← 辛普里丘

亚里士多德《范畴篇》注释

§324.19-326.7

关于施动与受动的普罗提诺学说之考察

辛普里丘探讨了普罗提诺关于施动与受动的观点(涉及欲求的来源、腐败以及不引向实体的蚀变),并参照扬布利柯的批判,讨论了受动与实体生成以及好坏评价之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#20

ὡσαύτως δὲ καὶ ὑπὸ τὸ πάσχειν ἔστι μὲν τελεσιουργὰ πάθη, ἔστιν δὲ καὶ τὰ ἀτελῆ, καὶ τὰ μὲν καλά, τὰ δὲ αἰσχρά, καὶ τὰ μὲν κατὰ φύσιν ἐν ἑκατέρῳ, τὰ δὲ παρὰ φύσιν. εἰ δέ τις τὰ ἕτερα μόνον τῶν ἀντικειμένων ἐπ’ αὐτῶν λαμβάνει, οὗτος ἐπὶ βραχὺ συστέλλει τὰ γένη ταῦτα, ὥσπερ ἂν εἴ τις ὅλην τὴν ποιότητα τὴν κατὰ φύσιν ἕξιν λέγοι μόνην ἢ μόνην τὴν παρὰ φύσιν. ‘ἀλλ’ οὐδὲ πᾶν, φησί, τὸ ποιεῖν παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ παρ’ ἑτέρου, παρ’ ἑαυτοῦ μὲν τὸ ἀπόλυτον, ὡς τὸ βαδίζειν, καὶ τὸ ὀρθόν, ὡς τὸ τύπτειν, παρ’ ἑτέρου δὲ ὡς τὸ ὀρέγεσθαι· ὅταν γὰρ τὸ ὀρεκτόν, φησί, βιάζηται τὴν ἐπιθυμίαν, τί διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι;’ ἐν δὲ τούτοις τὰς ὀρέξεις ἐνεργείας οὔσας οὐκ ἐξ ἑαυτῶν, ἐκ δὲ τοῦ ὀρεκτοῦ φησιν ὡρμῆσθαι. καίτοι ἐξ ἑαυτῶν εἰσιν ὡρμημέναι, τὸ δὲ ὀρεκτὸν ἄλλως προηγεῖται, οὐ μοχλεῦον οὐδὲ ὠθοῦν τὴν ὄρεξιν, ἀλλὰ προκαλούμενον αὐτὴν τῇ ἐπιτηδειότητι· καὶ γὰρ ἄτοπον τοιαύτην εἶναι τὴν ὄρεξιν ἐπὶ τῆς αὐτοκινήτου ψυχῆς ἢ ἀκινήτου κατὰ Ἀριστοτέλη. εἰ μέντοι πάθημά ἐστιν ἡ ὄρεξις, ὡς αὐτός φησιν, οὐδὲν ἄτοπον, εἰ ἔξωθεν ἔχει τὸ κινοῦν. καίτοι ἄτοπον τὸ ἀπροαίρετον εἰσάγειν ὄρεξιν καὶ οὐκ ἐξ αὐτῆς ἔχουσαν τὴν ἀρχήν, πολὺ δὲ ἀτοπώτερον τὴν τοιαύτην ὑποτάττειν τῷ ποιεῖν. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα πρὸς τὸν Πλωτῖνον ἀντείρηται. Περὶ δὲ τοῦ πάσχειν ἐφεξῆς ῥητέον, ἐπειδὴ καὶ αὐτὸς ὁ Πλωτῖνος ἰδίᾳ ἀπολαβὼν αὐτὸ σκοπεῖ· ‘μὴ γὰρ οὐδὲ ᾖ, φησίν, τῷ παρ’ ἑτέρου χαρακτηρίζειν τὸ πάσχειν· ἔστι γάρ τι καὶ παρ’ ἑαυτοῦ καὶ οὐ πᾶν παρ’ ἑτέρου, παρ’ ἑαυτοῦ μὲν τὸ σήπεσθαι, παρ’ ἑτέρου δὲ τὸ τύπτεσθαι, καὶ οὕτως οὐδὲν διαφέρει τοῦ ποιεῖν, εἴπερ καὶ ἐκεῖνο παρ’ ἑαυτοῦ ἦν καὶ παρ’ ἑτέρου’. ἀλλ’ εἴρηται πρότερον, ὅτι οὐδὲ ἐπὶ τοῦ ποιεῖν τὸ παρ’ ἑτέρου προστίθεσθαι δεῖ οὔτε ἐπὶ τοῦ πάσχειν τὸ παρ’ ἑαυτοῦ, καὶ περὶ τῆς σήψεως ὅπως ἔξωθεν γίνεται, πρότερον εἴρηται. ‘ἀλλ’ ὅταν, φησί, μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομένῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησιν