← 辛普里丘

亚里士多德《范畴篇》注释

§318.18-319.34

施动的划分与对普罗提诺观点的检视

辛普里丘阐释了阿契塔关于施动中“行动”与“无思惟活动”的划分,探讨了扬布里柯对无精魂物体活动的补充以及阿契塔予以略过的原因。随后,他检视并反驳了普罗提诺关于被动运动、活动的独立性以及思惟属于关系范畴的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#16

τρίτον δὲ τοῦ ποιεῖν γένος τὸ ἐν τῷ πράσσειν ἀπηρίθμηται, ὅπερ τοῦ λόγου τὰς περὶ τὰ αἰσθητὰ καὶ σύνθετα ποιήσεις ἐπιτροπεύει, προαίρεσιν καὶ βουλὴν δόξαν τε καὶ σκέψιν καὶ τὰς τοιαύτας ποιήσεις παρεχόμενον. τούτου δὲ τὸ μέν ἐστι καθόλου, τὰ τῶν πόλεων πράγματα διοικοῦν καὶ ἐν μὲν πολέμῳ στρατηγοῦν, ἐν δὲ εἰρήνῃ τὰς πόλεις ἐπανορθοῦν, τὸ δὲ μερικώτερον, τὰς ἰδίας οἰκήσεις εὐθετίζον, ὅπερ οἰκονομικὸν καλεῖται. τοῦτο δὲ τὸ ὅλον γένος τῶν δοξαστικῶν ἐστι λόγων τῆς ψυχῆς περὶ τὰ αἰσθητὰ ἐνεργούντων καὶ ἀρετὴν καὶ κακίαν ἐπιδεχομένων, διότι κατὰ προαίρεσιν καὶ ὁρμὴν ζωτικὴν ἐπιτελεῖται. οὕτως μὲν Ἀρχύτας τὸ πράττειν ἀπὸ τοῦ ποιεῖν διαιρεῖ· τινὲς δὲ ποιητικὰς μὲν λέγουσιν ὧν ἐπιμένει τὰ ἀποτελέσματα καὶ μετὰ τὴν ποίησιν, ὡς τεκτονικὴν καὶ οἰκοδομικήν, πρακτικὰς δὲ ὧν τὰ ἀποτελέσματα ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ὡς αὐλητική τε καὶ ὀρχηστικὴ καὶ αἱ τοιαῦται. ἄλλο δὲ γένος ἐνεργείας ἐστὶν μετὰ ταῦτα, ὃ κοινῶς “ἄνευ διανοίας” Ἀρχύτας ἀποκαλεῖ, τὸ ἐν τοῖς ἀλόγοις ζῴοις, καὶ δῆλον ὅτι ὅσα ποτὲ ἔστιν καὶ ὁποῖα εἴδη τῶν ἀλόγων ζῴων, τοσαῦτα καὶ τοιαῦτα καὶ ἐν τῷ ποιεῖν διάφορα ἔστιν εἴδη κατὰ τὴν τοιαύτην ἐνέργειαν, περὶ ὧν ἐν ταῖς περὶ ζῴων ἱστορίαις διαριθμεῖσθαι εἰώθαμεν. τελευταῖον δὲ γένος ἐνεργειῶν νοείσθω, φησὶν Ἰάμβλιχος, ὅπερ ψυχῆς μὲν καὶ φύσεως καὶ λόγων καὶ ζωῆς οὐκέτι ἐπιδείκνυσιν ποίησιν, τῶν δὲ σωμάτων, ᾗ σώματά ἐστιν ἄψυχα, φανερὰν καθίστησιν τὴν σωματοειδῆ ἐνέργειαν, κατὰ πάσας μὲν τὰς περὶ τὸ σῶμα [τὰς] φαινομένας ἰδιότητας, κατὰ πάσας δὲ αὐτῶν τὰς δυνάμεις, οὐχ ᾗ μόνον στερεά ἐστιν καὶ ἀντίτυπα, ἀλλ’ ᾗ καὶ περὶ αὐτοῖς ἔχει πολλὰς δραστηρίους δυνάμεις· αἵ τε γὰρ σύμφυτοι τῶν στοιχείων ἐνέργειαι καὶ αἱ τῆς ῥοπῆς κινήσεις ἢ ἐπὶ τὸ βάθος ἢ ἐπὶ τὸ ὕψος αἵ τε πληκτικαὶ καὶ κατὰ τὴν ὦσιν γινόμεναι ἔσχαταί τε ὑπάρχουσιν καὶ ἐν τοῖς συνθέτοις θεωροῦνται 〈καὶ〉 συμμιγεῖς εἰσιν πρὸς ἄλλας φύσεις, αἵτινες οὐκέτι εἰσὶν ἐνέργειαι τό τε δραστήριον οὐκέτι ὁμοίως ἔχουσιν, ἀλλ’ ἐπιμεμιγμέναι πρὸς πάθος εἰσίν, αὐταί τε καθ’ ἑαυτὰς οὖσαι καὶ ἀφ’ ἑτέρων δεχόμεναί τινα εἰς ἑαυτὰς ἐπιπλοκήν”. ὅσα μὲν οὖν ὑπὸ τὸ ποιεῖν ὑπάγεται, διὰ τούτων πέφηνεν. ἄξιον δὲ ἐπιστῆσαι, διὰ τί τὸ τελευταῖον τοῦτο εἶδος τὸ ἐπὶ τῶν ἀψύχων θεωρούμενον παρῆκεν τελέως ὁ Ἀρχύτας. καί μοι δοκεῖ τὰς κυρίως ποιήσεις διελέσθαι προθέμενος, αἵτινες ἐν ἑαυταῖς κυρίως ἔχουσιν τὴν ἀρχὴν τῆς κινήσεως, παραιτήσασθαι τὰς σωματικὰς ταύτας ἅτε πρὸς πάθος συμμεμιγμένας καὶ μετὰ κινήσεως καὶ ἀλλοιώσεως γινομένας. Τούτων δὲ διαιρεθέντων καιρὸς ἂν εἴη λοιπὸν τὰ ὑπὸ τοῦ Πλωτίνου λεγόμενα ἐπισκέψασθαι. τὸ τοίνυν τὰς πρὸς τὸ πάσχειν ῥεπούσας κινήσεις λέγειν ποιήσεις συγχεῖ τὰ δύο γένη πρὸς ἄλληλα·1 οὐ γάρ εἰσιν ἁπλῶς ἐν τῷ ποιεῖν αἱ συμπλεκόμεναι πρὸς τὸ πάσχειν κινήσεις. εἰ δέ τις καὶ τὰς κινήσεις περιέχεσθαι λέγοι ἐν τῷ ποιεῖν, τὰς κατὰ τὸ κινεῖν δηλονότι λήψεται αἰτίας τοῦ κινεῖσθαι, αἵτινες ὡς ἐν αἰτίας λόγῳ περιέχουσι τὰς ἀρχὰς ὅλας τῶν κινήσεων. ἀλλ’ οὐδὲ τὰς ἐνεργείας τῷ ἀπολύτῳ τρόπῳ δεῖ χαρακτηρίζειν· καὶ γὰρ κινήσεσιν τὸ ἀπόλυτον ὑπάρχει, ὡς τῷ βαδίζειν, καὶ ἐνεργείαις οὐχ ὑπάρχει, ὡς ἐν τῷ νοεῖν, ἐπειδὴ τὸ νοεῖσθαί ἐστιν ἢ ποιεῖν ἢ πάσχειν. τὸ δὲ λέγειν, μήποτε οὐδὲ τοῦ ποιεῖν ἐστι τὸ νοεῖν καὶ τὸ βαδίζειν διὰ τὸ εἶναι ἀπόλυτα, τοὐναντίον μᾶλλον κατασκευάζει δικαίως·2 πολὺ γὰρ μᾶλλον ἔσται ἐν τῷ ποιεῖν, διότι αἱ προηγούμεναι ἐν αὐτῷ ποιήσεις ἦσαν ἀπόλυτοι. ‘ἀλλὰ μᾶλλον, φησί, τὸ νοεῖν τῶν πρός τι’. ἢ πρῶτον μὲν οὐδὲ ἡ νόησις πᾶσα πρός τι ἁπλῶς· εἰ γὰρ καὶ πρός τι τιθείη τις αὐτήν, οὖσα γε πρότερον καθ’ ἑαυτὴν προσλαμβάνει τὴν σχέσιν· καὶ γὰρ περὶ τῆς αἰσθήσεως αὐτὸς ὁ Πλωτῖνος ‘καὶ αἴσθησις, φησί, πρὸ τῆς σχέσεως ἐνέργειά ἐστιν ἢ πάθος’· ὡσαύτως δὲ καὶ ἡ νόησις. εἰ δὲ καὶ τὴν νόησίν τις τῶν πρός τι νομίζοι, ἀλλὰ τό γε νοεῖν ἐν τῷ ποιεῖν ἔσται, ἐπεὶ καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν, ἀλλὰ τὸ ἄρχειν τοῦ ποιεῖν.3

