← 辛普里丘

亚里士多德《范畴篇》注释

§322.36-324.19

依内外始基区分施动与受动及疑难探讨

辛普里修分析了元素与动物运动中本性与技艺的交织,通过内在始基与外在始基的所在而非“顺应/违背本性”来阐明施动与受动的区分,并通过学习的具体例子与普罗提诺的疑难论证了该区分与通常语言习惯的融通。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#19

ἴσως οὖν σαφέστερόν ἐστι λέγειν ὅτι τοῦ πυρὸς ἡ ἐπὶ τὸ κάτω κίνησις καὶ τῆς γῆς ἡ ἐπὶ τὸ ἄνω πάθη ἐστὶν ἀπὸ τῆς δημιουργικῆς ποιήσεως ἐγγινόμενα, ἀλλὰ τελειωτικὰ καὶ εἰδοποιὰ τοῦ συνθέτου. παθητὴν δὲ ποίησιν1 αὐτῶν τῶν στοιχείων εἴ τις ἐπιζητεῖ, τὴν κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὐτοῖς αἰτίαν ἐνεργοῦσαν, ταύτην ἀφοριζέσθω, διὸ κατὰ μὲν τὰς ἐνεργείας καὶ ἔρρωται καὶ αὔξεται, κατὰ δὲ τὰ πάθη, κἂν ἀπὸ δημιουργικῶν ᾖ λόγων ἐγγινόμενα, τοῖς μὲν συνθέτοις εἰς τὴν σύστασιν τοῦ εἴδους συντελεῖ, εἰς ἣν καὶ ὁ δημιουργὸς βλέπει, αὐτὰ δὲ βιαζόμενα φθίνει τε καὶ ἀμυδροῦται. καὶ ἐπὶ τῶν ζῴων δὲ αἱ ἀνοικείως, φασίν, τῷ εἴδει γινόμεναι ὁρμαὶ καὶ κινήσεις ἀφιστάμεναι τῆς ποιητικῆς αὐτῶν ἀρχῆς παρὰ φύσιν τε ἔχουσιν καὶ εἰς τὴν ἐναντίαν τῇ τοῦ ποιεῖν αἰτίᾳ περιίστανται· διὸ ἐν τῷ πάσχειν αὐτὰς ῥητέον, τά τε ἄλλα καὶ ὅτι ἡ μὲν τοῦ ποιεῖν ἀρχὴ εἰς τὸ εἶναι αὐτὰς συνέχει, ταῦτα δὲ εἰς φθορὰν ἀποκλίνει· ἀλλ’ εἰ τοῦτο, ἔσονται καὶ τούτων αἱ ἀρχαὶ οὐκ ἐν αὐταῖς ἀλλ’ ἔξωθεν, εἴπερ εἰσὶν ἐν τῷ πάσχειν· εἰ μέντοι ἔνδοθεν αἱ ἀρχαί, ποιήσεις καὶ ταύτας ῥητέον, κἂν ἀφιστῶνται τοῦ κατὰ φύσιν. εἰσὶν γὰρ καὶ φθαρτικαὶ ποιήσεις, ὥσπερ καὶ πείσεις τελειωτικαί, καὶ οὐ πᾶν τὸ ποιεῖν εἰς τὸ εἶναι ἄγει, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι, εἴτε εἰς ἑαυτό τι ἐνεργεῖ εἴτε εἰς ἄλλο· καὶ γὰρ τὸ παρὰ φύσιν ἔχον ἀπὸ τῆς παρὰ φύσιν ταύτης διαθέσεως ἐνεργεῖ τινας ἐνεργείας, εἰ καὶ μὴ καθαράς, διότι πάθει συμμιγεῖς εἰσιν, εἴγε καὶ ἀπὸ πεπονθυίας διαθέσεως προαγόμεναι. καὶ ἐπὶ τῶν ἔξωθεν δὲ κινούντων, ὅταν εἰς τὴν φύσιν κινῶσιν ὥσπερ οἱ γεωργοὶ καὶ οἱ διδάσκαλοι, ἐπειδὴ ἡ ποιητικὴ ἀρχὴ τῆς φύσεως καὶ ἡ τῆς τέχνης εἰς ταὐτὸ συμπίπτουσιν καὶ δύο ἐνέργειαι συνέρχονται, αἱ μὲν τῆς τέχνης ὡς τέχνης ἔξωθεν ἔχουσαι τὴν ἀρχὴν πάθη γίνονται ἐν τῷ κατὰ φύσιν ἔχοντι, αἱ δὲ σωστικαὶ τῆς φύσεως ἔνδοθεν ἔχουσαι τὴν ἀρχὴν