← 辛普里丘

亚里士多德《范畴篇》注释

§326.7-327.29

受动的定义与基于原因论的施受等级

辛普里修回应了普罗提诺与扬布利柯关于受动之定义及范畴归属(与关系和“具有”的重叠)的疑难,随后依循扬布利柯,从柏拉图的因果论出发阐明了施动与受动的等级结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#21

πρὸς δὲ τοῦτό φησιν ὁ Ἰάμβλιχος, ὅτι “κακῶς εἴληπται ὁ τοῦ πάσχειν ὁρισμὸς κατὰ τὸ μὴ εἰς οὐσίαν συντελεῖν· εἴτε γὰρ εἰς οὐσίαν συντελεῖ εἴτε εἰς ἀλλοίωσιν εἴτε εἰς ἄλλο ὁτιοῦν τὸ θερμαίνεσθαι, ἐν ἑνὶ τῷ πάσχειν ἐστίν”. μήποτε δὲ τὸ μὲν μὴ εἰς οὐσίαν συντελεῖν τὸ πάθος καλῶς εἴρηται δι’ ἣν καὶ πρότερον εἶπον αἰτίαν, ἐνταῦθα δὲ ὁ μὲν χαλκὸς θερμαίνεται καὶ πάσχει θερμαινόμενος, ὁ δὲ ἀνδριὰς κατὰ συμβεβηκὸς θερμαίνεται, διότι χαλκοῦς ἐστιν. οὐδὲ τοῦτο Ἰάμβλιχος ἀποδέχεται, ὡς γίνεται τὸ πάσχειν τῷ ἔχειν ἐν ἑαυτῷ κίνησιν τὴν ἀλλοίωσιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν. “οὐ γὰρ τὴν κατ’ ἀλλοίωσιν μόνην κίνησιν, φησίν, ἐν τῷ πάσχειν θετέον, ἀλλὰ καὶ ἄλλας πλείονας· καὶ γὰρ καὶ τὸ αὐξόμενον πάσχειν ἂν λέγοιτο καὶ τὸ κατὰ τόπον κινούμενον, ὡς δὲ Ἰάμβλιχός φησι, καὶ τὸ εἰς οὐσίαν ἀγόμενον”. ἔτι δέ, φησὶν ὁ Πλωτῖνος, κινδυνεύει ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν·1 οὗτος κινεῖ καὶ οὗτος κινεῖται, καὶ δύο κατηγορίαι ἑκάτερον, τό τε πρός τι καὶ τὸ ποιεῖν ἢ τὸ πάσχειν· καὶ οὗτος δίδωσιν τῷδε κίνησιν, ὥστε οὗτος λαμβάνει, ὥστε δόσις καὶ λῆψις καὶ πρός τι. ἢ εἰ ἔχει ὁ λαβὼν ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐκ ἔχει κίνησιν; καὶ μήποτε καὶ τῇ τοῦ ἔχειν κατηγορίᾳ ὑποτάσσεται οὐ τὰ πρὸς ἄλληλα μόνον, ἀλλὰ καὶ τὰ ἀπόλυτα· καὶ γὰρ καὶ ἡ ἀπόλυτος κίνησις ἡ τοῦ βαδίζειν ἔχει βάδισιν’. πρὸς δὲ ταῦτα ῥᾴδιον λέγειν ὅτι οὕτως πάντα ἔσται τοῦ ἔχειν, ἐπειδὴ ἐν τῷ μετέχεσθαι θεωρεῖται· ὅ τε γὰρ λευκὸς ἔχει λευκότητα καὶ τὸ δίπηχυ τοσόνδε μέγεθος καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ’ ἕκαστον χρὴ καθ’ ὃ λέγεται, κατὰ τοῦτο ἀνάγειν ἐπὶ τὸ γένος. τὸ δὲ πρός τι πολλάκις εἴρηται ὅτι αὐτὸ καθ’ αὑτὸ κατὰ μόνην θεωρούμενον τὴν σχέσιν ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι· σχέσις γὰρ καθ’ ἑαυτὴν οὐκ ἔστιν. ὡς οὖν ἐν τῇ οὐσίᾳ τὸ πρός τι κατὰ τὸ πατὴρ καὶ υἱός καὶ ἐν τῷ ποιῷ κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐν τῷ ποσῷ κατὰ τὸ ἴσον καὶ ἄνισον, οὕτως καὶ ἐν τῷ ποιεῖν καὶ πάσχειν2 κατὰ τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας εἶναι, κατά τε τὴν καθ’ αὑτὰ ὑπόστασιν καὶ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν. Μετὰ δὲ τὰς τοιαύτας ἀπορίας τε καὶ λύσεις ἐπὶ τὴν θεωρητικωτέραν τεχνολογίαν μετελθὼν ὁ Ἰάμβλιχος * περὶ τοῦ ποιεῖν καὶ πάσχειν, τίνα τε ἔχει καθ’ αὑτὰ ὑπόστασιν καὶ ὅπως συνήρμοσται πρὸς ἄλληλα καὶ ἐπὶ ποῖα καὶ τίνα διατείνει ἑκάτερον. ἄρχεται δὲ ἀπὸ τῆς Πλάτωνος περὶ τοῦ ποιεῖν ἐννοίας, ὃς τὸ ποιοῦν τοῦ αἰτίου ὀνόματι διαφέρειν φησίν. καὶ ὅτι μὲν τὸ ποιητικὸν αἴτιον τὸ ποιοῦν ἐστι, πρόδηλον· πῶς δὲ οὐχὶ τινὸς αἰτίου, ἀλλὰ τοῦ αἰτίου ἁπλῶς οὐδὲν διαφέρειν φησὶν τὸ ποιοῦν; ἢ ὅτι κυρίως3 αἴτιον τὸ ποιοῦν ἐστιν· ὕλη μὲν γὰρ καὶ εἶδος συναίτια μᾶλλόν ἐστιν, ἀλλ’ οὐχὶ αἴτια, τὸ δὲ παράδειγμα καὶ τὸ τέλος οὐ τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν ὄντα αἴτια πρός τι ἂν λέγοιτο τοῦ γινομένου κυρίως. τὸ οὖν ποιοῦν ἂν εἴη τὸ μάλιστα αἴτιον, ὥστε ἀκριβεῖ λόγῳ ἡ περὶ τοῦ ποιεῖν θεωρία περὶ αἰτίου ἐστίν. ὅσα οὖν τὰ αἴτια καὶ ὁποῖα, καὶ ὅσους ἔχει διαφέροντας τρόπους, καὶ τίνα μὲν αὐτῶν πρῶτα, τίνα δὲ δεύτερα ἢ τρίτα, πάντα ταῦτα καὶ ἐπὶ τὸ ποιεῖν οἰκείως μετενεκτέον. πάλιν τοίνυν, ἐπειδὴ αἱ μὲν τῶν ἀσωμάτων αἰτίων εἰσὶν ἐνέργειαι, ἤτοι τῶν καθ’ αὑτὰ κεχωρισμένων ἢ τῶν ἐν τῷ κόσμῳ ὑπαρχόντων καὶ ἀχωρίστων τοῦ παντός, ὥσπερ αἱ τοῦ οὐρανοῦ εἰς ἅπαντα τὰ ὑπὸ σελήνην γιγνόμενα, αἱ δὲ τῆς φύσεως κατὰ τοὺς οἰκείους λόγους, αἱ δὲ τῶν μεριστῶν εἰδῶν, διήκει καὶ διὰ τούτων ὅλων τὸ ποιεῖν καὶ ἡ περὶ αὐτοῦ θεωρία· καθ’ ἕτερον δὲ διορισμόν, ἐπειδὴ τῶν ἐνεργειῶν αἱ μέν εἰσι καθαραὶ καὶ ἄμικτοι πρὸς πάντα τὰ ἄλλα γένη, αἱ δὲ σύμμικτοι πρὸς τὰ ἄλλα, αἵτινες καὶ τὴν συμπλοκὴν ποιοῦνται πολυειδῶς, αἱ δὲ ἔσχατοι οὖσαι πρὸς τὰ παθήματα ἐπικοινωνοῦσιν, ἔσται καὶ τοῦ ποιεῖν ἀρχή τε καὶ μέσα καὶ τέλη κατὰ πάσας τὰς τοιαύτας διαφοράς.

