναμιν. ὅλως δὲ τὸ ἐπίκτητον πᾶν καὶ παρ’ ἄλλου ἐπεισιὸν καὶ μηδαμῶς ἑαυτοῦ ὂν ἀλλ’ ἄλλου καὶ συνακολουθοῦν ταῖς τοῦ προηγουμένου ἐνεργείαις καὶ ὑπ’ ἐκείνων τρεπόμενον εἰκότως ἂν ἐν τῷ πάσχειν τεθείη. ἔτι δὲ τὸ ἀντικείμενον τῷ εἴδει καὶ τὸ ὡς ὑλικὸν ὑποκείμενον μορφῆς τε μεταλαμβάνον καὶ δύναμιν ἔχον τοῦ τελειοῦσθαι καὶ τὸ ὑποδεχόμενον πάντα ἐν ἑαυτῷ, καὶ τοῦτο ἂν κοινόν τι τοῦ πάθους εἴη γνώρισμα. εἰ δὲ καὶ τὴν ὑπὸ σελήνην τις τῶν ὑλικῶν στοιχείων σύστασιν ὡς παθητὴν ὑποτιθείη πρὸς τὴν ποιητικὴν τοῦ οὐρανοῦ αἰτίαν, καὶ οὕτως ἂν ἔχοι τι δεικνύναι κοινὸν ἐν τῷ παντί. καὶ ἐν ἑνὶ δὲ τῷ ποιοῦντι καὶ τὸ πάσχειν δυνατὸν θεωρεῖν. καὶ γὰρ ἡ φύσις ποιοῦσα εἰς ἑαυτὴν καὶ ὑφ’ ἑαυτῆς πάσχει, καὶ καθὸ μὲν τοὺς λόγους ἐπιτίθησι τοῖς γινομένοις, ποιητικὴν αὐτὴν ἀφοριζόμεθα, καθὸ δὲ τὴν διακόσμησιν τῶν λόγων τούτων αὐτὴ παρ’ ἑαυτῆς ὑποδέχεται, πάσχειν εἰκότως λέγεται.
由于在施动者之中,有些是促成生成的,有些是赋予形式的,有些是促成完成的,而在这些之中,有些是结合的,有些是分离的,有些则在存在物中拥有某种其他的施动作用,因此依所有这些,施动亦将在严格意义上被言说。此外,有些是自然的,如加热、冷却,有些则是技术的,如行医、建造;有些是有限的,如技艺中的活动,有些则是无限且不息的,如在神圣的和属天的施动作用中那样,如果宇宙确实是永恒的话。不仅如此,无论某物是通过存在而造成某事(正如太阳通过存在而照耀),还是如宇宙理智那样通过智思而施动,抑或如全宇宙之灵魂那样通过推演而施动,所有这些亦都在施动之中。但是,无论是那些在自身之中、依自身且朝向自身的现实活动(正如非质料且分离的智思活动),还是那些通过他者而展开的现实活动(正如通过灵魂、通过物体或通过物体能力展开的活动),甚至这些亦不脱离被编排入施动的范围。同样,那些作用于自身且不需要任何他者的现实活动成果,那些作用于他者的,那些同时作用于自身与他者的,以及那些主要作用于自身但在次要意义上亦具有朝向彼此的现实活动的,这些亦都将被包含在施动之中。而且确实,依当前的划分,施动亦贯穿于范畴的所有种之中:在实体方面,在于将生成之物引向实体;在性质方面,在于将受蚀变之物引向性质;在数量方面,在于增大或减少;在其他各类中亦同样如此,存在着贯穿于一切的施动之原因。如果必须依单一的界说总括地把握施动的类,那么让我们在一切存在物中(无论它们有多少、性质如何)构想那些在各处居于先导的、最完全的现实活动,即那些尽可能完全摆脱了一切潜能状态的活动。而在这些之中,我们理当将那些被产生的且依自身具有单一形式的活动说成在施动中最具始基性的。因为这些活动从自身拥有其现实活动与施动,从单一原因引出其整体,不可分地提供给排在其后的事物,依单一形式维系它们,并将它们造成最有力且最自足的事物;当此地的诸现实活动充分且完满时,它们在从那些活动接受某种充盈的同时,亦恰恰模仿着这些。关于施动,姑且论述至此。 亦必须以同样的方式把握关于受动的完备全体。受动与施动并不具有相反性,即使它极尽可能地使用相对立的语词;相反,我们应当将其作为与从施动者下注而来的诸现实活动相结合的事物而一同加以观照。因此,当带着关系的、向前迈向外在事物的诸现实活动,能够将那些能分有它们的事物同化于自身(并非依现实活动,而是依现实活动成果的不间断运动)时,在彼时这些运动就表征了情状的共同的类。从另一个出发点来看,全宇宙中一切运动与生成,一方面具有推动与生成的力量,另一方面具有被推动、被生成且被视为处于结果秩序之中的事物。因此,如果我们以推论把握在整个宇宙中且贯穿于所有运动而遍历这一切的类,我们就能发现受动是多么广阔,且拥有多么巨大的力量。总括而言,一切后天获得的、从他者侵入的、绝不属于自身而属于他者的、随附于先导者的诸现实活动并被其转化的事物,理当被置于受动之中。此外,与形式相对立之物,作为质料的基底而分有形状、具有被成全的能力并在自身中接受一切事物之物,这亦将是情状的某种共同标志。如果有人将月下质料元素的构成假设为相对于天球的动力因而处于受动态,那么依此方式他亦能在全宇宙中指明某种共同之物。而且在单一的施动者之中,亦可能观照受动。因为自然在作用于自身的同时亦受自身所动;就其将理则施加于生成之物而言,我们将它界定为施动的,但就其自身从自身接受这些理则的整饬而言,它理当被说成是受动的。
- 6.1ἀλλὰ καὶ εἰ τῷ εἶναί τινα ἀπεργάζοιτο... εἴτε τῷ νοεῖν ποιεῖ... εἴτε τῷ λογίζεσθαι
在引导条件句的连词 εἰ 之后并列了 εἴτε... εἴτε...,且谓语语气由希求语气(ἀπεργάζοιτο)转变为直说语气(ποιεῖ,并在下一从句中承前省略动词)。这种交替体现在列举各种模式(“无论通过存在而造成,还是通过智思而施动,抑或通过推演而施动”)时,从抽象假设转向宇宙理智与灵魂之既定现实活动的视点转变。
- 6.1τὸ ἐνεργεῖν ποιεῖν
两个不定式 ἐνεργεῖν 与 ποιεῖν 并置于单一的中性定冠词 τὸ 之下。这既可以理解为将“现实活动即是施动”这一事实实质化,亦可理解为将“活动与施动”视为同一复合功能,作后面动词短语“ἀφ’ ἑαυτῶν ἔχουσιν”的直接宾语。
- 6.1ὅταν οὖν αἱ ἐνέργειαι προϊοῦσαι ἐπὶ τὰ ἐκτὸς μετὰ σχέσεως δύνανται καθομοιοῦν
带有小词 ἄν 的时间/条件连词 ὅταν 在此后接直说语气现在时(δύνανται),而非预期的虚拟语气。这虽偏离古典雅典范式,但在后古典期及帝国晚期希腊语中,用以表述既成或普遍事实时是常见的句法特征。