μένουσιν ἐν τῷ τῆς ἐνεργείας εἴδει. καὶ ὅταν δὲ ἡ τοῦ διδάσκοντος φωνὴ εἰσίῃ εἰς τὸν μανθάνοντα, ἡ μὲν ἀπὸ τῆς φωνῆς ἐνέργεια τὸ διὰ τῆς ἀκοῆς πάθος σύζυγον ἔχει, καὶ οὕτως ἐπὶ τούτων τὸ ποιεῖν τῷ πάσχειν συνέζευκται, ἄλλης μὲν οὔσης τῆς κατὰ τὴν φωνὴν ἐνεργείας, ἄλλου δὲ τοῦ κατὰ τὴν ἀκοὴν πάθους· ὅταν δὲ τὸ ὑπὸ τῆς φωνῆς παθὸν μηκέτι ἱστῆται ἐν τῷ πάθει, ἀλλὰ προβάλλει ἀφ’ ἑαυτῆς ἄλλην ἐνέργειαν τὴν ἀντίληψιν, τότε ἄλλη ἀρχὴ γίνεται τῆς ἐξ ἑαυτοῦ ἐνεργείας, ἡ γνώρισις τοῦ ῥηθέντος. εἰ δὲ ὁ δεξάμενος τὴν προτέραν ἐνέργειαν κατὰ πάθος ἄλλην ποιεῖται ἐκ τοῦ πάθους ἐνέργειαν, οὐ διὰ τοῦτο χρὴ συνάπτειν αὐτὴν πρὸς τὴν προηγησαμένην τοῦ πάθους ἐνέργειαν τὸ ἐν μέσῳ πάθος ἐκλείποντα,2 οὐδὲ τὴν ἀρχὴν τῆς δευτέρας ἐνεργείας ἐν τῷ διδάσκοντι θετέον, ἵνα ἐν ἄλλῳ φανῇ τῆς ποιήσεως ἡ αἰτία, ἀλλ’ ὥσπερ ἐστὶ σύζυγον, τοῦ μὲν ἐν τῷ μανθάνοντι διὰ τῆς φωνῆς ἐν τῇ ἀκοῇ πάθους ἐν ἄλλῳ ἡ αἰτία τῷ διδάσκοντι, τῆς μέντοι ἀντιλήψεως τὴν οἰκείαν ἀρχὴν ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ ὑποθετέον, ἐγειρομένην ἀπὸ τῶν ἐν τῇ ψυχῇ λόγων, ἵνα καὶ ἀληθῶς ἐπιγνῷ τὸ ῥηθὲν καὶ οἰκείως αὐτὸ παραδέξηται καὶ μὴ ἐν μόνῃ μείνῃ τῇ πληγῇ καὶ τῇ ἀκούσει· καὶ οὕτως ἡ τῆς ἐνεργείας ἀρχὴ ἐν αὐτῷ τινι ἔσται καὶ οὐκ ἐν ἄλλῳ. Ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ ταῦτα ὁ Πλωτῖνος ἐπάγει· ‘ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον, ταῦτα ἔσται ἐν τῷ πάσχειν; τί οὖν εἰ κάλλιον γίνοιτο τὸ πάσχον, ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; 〈ἢ〉 εἰ κατὰ κακίαν ἐνεργοίη τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; μόνως δὴ ταῦτα ἐν τῷ πάσχειν θήσομεν;’ καὶ εἴρηται μὲν ταῦτα ἀπὸ τῆς ἐννοίας τοῦ πάσχειν καὶ ποιεῖν σωστικὸν μὲν τὸ ποιεῖν, φθαρτικὸν δὲ τὸ πάσχειν λεγούσης καὶ τὸ μὲν κάλλιον, τὸ δὲ χεῖρον, μάχεται δὲ τῇ συνηθείᾳ ἐνεργείας καὶ ποιήσεις καὶ φαύλας καὶ παρὰ φύσιν λεγούσῃ3 καὶ αὖ πάλιν πάθη τελειωτικὰ καὶ κατὰ φύσιν λογιζομένῃ. ἡ γὰρ ἁπλῶς ποίησις οὐχ ἕν τι γένος ἐστὶν ἐνεργειῶν, ἀλλ’ ὅσαι ποτὲ εἰσὶν διαφοραὶ τῶν ποιήσεων κατ’ εἴδη διωρισμέναι, πᾶσαι περιέχονται ὑφ’ ἓν τὸ ποιεῖν.

