- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:320.1-321.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判性地考察了普罗提诺将施动与受动归并为单一运动属的学说,通过切割的例子论证施动与受动在本性上是截然不同的始基与运动,并回应了扬布里柯关于运动相态的反驳。
Ἐπειδὴ δὲ τὴν αὐτὴν κίνησιν καὶ ἐνέργειαν ὁ Πλωτῖνος ὑποθέμενος ἓν γένος τὴν κίνησιν ἀπεφήνατο, ἴδωμεν πῶς διαιρεῖ τὸ γένος τοῦτο. φησὶν δὴ τὰς μὲν σωματικὰς εἶναι, τὰς δὲ ψυχικὰς κινήσεις, καὶ τῶν ψυχικῶν τὰς μὲν λογικάς, τὰς δὲ ἀλόγους. καὶ δῆλον ὅτι παρὰ τὰ μετέχοντα,1 ἐν οἷς ἐγγίνονται, ἐστὶν ἡ τοιαύτη διαφορὰ κατὰ συμβεβηκὸς ἑπομένη, ἀλλ’ οὐ κατὰ τὴν τοῦ γένους οἰκείαν διαφορὰν γενομένη. εἰσὶν δὲ σωματικαὶ μὲν κινήσεις ἐν τῷ ποιεῖν αἵ τε ὀργάνῳ τῷ σώματι χρώμεναι, ὡς ἐν τῷ τύπτειν, καὶ ὅσαι τοῦ σώματός εἰσιν ἴδιαι, ὥσπερ τὸ βαρεῖν· ἐπὶ ψυχῆς δὲ ἐν τῷ ποιεῖν κίνησις διὰ ψυχῆς μὲν τὸ γεωμετρεῖν, ψυχῆς δὲ οἰκεία ἐνέργεια ἡ ζωή. δύναται δέ τις καὶ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι τιθέναι, κατὰ τοὺς τιθεμένους καὶ περὶ ψυχὴν γίνεσθαι πάθη. πάλιν δὲ τὰς μὲν παρ’ ἑαυτῶν εἰς ἄλλα φησὶ κινήσεις, τὰς δὲ ὑπ’ ἄλλων εἰς αὐτά. καὶ δῆλον ὅτι τὴν ποιητικὴν καὶ παθητικὴν κίνησιν διορίζει ταῦτα ἀπ’ ἀλλήλων, καθ’ ὅσον ἡ μὲν παρ’ ἑαυτῶν ἔχει τὸ ἐνεργεῖν ἐπ’ ἄλλα (τοῦτο γάρ ἐστι ποίησις), ἡ δὲ ὑπ’ ἄλλων ἢ ἐξ ἄλλων εἰς ἑαυτὴν (αὕτη δέ ἐστιν ἡ παθητική). ἀλλὰ τὸ μὲν εἰλικρινὲς καὶ καθαρὸν ἰδίωμα τοῦ ποιεῖν ἐστιν ἐν τῷ ἐξ ἑαυτοῦ, τοῦ δὲ πάσχειν τὸ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν· ὁ δὲ οὐ τηρεῖ τὸ καθαρὸν αὐτῶν,2 προστιθεὶς τῷ μὲν ἐξ ἑαυτοῦ τὸ εἰς ἄλλα ἐνεργεῖν (διὰ γὰρ τὴν σύμμιξιν καὶ τὴν εἰς ἄλλο ῥοπὴν οὐ διασῴζει τὴν καθαρὰν ἐνέργειαν), τῷ δὲ ἐξ ἄλλου τὸ εἰς αὐτά, σύνθεσίν τινα ἐργαζόμενος. πολὺ γὰρ διαφέρει ἢ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάθους κεχωρισμένῳ ἢ συνῆφθαι πρὸς τὴν αἰτίαν τοῦ πάθους· τρόπον γάρ τινα ἐπὶ τούτων αἱ δύο ἀρχαὶ εἰς ταὐτὸ συγχέονται. αἰτία δὲ τούτου γέγονεν ἡ τῆς κινήσεως ὡς κοινοῦ γένους προτίμησις, δι’ ἣν οὐχ οἷόν τε καθαρῶς λοιπὸν τὸ πάσχειν καὶ ποιεῖν διαστήσασθαι. ὅθεν καὶ ἐπὶ τῆς τμήσεως συγχεῖ ὁ λόγος ταῦτα, τὰς εἰς ἄλλα