← 辛普里丘

亚里士多德《范畴篇》注释

§321.19-322.36

依循本性定义施动受动及其反驳考察

辛普里丘考察了普罗提诺根据顺应本性或违背本性来定义施动与受动的观点及其论据,评述了扬布里柯等人关于动力因与目的因之区分的反驳,并探讨了双方立场可能达成一致之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#18

πρὸς μὲν οὖν τὰς ἀπορίας τοῦ Πλωτίνου τοιαύτας οἱ μετ’ αὐτὸν ἐπήγαγον λύσεις. Ἐπειδὴ δὲ ἀντὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ τοῦ ποιεῖν καὶ πάσχειν ὑπὸ τῶν Πυθαγορείων ἄλλον ὁ Πλωτῖνος ἐνέκρινεν, πειραθῶμεν καὶ τοῦτον νοῆσαι, γράφοντες καὶ τὰ πρὸς αὐτὸν εἰρημένα τῷ Ἰαμβλίχῳ καὶ τοῖς ἄλλοις συντόμως. λέγει τοίνυν ὁ Πλωτῖνος, ὅτι ἐδόκει τισὶν μὴ ἐκ τοῦ ἀφ’ ἑαυτοῦ ἢ ἀπ’ ἄλλου χαρακτηρίζειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλ’ ἐκ τοῦ κατὰ φύσιν1 ἢ παρὰ φύσιν· τὰ μὲν γὰρ τοῦ οἰκείου τέλους τυγχάνοντα ἐν τῷ ποιεῖν εἶναι, τὰ δὲ ἐναντία τούτων ἐν τῷ πάσχειν. τὸν γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκοντα οὐ πάσχειν ἀλλὰ ἐνεργεῖν φησι, σῴζοντα τὸ κατὰ λόγον καὶ τὸ κατὰ τὴν οἰκείαν τελειότητα, τὸν δὲ ἀδικοῦντα, κἂν πάντας ἀνθρώπους ἀναιρῇ, φθείροντα τὸ κατὰ λόγον καὶ τὰς κατὰ φύσιν ἀφορμὰς πάσχειν ἀλλ’ οὐ ποιεῖν φησιν. διὸ καὶ τὴν αὐτὴν κίνησιν συμβαίνει τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι· τὸ γὰρ αὐτὸ ὡς μὲν τεχνητὸν κατὰ φύσιν ποιεῖ, ὡς δὲ φυσικὸν παρὰ φύσιν, οἷον τὸ ἐν τοῖς ζῴοις πῦρ κάτω κινούμενον καὶ ἡ γῆ ἄνω κατὰ μὲν τὴν τέχνην τοῦ δημιουργοῦ κατὰ φύσιν κινοῦνται, διὸ οὐκ ἔστιν παθητικὴ ἀλλὰ δραστικὴ ἡ τοιαύτη κίνησις, πρὸς δὲ τὴν ἐξ ἀρχῆς οὐσίαν παθητική. πρὸς δὴ ταῦτα ἀντιλέγοντες ἄλλο φασὶν εἶναι τὸ ποιητικὸν αἴτιον καὶ ἄλλο τὸ τελικόν, κἂν ἐν τοῖς αἰτίοις τὸ τελικὸν ὑπερέχουσαν ἀξίαν ἔχῃ, ἀλλ’ ἐν τῷ ποιεῖν τὸ ποιητικὸν κυριώτερον καὶ οὐδενὸς ἄλλου προσδεόμενον ἐν τούτῳ. ὅταν οὖν ποιοῦν τι τοῦ τέλους διαμαρτάνῃ, κατὰ μὲν τὸ ποιητικὸν ἐν ἑαυτῷ αἴτιον ποιεῖν ἂν λέγοιτο δικαίως, κατὰ δὲ τὴν διαμαρτίαν τοῦ τέλους πάσχειν, εἰ παρὰ φύσιν διατιθοῖτο. τάχα δὲ κατὰ τὴν τεῦξιν τοῦ τέλους, ὅταν κατὰ φύσιν διατιθῆται, πάσχειν ἂν λέγοιτο καὶ οὕτως· οὐ γὰρ πᾶν πάθος δηλοῖ τὸ παρὰ φύσιν, ἀλλ’ ἔστιν τι καὶ κατὰ φύσιν· εἰ δὲ καὶ τὸ τέλος καὶ τὸ ἀγαθὸν ἐν ἑαυτῷ ἔχει, ὥς φασι, τὸ ποιεῖν λεγόμενον, καὶ οὕτως ὁ περὶ τοῦ ποιεῖν ἀποδοθεὶς λόγος ἀραρὼς ἔσται, ὅτι ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχειν. μήποτε δὲ ἐπὶ τῶν ἁπλῶν οὔτε διαιρεῖται τὸ ποιητικὸν καὶ τὸ τέλος, ἀλλ’ εἰς τὸ αὐτὸ συνδεδράμηκεν· εἰ δὲ διῄρηται, οὐδὲν ἄτοπον κατὰ μὲν τὸ ποιητικὸν ποιεῖν, κατὰ δὲ τὸ τέλος πάσχειν. ὅταν δὲ τὸ τέλος ποιῇ, καὶ κατ’ ἐκεῖνο ποιεῖν λέγεται· ὁ γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκων τὴν μὲν κατὰ τὸ τέλος ποίησιν, καθ’ ἣν σῴζει τὸ κατὰ φύσιν καὶ κατὰ λόγον, ταύτην ἐνεργεῖ, καὶ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς τοιαύτης ἐνεργείας τῆς τὸ τέλος περιποιούσης τὸ οἰκεῖον· ἡ δὲ τοῦ τέλους μέθεξις πεπόνθησις, ἀλλ’ ὑφ’ ἑαυτοῦ. τὴν μέντοι σωστικὴν καὶ τηρητικὴν ἑαυτοῦ ἐνέργειαν οὐκέτι ἔχει ὅταν ἀποθνήσκῃ, ἀλλ’ ἄλλος αἴτιος τοῦ ἀποθνῄσκειν. διὸ καθὸ οὐκ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν ἀλλ’ ἐν ἄλλῳ, κατὰ τοῦτο πάσχει ἀλλ’ οὐ ποιεῖ· εἰ μὴ ἄρα ἑαυτὸν ὑπὲρ τῆς πατρίδος ἐπιδιδοὺς αὐτὸς πάλιν τὸ ποιοῦν ᾖ καὶ τὸ πάσχον κατ’ ἄλλο καὶ ἄλλο. πᾶν οὖν καθ’ ὅσον ποιεῖ, ἐν ἑαυτῷ τὸ αἴτιον ἔχει τοῦ ποιεῖν, πᾶν δὲ πάσχον καθὸ πάσχει, ἐν ἄλλῳ. καὶ τὸν ἀδικοῦντα οὖν ὅταν πάσχειν τις λέγῃ φθειρομένου τοῦ κατὰ λόγον ἐν αὐτῷ, κἂν ἀναιρῇ πάντας ἀνθρώπους, πολλὰ ἐν αὐτῷ θεωρεῖ· καὶ γὰρ ποιεῖ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ κατὰ λόγον φθοράν, εἴπερ ἑαυτὸν διαφθείροι, καὶ πάσχει δὲ ὡς ὑπ’ ἄλλου ἑαυτοῦ διαφθειρόμενος, καὶ μέντοι καὶ τὴν τῶν ἄλλων ἀναίρεσιν ποιεῖ. εἰ μέντοι ὑπ’ ἄλλου γένοιτο ἄδικος, ἐκεῖνος εἰς αὐτὸν ποιεῖ, οὗτος δὲ πάσχει μὲν ὑπὸ τοῦ ποιοῦντος εἰς αὐτόν, ποιεῖ δὲ εἰς τοὺς ἀναιρουμένους. “καὶ τὸ πῦρ δὲ τὸ ἐν τοῖς ζῴοις εἰ κάτω κινεῖται καὶ ἡ γῆ ἄνω, πρὸς μὲν τὴν τέχνην τοῦ δημιουργοῦ, φησὶν ὁ Ἰάμβλιχος, ἀρχὴν οὖσαν καὶ αὐτὴν ποιήσεως ποιεῖ τοῦτο, πρὸς δὲ τὴν τῆς φύσεως αἰτίαν, εἴπερ παρὰ φύσιν κινεῖται, πάσχει τοῦτο”. θαυμάζω δὲ ἐγώ, εἰ μὴ νῦν ὅπερ βούλεται ὁ Πλωτῖνος καὶ ἡμεῖς λέγομεν,2 ὅτι τὰ μὲν κατὰ φύσιν ἐν τῷ ποιεῖν ἐστιν, τὰ δὲ παρὰ φύσιν ἐν τῷ πάσχειν.