因此,或许更清楚的说法是:火的向下运动与土的向上运动乃是由造物主的制作活动所产生的受动,但对复合物而言却是成全性的并赋予形式的。但若有人探究这些元素自身的受动性制作——即依照形式并依照它们内部的原因而起作用的活动——就让他对之作出界定;因此,依照诸现实活动,它们强健并增长,但依照诸受动,即使它们是由造物主的理性原则所产生,对复合物而言虽有助于形式的构成(这亦是造物主所注视的),但被强迫的元素自身却衰退并黯淡。而在动物的情形中,正如他们所说,不合宜地相对于形式而产生的冲动与运动脱离了它们自身的施动始基,因而处于违背本性的状态,并转向与施动之原因相反的原因;因此必须说它们处于受动之中,这既出于其他原因,亦因为施动的始基将它们维系于存在之中,而这些运动则趋向于毁灭。但若是如此,假使它们确实处于受动之中,这些运动的始基亦将不在它们自身之内而在外;然而,若始基在内部,即使它们脱离了顺应本性的状态,亦必须将它们称为制作。因为不仅有成全性的受动,亦有毁灭性的制作,且并非一切施动都引向存在,而是无论某种事物是作用于自身还是作用于别物,亦会引向非存在;因为即使是处于违背本性状态的事物,亦从这种违背本性的性向中运作某些现实活动,即使由于混杂了受动而不是纯粹的(既然它们是从受动过的性向中产生出来的)。在外部运动者的情况下,当它们如农夫与教师那样朝向本性运动时,由于本性的施动始基与技艺的施动始基汇合于同一事物,两种现实活动汇聚在一起,因而技艺作为技艺的活动,因其始基在外,便在处于顺应本性状态的事物中成为受动,而保全本性的活动因其始基在内,便保留在现实活动的形式之中。而当教师的声音进入学习者之中时,来自声音的现实活动便与通过听觉的受动配对,因而在这些情形中施动与受动结合在一起,依照声音的现实活动是一回事,而依照听觉的受动则是另一回事;然而,当被声音所作用者不再停留在受动之中,而是由自身投射出另一种现实活动即领悟时,源于自身的现实活动的另一个始基便形成了,即对所言之事的认识。但是,如果通过受动接受了先前现实活动的人从该受动中产生出另一种现实活动,不可因此便略去中间的受动而将其与受动之前的现实活动相连接,亦不可将第二种现实活动的始基置于教师之中以使制作的原因显现于别物之中。相反,正如它们是相配的一样:学习者体内通过声音而在听觉中产生的受动,其原因在别物即教师之中;然而领悟的固有始基,则必须假定存在于学习者的灵魂之中,由灵魂之中的理性原则唤起,以便他能真正认识所言之事并恰当地接受它,而不致停留在单纯的冲击与听闻之中;这样,现实活动的始基便将在某人自身之内而非在别物之中。基于同样的概念,普罗提诺亦补充了如下内容:“难道在没有现实活动而仅有受动的地方,这些事物就会处于受动之中吗?那么,倘若受动之物变得更好,而现实活动却带有更差的状态,又当如何?或者假若有人依照恶习而现实活动,并放肆地支配他人呢?难道我们要把这些仅仅置于受动之中吗?”这些话是基于将施动称为保全性的而将受动称为毁灭性的、并将前者视为较好而后者视为较差的受动与施动概念而说的;但这与通常的语言习惯相冲突,因为习惯用法亦将现实活动与制作称为低劣的及违背本性的,反过来亦将受动视为成全性的及顺应本性的。因为单纯的制作并非单一类的现实活动,而是无论制作有多少按种划分的差异,都全部包容在单一的“施动”之下。

语法注3 条
  1. 6.1παθητὴν δὲ ποίησιν

    短语中形容词 παθητός 修饰 ποίησις(“受动性的制作/产生”)。它指代元素自身内在的、依照形式的现实活动(该活动常易与单纯的受动相混淆),后面的同位短语 τὴν κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὐτοῖς αἰτίαν ἐνεργοῦσαν 对此作出了进一步界定。

  2. 6.1τὸ ἐν μέσῳ πάθος ἐκλείποντα

    阳性宾格单数分词 ἐκλείποντα 与不定式 συνάπτειν 的逻辑主语(泛指的未表达主语,宾格)保持一致。它表述了在将学习者随后的现实活动直接连接到教师先前的发声活动时,不可省略中间受动(听觉受动)这一论证要求。

  3. 6.1μάχεται δὲ τῇ συνηθείᾳ ἐνεργείας καὶ ποιήσεις καὶ φαύλας καὶ παρὰ φύσιν λεγούσῃ

    与格名词 τῇ συνηθείᾳ(“常用习惯用法”)由阴性与格单数分词 λεγούσῃ 修饰,后者支配宾格宾语 ἐνεργείας καὶ ποιήσεις,而 καὶ φαύλας καὶ παρὰ φύσιν 则作补足性的谓词形容词(“称现实活动与制作为低劣的及违背本性的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:322.36-324.19