αὐτὸ πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν εἶναι’.1 τοῦτο δὲ οὔτε διδάσκει τὴν αἰτίαν τοῦ πάθους καὶ τοὐναντίον ἢ βούλεται συνάγει. εἰ γὰρ μηδὲν αὐτὸ συμβάλλεται εἰς τὸ πάσχειν,2 ἢ ἀναίτιον ἔσται τὸ πάθος ἢ ἀπ’ ἄλλου τινὸς ἔξωθεν· κἂν τῶν ἐν αὐτῷ δὲ ὄντων τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει, καὶ οὕτως ἔσται ὡς ἀπ’ ἄλλου τὸ πάθος. “πῶς δὲ δεῖ, φησὶν Ἰάμβλιχος, μὴ ἄγειν εἰς οὐσίαν τὰ πάθη, εἴπερ ἔνια τῶν παθῶν καὶ εἰς οὐσίαν προάγει, ὅσα ἐστὶν γενεσιουργά;” μήποτε δὲ τοῦτο οἰκεῖόν ἐστιν τῷ πάθει·3 εἰ γὰρ δεῖ προυπάρχειν τὴν οὐσίαν τὴν δεξομένην τὸ πάθος, οὐκ ἔστιν οὐσιοποιὸν τὸ πάθος, ὥσπερ οὐδὲ ἡ ἀλλοίωσις ἴδιον· ἀλλοίωσιν δὲ εἶπεν ὑπομένειν τὸ πάσχον τὴν μὴ εἰς οὐσίαν ἄγουσαν. ἀλλὰ πῶς πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον δοκιμάζομεν τὰ πάθη συντελεῖν, ὅταν ἔνια αὐτῶν τὸ κάλλιον ἐν ἡμῖν ἀπεργάζηται; ἢ ἐπειδὴ καὶ αὐτὸς ὁ Πλωτῖνος ἠπόρησεν πρὸς τοῦτο, ἴδωμεν τί πρὸς ἑαυτὸν ἀντιτίθησιν· ‘ἀλλ’ εἰ κάλλιον ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι, οὐδὲν κωλύει τὸ πάσχειν· διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίνεσθαι, τὸ δὲ ἐν τῷ βέλτιον ἢ οὐδέτερον’. καὶ δῆλον ὅτι πρότερον μὲν ἐν τῷ χεῖρον γίνεσθαι τὸ πάσχειν ἐτίθετο, ἐνταῦθα δὲ ἐνδίδωσιν εἶναί τινα πάθη καὶ πρὸς τὸ βέλτιον ἄγοντα. “τεθείσης δέ, φησὶν Ἰάμβλιχος, τῆς ἐπ’ ἄμφω ῥοπῆς ἐν τῷ πάσχειν οὐκ ὀρθῶς ἐπήχθη τὸ “ἢ οὐδέτερον”· μαχομένως γὰρ λέγεται πρὸς τὴν ὑπόθεσιν τὴν τοῦ ποιεῖν καὶ πάσχειν, εἴπερ τὸ μὲν ἐν τῷ κατὰ φύσιν καὶ βελτίονι ἐτίθετο, τὸ δὲ ἐν τῷ παρὰ φύσιν καὶ χείρονι”. καίτοι εἰ ὅμοιον γίνοιτο τὸ πάσχον, οὐδὲ χεῖρον δηλονότι οὐδὲ βέλτιον γενήσεται, ὥστε οὐδέτερον· ἔστιν δὲ καὶ διάφορον γίνεσθαι τὴν κατὰ τὸ χεῖρον ἢ βέλτιον σύγκρισιν μὴ ἔχον, ὡς ὅταν ἐρυθρὸν ἐκ φαιοῦ γίνηται. ἀλλὰ καὶ πρὸς τὸ μὴ εἰς οὐσίαν ἄγειν τὰ πάθη ἀπορεῖ ὁ Πλωτῖνος· ‘εἰ γὰρ τὸ θερμαίνεσθαι, φησί, θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τὸ θερμαίνεσθαι τὸν χαλκὸν τοῦ μὲν ἀνδριάντος εἰς τὴν οὐσίαν συντελοῦν, τοῦ δὲ χαλκοῦ οὐκέτι, εἴη ἂν τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν, εἴπερ τὸ πάσχειν ἦν τὸ μὴ εἰς οὐσίαν συντελεῖν’.