对于普罗提诺的诸疑难,在他之后的人们便提出了这样的解决方案。然而,由于普罗提诺摒弃了毕达哥拉斯派所给出的关于施动与受动的定义,而采纳了另一种定义,因此让我们亦尝试理解这一定义,并简要记述扬布里柯及其他人针对它所说的内容。普罗提诺于是说,在某些人看来,表征施动与受动的并非“自自身出发”或“自别物出发”,而是“顺应本性”或“违背本性”;因为达到自身固有目的者处于施动之中,而与之相反者则处于受动之中。至少他说,为祖国而牺牲的人并未遭受受动,而是在现实活动,因为他保持了合乎理性的事物以及合乎固有完满性的事物;而行不义的人,即使他杀戮了所有的人,却因为毁灭了合乎理性的事物和合乎本性的始基,因而是在遭受受动而非施动。由此,亦会导致同一运动既属于施动亦属于受动;因为同一个东西,作为人工物是顺应本性而施动,但作为自然物则是违背本性[而受动],例如动物体内的火向下移动、土向上移动,依照造物主的技艺乃是顺应本性而移动,因此这种运动并非受动的,而是施动的,然而相对于其原初的实体而言则是受动的。对此提出反驳的人们则说,动力因是一回事,目的因则是另一回事;即便在诸原因中目的因拥有更卓越的价值,但在施动之中,动力因却更具主导性,且在此方面不需要任何其他事物。因此,每当某个施动者未能达到目的时,依照其自身的动力因,它固然可以被正当地说成是在施动,但依照对目的的丧失,若它是违背本性地被处置,则会被说成是在遭受受动。然而或许依照对目的的达成,当它是顺应本性地被处置时,即便如此它亦会被说成是在遭受受动;因为并非每一种受动都表明违背本性,而是亦有某种顺应本性的受动。即使如他们所说,被称为施动者将目的与善皆含于自身之内,即便如此,关于施动所给出的定义——即施动乃是在自身之内拥有原因——亦将保持稳固。不过或许在单纯的事物中,动力因与目的并未被划分开来,而是汇聚于同一事物;但如果它们被划分开来,那么依照动力因而施动、依照目的因而遭受受动,亦无任何不合理之处。而当目的在施动时,它亦被称为依照那一目的在施动;至少,为祖国而死的人现实地实行着这种依照目的的施动,凭此他保持了顺应本性与合乎理性的状态,并且在他自身之中拥有产生固有目的的这种现实活动的原因;但对目的的分有却是一种遭受受动的状态,尽管是由自身所致。然而,当他死去时,他不再拥有拯救和保全自身的现实活动,而是有别的人作为其死亡的原因。因此,在他在别物中而非在自身中拥有原因的限度内,依照这一点他是在遭受受动而非施动;除非他为祖国献出自身,从而在不同的方面再度既是施动者又是受动者。因此,凡是在施动的限度内,都在自身之中拥有施动的原因;而凡是在遭受受动的限度内,都在别物之中拥有原因。因而,当有人说行不义者在其合乎理性的事物被毁灭时是在遭受受动(即使他杀戮了所有的人),此人在他身上观察到了许多方面;因为他自身就在自身之中造成了合乎理性之物的毁灭(如果他确实毁灭了自身的话),并且作为被另一个自我毁灭者,他亦在遭受受动,然而他亦在施动着对其他人的杀害。不过,如果他是由于别的人而成为不义的,那么那个人便对他施动,而他一方面遭受着对他施动者的受动,另一方面又对被杀害的人施动。“而且动物体内的火若向下移动、土若向上移动,”扬布里柯说,“相对于造物主的技艺——这本身亦是施动的始基——而言,它在此事上是在施动;而相对于本性的原因而言,如果它确实违背本性而移动,它在此事上便是在遭受受动。”然而我却感到惊异,难道我们现在所说的,不正是普罗提诺所意图的——即顺应本性的事物处于施动之中,而违背本性的事物处于受动之中吗?