对此,扬布利柯说:“由于不有助于实体而把握受动的定义是不当的;因为无论被加热是有助于实体、有助于质变,还是有助于任何别的东西,它都在受动这一单一体之中。”但受动不有助于实体这一点,或许正如我此前所说的原因那样被恰当地陈述了,而在此处,青铜被加热并在受热中受动,雕像则由于是青铜的而偶性地被加热。扬布利柯亦不接受这一点,即受动是通过自身拥有作为运动的、依以任何方式蚀变的蚀变而产生的。“因为”,他说,“不应当仅把依蚀变的运动置于受动之中,而亦应把其他更多的运动置于其中;因为增加之物亦会被说成受动,依空间运动之物亦然,且如扬布利柯所说,被引向实体之物亦然。”“此外”,普罗提诺说,“在施动相对于受动所涉及的范围内,两者都面临成为关系范畴的危险:此者推动而彼者被推动,各自成为两个范畴,即关系范畴与施动或受动;并且此者给予彼者运动,以致彼者接受,从而有给予与接受以及关系范畴。或者,如果接受者拥有[运动],正如他被说成拥有颜色一样,他为何不拥有运动呢?而且或许不仅相互关联的事物,就连绝对独立的事物亦归属于“具有”的范畴之下;因为行走的绝对运动亦具有行走。”然而,针对这些论点很容易回答说,这样一来一切事物都将属于“具有”,因为它们都是在被分有之中被观照的;因为白者具有白,二肘长之物具有如此的大小,在其他事物上亦同样如此。但是,应当依照各事物赖以被言说的方面,依此将其归入其所属的类。而且关于关系范畴,人们屡次说过,若仅依关系自身来观照,它是在其他范畴中具有其存在的;因为关系自身并不存在。因此,正如在实体中关系范畴依“父亲与儿子”,在性质中依“相似与不相似”,在数量中依“相等与不相等”那样,在施动与受动中亦依“击打与挨打”,同一事物既依其自身的实在又依其相互之间的关系而归属于两个范畴之下,乃是毫无荒谬之处的。 在经历这些疑难与解决之后,扬布利柯转向更为理论性的学术探讨,[讨论]关于施动与受动,它们自身拥有何种实在,如何彼此协调,以及各自延展至何种事物与哪些事物。他从柏拉图关于施动的概念开始,柏拉图说施动者与原因仅在名称上不同。施动者是动力因,这固然是显而易见的;但他为何说施动者不是与某种特定原因,而是与单纯的原因完全无异呢?难道是因为施动者乃是本原意义上的原因吗?因为质料与形式更多是同力因而不是原因,而范型和目的并不是直接作为结果的原因,而是作为施动者去施动的原因,因而对于严格意义上生成的事物而言,它们乃是在关系之中被言说的。因此,施动者应当是最主要的原因,以至于依严格的理路,关于施动的观照就是关于原因的观照。因此,原因有多少、性质如何,具有多少不同的模式,它们之中哪些是第一位的,哪些是第二位或第三位的,这一切亦应当合宜地转移应用到施动之上。再者,由于有些现实活动属于非物体的原因——要么是依自身分离的原因,要么是存在于宇宙中且与整体不可分离的原因,正如天球对月下一切生成之物的活动那样——,而有些现实活动依其固有的理则属于自然,另一些则属于可分的形式,施动及其相关观照亦贯穿于所有这些之中;而依另一种划分,由于现实活动中有些是纯粹的且不与所有其他类相混合,有些则与其他类相混合,它们以多种方式产生结合,而最末端的现实活动则与情状相通,因此依照所有这些差异,施动亦必将具有开端、中间与终结。