κινήσεις τὰς αὐτὰς ταῖς ἐξ ἄλλων κινήσεσιν τιθέμενος· ἔσται γὰρ ‘ἡ μὲν τμῆσις μία, τὸ μέντοι τέμνειν καὶ τέμνεσθαι ἕτερον’, τοῦτο δὲ οὐδαμῶς συγχωρητέον. ὡς γὰρ ἔχει ἡ τμῆσις, οὕτως καὶ τὸ τέμνειν καὶ τὸ τέμνεσθαι· ὥσπερ οὖν ἡ ἀπὸ τοῦ τέμνοντος ἐνέργεια τῆς ἐν τῷ τεμνομένῳ πείσεως κεχώρισται, οὕτως καὶ ἡ κατὰ τὸ τέμνειν τομὴ τῆς κατὰ τὸ τέμνεσθαι διέστηκεν. ἔστιν γὰρ ἡ μὲν ἐκ τῆς ἐνεργείας καὶ τῆς δραστικῆς κινήσεως προκατάρχουσα αἰτία, ἑτέρα δὲ καὶ διάδοχος ταύτης ἐν τῷ τεμνομένῳ παθητικὴ γινομένη τροπή, ἐπεὶ καὶ ἐπὶ τῆς τριχὸς ἄλλη μέν ἐστιν ἡ τῶν χειρῶν διάστασις τῶν ἐκτεινουσῶν τὴν τρίχα, ἄλλη δὲ ἡ τῆς τριχὸς ἀνάπλωσις. οὕτως οὖν καὶ ἐπὶ τῆς τομῆς ἄλλη μὲν ἔσται ἡ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τμῆσις, ἄλλη δὲ ἡ κατὰ τὸ τέμνεσθαι· ἐπεὶ δὲ παράκειται σύνεγγυς [ἢ ἐγγὺς] ἡ ἑτέρα πρὸς τὴν ἑτέραν, τὸ διττὸν αὐτῶν διαλανθάνει, καὶ τοτὲ μὲν δόξαν ἄν τισιν παράσχοι ὡς ἐν τῷ ἐνεργεῖν ὂν τὸ συναμφότερον, τοτὲ δὲ ὡς ἐν τῷ πάσχειν. οὐ μὴν οὕτω γε τὸ ἀληθὲς ἔχει, ἀλλὰ δύο τὰ κινήματά ἐστιν, διεστηκότα μὲν ἀλλήλων κατὰ φύσιν, ἐν δὲ τοῖς συνθέτοις εἰς ταὐτὸ συγχεόμενα· διαλανθάνει δὲ διά τε τὴν σύμμιξιν καὶ διότι τὸ ποιεῖν καὶ πάσχειν εἰς ἓν γένος συνάγουσιν. ἑξῆς δὲ ἀλλήλοις καὶ τοῦτο ζητεῖ ὁ Πλωτῖνος κατὰ τὰ λεγόμενα τῆς κινήσεως εἴδη, εἰ πανταχοῦ συνήρτηται τὸ ποιεῖν τῷ πάσχειν· ἦν δὲ τὰ εἴδη τῆς κινήσεως γένεσις καὶ φθορά, αὔξησις καὶ μείωσις, ἀλλοίωσις, καὶ ἔτι ἡ κατὰ τόπον μεταβολή. ὁ δὲ Ἰάμβλιχος “εὐθὺς μὲν ἐνιστάμεθα, φησίν, πρὸς τὴν ἀρχὴν τῆς ἐφόδου, οὐκ ἀξιοῦντες ἀπὸ τῆς κινήσεως τὰς ποιήσεις χαρακτηρίζεσθαι, ἄλλο γὰρ γένος εἶναι τῶν κινούντων καὶ ἄλλο τῶν κινουμένων. ἔπειτα ἀντιλέγομεν οὐκ οἰόμενοι δεῖν ἀπὸ τοῦ αὐτοῦ τὰ ποιοῦντα καὶ πάσχοντα χαρακτηρίζεσθαι, ὥσπερ ἀπὸ τοῦ κινεῖσθαι”. μήποτε δὲ ῥητέον πρὸς τὸν Ἰάμβλιχον,3 ὡς τὰ αὐτὰ εἴδη τῆς κινήσεως καὶ τῶν κινούντων ἐστὶ καὶ τῶν κινουμένων· τὸ γὰρ γινόμενον ὑπὸ ποιοῦντος γίνεται καὶ τὸ φθειρόμενον ὑπὸ φθείροντος φθείρεται, καὶ ἐπὶ ἀλλοιώσεως δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς ὁ αὐτός ἐστι λόγος.