同样地,在受动之下既有成全性的受动,亦有不完全的受动;既有优良的,亦有可耻的;并且在这两方面,既有顺应本性的,亦有违背本性的。如果有人在它们之中仅取对立面的一方,他就会把这些类缩减得很狭隘,正如有人把全部性质仅称为顺应本性的状态,或仅称为违背本性的状态一样。「然而」,他[普罗提诺]说,「并非一切施动都源于自身,亦有源于他者的;源于自身的施动是独立自如者,如行走,以及正直端立者,如击打;而源于他者的施动则如欲求。因为当欲求对象强迫欲望时」,他说,「这与被击打或被推倒在地又有何区别呢?」但在这些论述中,他说欲求虽是现实活动,却不是源于自身,而是从欲求对象始动。然而,它们其实是从自身始动的,而欲求对象只是以另一种方式在先,它既不杠杆般撬动亦不推促欲求,而是通过其适合性引发欲求;因为在自运动的灵魂中,或者依照亚里士多德在不动的灵魂中,欲求若是如此便是荒谬的。然而,如果欲求如他自己所说是一种情状,那么它在外部拥有推动者便毫无荒谬之处。不过,引入一种非出于选择且始基不在其自身的欲求是荒谬的,而将这样一种欲求归属于施动之下则更加荒谬。因此,关于施动,针对普罗提诺的反驳便止于这些。 接下来必须讨论受动,因为普罗提诺自己亦单独抽取出它来进行考察。「或许甚至不能」,他说,「以『源于他者』来界定受动;因为亦有某种源于自身者,并非一切都源于他者:源于自身者如腐败,而源于他者则如挨打;这样一来,受动便与施动毫无区别,如果施动亦既源于自身又源于他者的话」。但此前已经说过,既不应在施动上附加『源于他者』,亦不应在受动上附加『源于自身』;并且关于腐败如何从外部产生,此前亦已谈及。「然而」,他说,「当某物自身不作任何分担而承受一种不引向实体的蚀变,且该蚀变使之转变为较差或不朝向较好时,这种蚀变便是受动」。但这既未说明受动的原因,亦得出了与其意愿相反的结论。因为如果它自身对受动毫无分担,则受动要么是无原因的,要么来自外部的某种他者;即使在其内部的事物中一些在施动而另一些在受动,这样受动亦同样表现为来自他者。「那么」,扬布利柯说,「如果某些受动,即凡属生成性的受动,甚至引向实体,受动又怎能必定不引向实体呢?」但这或许正是受动的固有特性;因为既然接受受动的实体必须预先存在,受动便不是产生实体的,正如蚀变亦非实体的固有特征一样;而他说受动者所承受的乃是不引向实体的蚀变。但是,当某些受动在我们之中产生更好状态时,我们又如何能断定受动是有助于较差状态或非朝向较好状态呢?或者,既然普罗提诺自己亦对此提出了疑难,且让我们看看他自己提出了什么相反的论点:「然而,如果青铜因受热而变得更好,这丝毫不妨碍其受动;因为受动是双重的,一种在于变为较差,另一种在于变为较好,或二者皆非」。显然,他此前把受动置于变为较差之中,而在此处则承认亦有某些引向较好的受动。「但是」,扬布利柯说,「在受动之中设定了朝向两者的倾向之后,再补上『或二者皆非』便是不正确的;因为如果施动被置于顺应本性且较好的状态中,而受动被置于违背本性且较差的状态中,这便与施动和受动的假设相冲突了」。然而,如果受动之物变为相似的,它显然既不会变为较差亦不会变为较好,以至于二者皆非;并且它亦可能变成不具有依较差或较好进行比较的差异之物,正如从灰色变成红色那样。不过,对于受动不引向实体这一点,普罗提诺亦存有疑难:「因为」,他说,「如果受热就是具有热,并且青铜受热对雕像的实体而言是有所贡献的,但对青铜自身则不再是有所贡献的,那么倘若受动就是不有助于实体,同一件事便既会是受动又会是非受动了」。

语法注3 条
  1. 6.1τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν εἶναι

    该带不定式的宾格短语接在普罗提诺引文中的条件从句(ἀλλ’ ὅταν... ὑπομένῃ...)之后,语法上依附于前面的主导动词 φησί,构成其界说的归结从句部分:“[他说]这种蚀变便是受动”。

  2. 6.1μὴ γὰρ οὐδὲ ᾖ, φησίν, τῷ παρ’ ἑτέρου χαρακτηρίζειν τὸ πάσχειν

    带虚拟式 ᾖ 的 μὴ ... ᾖ 结构表示委婉审慎的推断或质疑(“或许甚至不能……”)。普罗提诺以此引出疑问,即以“源于他者”来界定受动是否并不成立。

  3. 6.1μήποτε δὲ τοῦτο οἰκεῖόν ἐστιν τῷ πάθει

    μήποτε 接直陈式是表达谨慎主张或推测的习用句式(“但这或许是……”)。辛普里丘在此用以针对扬布利柯的质疑提出自己关于受动本质特性的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:324.19-326.7