语法注3 条
  1. 6.1ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν

    ὅσα 是作为主语的名词化关系代词,其后的属格 τοῦ ποιεῖν 作为部分属格或表示范围的属格(“在施动之中”),与 πρὸς τὸ πάσχειν(“相对于受动”)相对照,整体意为“施动中关涉受动的一切事物”。

  2. 6.1ἐπὶ τὴν θεωρητικωτέραν τεχνολογίαν μετελθὼν ὁ Ἰάμβλιχος * περὶ τοῦ ποιεῖν καὶ πάσχειν

    校勘本中以星号(*)标示处推测脱落了主要动词或分词(如 λέγει 或 διαλαμβάνει)。句法上,需补足伴随分词 μετελθών 的支配动词,理解为“扬布利柯转向……[讨论]关于施动与受动”。

  3. 6.1τὸ δὲ παράδειγμα καὶ τὸ τέλος οὐ τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν ὄντα αἴτια πρός τι ἂν λέγοιτο τοῦ γινομένου κυρίως

    句法骨架为 τὸ δὲ παράδειγμα καὶ τὸ τέλος ... πρός τι ἂν λέγοιτο τοῦ γινομένου κυρίως。分词短语 ὄντα αἴτια 与主语(παράδειγμα 与 τέλος)保持一致。αἴτια 支配着一组对照结构:一方面是 οὐ τοῦ ἀποτελέσματος προσεχῶς(“并非直接作为结果的[原因]”),另一方面是 τῷ ποιοῦντι τοῦ ποιεῖν(与格 τῷ ποιοῦντι 表示关系对象“对于施动者”,属格 τοῦ ποιεῖν 为宾格性属格“施动的原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:326.7-327.29