既然普罗提诺设定运动与现实活动为同一,并宣称运动为一个属,那么就让我们来看看他如何划分这个属。他确实说,一些运动是物相的,另一些运动是精魂的;而在精魂的运动中,一些是理性的,另一些是无理性的。显然,这样的差异是依附性地随着它们产生于其中的分有者而产生的,而非依照该属自身的固有种差形成的。在施动之中的物相运动,既有将身体作为工具而使用的运动(如击打之中),亦有属于身体所固有的一切运动(如具有重量);而在精魂方面,在施动之中经由精魂的运动是研习几何,而精魂自身的固有现实活动则是生命。人们亦可以依照那些主张精魂亦会产生受动的人,将一些运动置于精魂之中,另一些置于物体之中。他又说,一些运动由自身发端指向他物,另一些运动则由他物指向自身。显然,这些表述将能动的运动与受动的运动相互区分开来,因为前者自自身出发而具有针对他物的活动(这便是施动),而后者则由他物或从他物出发指向自身(这便是受动的运动)。然而,施动的纯粹无杂之固有特性在于出自自身,而遭受受动的固有特性则在于在别物之中拥有原因;可是他未能保持它们的纯粹性,在出自自身之上附加了针对他物活动(因为由于混杂以及向他物的倾向,它未能保持纯粹的现实活动),在出自别物之上附加了指向自身,从而制造了某种复合。因为是在一个相分离的别物中拥有受动的原因,还是与受动的原因相结合,这有着巨大的差别;因为在这些情况下,在某种方式上两个始基被混淆为同一个东西了。造成这种情况的原因,在于将运动作为共同的属予以优先推重,因而在其后便不可能纯粹地将遭受受动与施动分离开来。因此,在关于切割的问题上,该论辩亦通过将指向他物的诸运动设定为与出自他物的诸运动相同,从而混淆了这些;因为这将会导致“切割虽是一,然而切与被切却互异”,但这一点是决不可让步的。因为切割的情形如何,切与被切的情形亦如何;正如从切割者出发的现实活动与在被切者之中的受动相分离一样,依照切的切割亦与依照被切的切割截然有别。因为前者是由现实活动与能动运动而来的先导原因,而后者则是接续于此、在被切者之中产生的受动性转折;既然即使在一根毛发的情形中,拉扯毛发的双手的展开是一回事,而毛发的伸展则是另一回事。因而同样,在切割的情形中,依照活动与切的切割将是一回事,依照被切的切割则是另一回事;但由于一者与另一者紧密相邻,它们的双重性便未被察觉,有时可能会给某些人提供这样一种印象,仿佛两者整体皆处于施动之中,有时又仿佛整体皆处于受动之中。然而实情决非如此,相反,移动活动实为两个,本性上彼此分离,却在复合事物中混淆为同一;它们之未被察觉,既是因为混杂,亦是因为他们将施动与遭受受动归并为一个单一的属。随后,普罗提诺依照所谓运动的诸相态亦探讨了这一点:施动是否在任何地方都与遭受受动紧密相连;而运动的诸相态乃是生成与消灭、增大与减小、变异,以及就地点而言的转变。然而扬布里柯说:“我们从一开始就反对其攻势的起点,不认为施动应当从运动来表征,因为推动者的属是一回事,被推动者的属是另一回事。随后我们反驳道,我们认为施动者与受动者不应当如同从被推动出发那样,从同一事物得到表征。”但是或许应当对扬布里柯说,运动的同一些相态既属于推动者,亦属于被推动者;因为生成之物是由施动者生成的,消灭之物是由消灭者消灭的,对于变异以及就地点而言的转变,亦是同样的道理。
- 6.1παρὰ τὰ μετέχοντα
介词 παρά 支配宾格,表示因果依赖关系(“依存于……”、“由于……”)。它表明此种区分取决于运动发生于其中的分有者,而非出自该属自身的本质种差。
- 6.1ὁ δὲ οὐ τηρεῖ τὸ καθαρὸν αὐτῶν
主语 ὁ 在上下文中指普罗提诺。随后的分词短语 προστιθεὶς... ἐργαζόμενος 作为方式/伴随分词,解释了他未能保持两者纯粹性的具体方式与理由。
- 6.1μήποτε δὲ ῥητέον πρὸς τὸν Ἰάμβλιχον
副词 μήποτε 与非人称动形词 ῥητέον 连用,引导一种审慎的主张(“或许应当说……”)。后随的 ὡς 引出由 ῥητέον 所统摄的内容从句。