作为施动的第三个属,被列举出的是在于行动之中的属,它掌管着理性关于感觉与复合事物的诸制作,提供抉择、审虑、意见、考察以及此类制作。而在此[属]中,一部分是普遍的,管理城邦诸事务,战时统军,平时整饬城邦;另一部分则更为个别,整顿私人家政,被称为家政性的。这整个属归于灵魂的意见性思理,它们针对感觉事物活动并接受德性与恶德,因为它是依照抉择与生命冲动来完成的。阿契塔便是这样将行动与制作区分开来的;但有些人说,制作性的乃是其成就在制作之后仍持存的那些,如木工术与建筑术,而实践性的则是其成就的存在正在于生成过程之中的那些,如吹笛术、舞蹈术及诸如此类。在这些之后,存在着另一属的现实活动,阿契塔普遍地称之为“无思惟的”,即存在于无理性动物之中的活动;显然,无理性动物的相态无论有多少、具有何种性质,依照此类现实活动的施动之中亦有同样多且同样性质的不同相态,关于这些我们惯常在动物志中予以列举。“作为诸现实活动的最后一个属”,扬布里柯说,“应当构想那种不再表现出属于灵魂、自然、思理与生命的制作,而是在物体作为无精魂物体的前提下使物相的现实活动彰显出来的属。这是依照围绕物体显现的一切固有特性,依照它们的一切能力,不仅就它们是坚固与抗阻的而言,而且亦就它们自身拥有诸多能动的能力而言。因为元素的固有现实活动,或向深度或向高度的重度倾向之运动,以及通过打击和通过推挤而产生的运动,乃是居于最末位的,在复合事物中被观照,并且与不再是现实活动、不再同样具有能动性而是与受动相混合的其他自然混杂在一起;它们既依自身而存在,又从他者那里接受了向自身之中的某种交织缠绕。”那么,凡归入施动之下的事物,通过这些论述已经彰显。然而值得注意的是,阿契塔为何完全略过了这在无精魂事物中被观照的最后相态。在我看来,由于他意图划分本真的施动——即其自身本真地拥有运动始基的施动,因而拒绝了这些物体性的[活动],因为它们与受动相混杂,且伴随运动与变易而产生。这些既然已经区分完毕,接下来便应当考察普罗提诺所说的诸观点。将倾向于遭受受动的诸运动称为“施动”,乃是将这两个属相互混淆;因为与受动相交织的诸运动并不是单纯地在施动之中的。如果有人说运动亦包含在施动之中,那么他显然会把依照推动的诸运动作为被推动的原因来把握,这些运动如同在原因的定义中那样包涵着运动的全部始基。然而,人们亦不应当以绝对的方式来表征诸现实活动;因为绝对的性质既属于诸运动(如步行),亦不属于诸现实活动(如在思惟之中),既然被思惟要么是施动要么是遭受受动。另一方面,如果说由于思惟与步行是绝对的,因而它们或许根本不属于施动,这反而恰恰正当地确立了相反的结论;因为它们将更有理由存在于施动之中,既然在其内部居于先导地位的诸制作原本就是绝对的。“然而”,他[普罗提诺]说,“思惟反倒属于关系之物”。或者首先,并非一切思想把握都单纯是关系之物;因为即使有人将其设定为关系之物,它亦是先依自身存在,随后才附带获得该关系的。实际上关于感觉,普罗提诺自己亦说:“感觉在关系之前亦是现实活动或受动”;思想把握亦同样如此。即使有人认为思想把握属于关系之物,至少思惟活动本身仍将存在于施动之中,因为统治亦属于关系之物,而进行统治则属于施动。