语法注2 条
  1. 6.1τὸ γὰρ αὐτὸ ὡς μὲν τεχνητὸν κατὰ φύσιν ποιεῖ, ὡς δὲ φυσικὸν παρὰ φύσιν

    在从句 ὡς δὲ φυσικὸν παρὰ φύσιν 中,省略了谓语动词(即 πάσχει)。它与前半句 ὡς μὲν τεχνητὸν κατὰ φύσιν ποιεῖ(“作为人工物是顺应本性而施动”)形成对照;紧接其后的关于动物体内诸元素的具体论证亦明确将能动/施动的运动(δραστικὴ κίνησις)与受动(παθητική)相对立,因而此处在句法上必须补足 πάσχει。

  2. 6.1θαυμάζω δὲ ἐγώ, εἰ μὴ νῦν ὅπερ βούλεται ὁ Πλωτῖνος καὶ ἡμεῖς λέγομεν

    短语 θαυμάζω εἰ μὴ... 是古典希腊语的惯用表达,意为“我怀疑是否不……”或“我感到诧异,难道不是……”,常带有含蓄的肯定意味。在此处,伴随着句首加重的代词 ἐγώ,它引出了一种带有反思甚至微讽意味的推测:注疏家们在转述并修正扬布里柯等人的反驳之后,自己此刻的说法是否最终恰恰归结为普罗提诺所主张的同一结论(即顺应本性者为施动,违背本性者为受动)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:321.19-322.36