语法注3 条
  1. 6.1τὸ τοίνυν τὰς πρὸς τὸ πάσχειν ῥεπούσας κινήσεις λέγειν ποιήσεις συγχεῖ τὰ δύο γένη πρὸς ἄλληλα

    句首带冠词的不定式短语“τὸ ... λέγειν”作主语,主动词为“συγχεῖ”。在不定式结构中,“τὰς πρὸς τὸ πάσχειν ῥεπούσας κινήσεις”作直接宾语,“ποιήσεις”为双宾格句式中的谓词宾格(“把倾向于受动的运动称为施动/制作”)。

  2. 6.1τὸ δὲ λέγειν, μήποτε οὐδὲ τοῦ ποιεῖν ἐστι τὸ νοεῖν καὶ τὸ βαδίζειν διὰ τὸ εἶναι ἀπόλυτα, τοὐναντίον μᾶλλον κατασκευάζει δικαίως

    主语为带冠词的不定式短语“τὸ δὲ λέγειν...”,主动词为“κατασκευάζει”,宾语为“τοὐναντίον”。“μήποτε”引导表示谨慎推测或怀疑的从句(“是否...根本不”),整句骨架为“声称……反而恰恰正当地确立了相反的结论”。

  3. 6.1ἐπεὶ καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν, ἀλλὰ τὸ ἄρχειν τοῦ ποιεῖν

    名词“ἡ ἀρχή”(统治)与实体化的不定式“τὸ ἄρχειν”(进行统治)之间的对比。前者属于关系范畴(“τῶν πρός τι”),而后者则属于施动(“τοῦ ποιεῖν”)。在后半句中省略了系动词“ἐστίν”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:318.18-319.34