- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:316.27-318.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
总结了关于质料适合性与受动之关系的探讨及施动与受动的普遍定义后,辛普里丘借助阿契塔的三分法(观照、制作、行动),探讨了施动的诸相态展开(包括理智的、数学的、天文学的观照,以及神圣的、自然的、技术的制作)。
εἰ δὲ μὴ ἔστιν πάθος, ἀλλὰ πάσχει, περὶ τῆς ἐπιτηδειότητος ζητητέον. εἰ μὲν πάσχει τὴν ἐπιτηδειότητα,1 πάντως ἔστι τι τὸ ποιοῦν αὐτήν· εἰ δὲ μὴ πάσχει, ἀλλ’ αὐτὸ ἐπιτηδειότης ἐστίν, οὐσία ἐστὶν αὕτη τῆς ὕλης, ὁ δὲ λόγος περὶ τοῦ πάθους ἐστίν, εἴτε ἔνδοθεν εἴτε ἔξωθεν. ἀλλ’ ἐδόκει, φησίν, οὔτε τὸ αὐτὸ ἀφ’ ἑαυτοῦ καὶ μὴ ἀπ’ ἄλλου ἱκανὸν εἶναι χαρακτηρίζειν τὸ ποιεῖν οὔτε τὸ ἐξ ἄλλου καὶ μὴ ἀφ’ ἑαυτοῦ τὸ πάσχειν,2 ἐπεὶ καὶ εἰς ἄλλο τι ποιοῦν αὐτὸ μὲν ἐφαίνετο πάσχον, 〈εἰς〉 ὃ δὲ ἐποίει, οὐ πάσχον, ἀλλὰ ποιοῦν· ὁ γοῦν κασσίτερος ποιῶν εἰς τὸν ἄργυρον αὐτὸς μὲν πάσχει ἀναλισκόμενος καὶ φθειρόμενος, τὸν δὲ ἄργυρον καθαίρει τὸ φθεῖρον αὐτὸν ἀποβάλλων, ὥστε μᾶλλον αὐτὸν συνέχειν τὸν ἄργυρον ἐν τῇ αὐτοῦ ποιότητι. ἀλλ’ ἐπεὶ ἐν συνθέτοις πράγμασιν σύμμικτα εἴληπται ποιήματα καὶ παθήματα, οὔτε ὁ κασσίτερος ποιεῖ μόνον, ἀλλὰ καὶ πάσχει· ποιεῖ μὲν καθαίρων τὸν ἄργυρον, πάσχει δὲ ἀναλισκόμενος ὑπ’ αὐτοῦ, καὶ ὁ ἄργυρος πάσχει μὲν τῷ καθαίρεσθαι, ποιεῖ δὲ τῷ ἀναλίσκειν, κατ’ ἄλλο καὶ ἄλλο. Ἀλλ’ ἐπεὶ καθόλου διώρισται, τί μέν ἐστι τὸ ποιεῖν, τί δὲ τὸ πάσχειν, καὶ τίνα τὰ ἑκατέρου ἰδιώματα, ἐπανιτέον λοιπὸν ἐπὶ τὸ διαστήσασθαι τὰ εἴδη τοῦ ποιεῖν καὶ πάσχειν, ὧν ἀφοριζομένων εὔδηλον ἔσται, τίνα οὐκ ὀρθῶς ἀναφέρεται εἰς τὰ κυριώτατα γένη καὶ τίνα ὀρθῶς, τίνα τέ ἐστιν σύμμικτα ἐπ’ ἀμφοτέρων καὶ τίνα ἁπλῶς εἰς τὸ ἕτερον ἀναφέρεται. ἀφ’ ὧν καὶ τὰ Πλωτίνου εὔδηλα φανεῖται, εἰ ὀρθῶς ὑποτάττει τινὰ ὑπὸ τὸ ποιεῖν καὶ οὐχ ὑποτάττει. δεῖ δὲ κἀνταῦθα τὴν Ἀρχύτου παραθέσθαι τοῦ ποιεῖν διαίρεσιν λέγοντος οὕτως· “τῶ δὲ ποιεῖν ἀνωτάτω μὲν ἁ ἐνέργεια, τᾶς δὲ ἐνεργείας διαφοραὶ τρεῖς. τὸ μὲν γὰρ τί ἐστιν αὐτᾶς ἐν τῷ θεωρέν, οἷον 〈γεωμετρεῖν〉, ἀστρονομέν· τὸ δὲ ἐν τῷ ποιέν, οἷον ὑγιάζεν, τεκταίνεν· τὸ δὲ ἐν τῷ πράσσεν, οἷον στραταγέν, πολιτεύεσθαι. γίνεται δὲ ἁ μὲν ἐνέργεια καὶ ἄνευ διανοίας, οἷον ἐν τοῖς ἀλόγοις ζῴοις, γενικωτάτα δὲ αὕτα”. ἐν δὲ τούτοις τὸ μὲν ἀνωτάτω καὶ κοινὸν τοῦ ποιεῖν κατὰ τὴν ἐνέργειαν ἀφορίζεται τὴν ἁπλῶς, ἥτις ἐν ἑαυτῇ συνείληφεν πάντα ὁπόσα ἐστὶν κατ’ εἴδη διακεκριμένα ἐνεργήματα, κινήσεως πάσης ἀπολελυμένη καὶ τὸ κινητικὸν ἔχουσα καθαρὸν καὶ τὸ αἴτιον ἐξ ἑαυτῆς καὶ οὐκ ἀπ’ ἄλλου τινὸς προκατάρχοντος ἢ συνεργοῦντος. ἀπὸ δὲ τούτου μεριστῶς πλείονα πρόεισιν εἴδη ποιήσεων, ὧν πρῶτόν ἐστι τὸ θεωρητικὸν ἀύλοις ἐνεργείαις χρώμενον καὶ ἀτρέπτοις, καὶ αὐτὸ εἰς πλείονα μεριζόμενον εἴδη· ὧν τὸ πρῶτον ὁμώνυμον ἂν εἴη τῷ προσεχεῖ ἑαυτοῦ γένει, θεωρητικὸν καὶ αὐτὸ καὶ κυρίως τοῦτο θεωρητικὸν καλούμενον· τοῦτο δέ ἐστιν τὸ περὶ τῶν νοητῶν καὶ ἀμερίστων οὐσιῶν ἐπισκοπούμενον ἁπλαῖς νοήσεσιν, οἷόν ἐστιν τὸ νοερόν. τοῦτο δὲ παρῆκεν ὁ Ἀρχύτας, καίτοι τῆς Πυθαγορικῆς ὢν διαιρέσεως, διὰ τὸ πρὸς εἰσαγωγὴν ἴσως ἀσύμμετρον τῆς τοιαύτης θεωρίας. τὸ δὲ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν,3 οἷόν ἐστι τὸ γεωμετρεῖν, ὡρισμέναις μὲν οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλλὰ συνθέτοις ἤδη καὶ κατὰ διέξοδον, οἷαι τῆς καθαρᾶς διανοίας εἰσὶν αἱ ἐνέργειαι. τρίτον δέ ἐστιν ἐν τούτοις τὸ περὶ τῶν ἀϊδίων καὶ ἀεικινήτων αἰσθητῶν οὐσιῶν ποιούμενον τὴν θεωρίαν, αἰσθήσει μετὰ λογισμοῦ χρώμενον, οἷόν ἐστιν τὸ ἀστρονομεῖν, συμφώνους τοὺς λόγους τοῖς φαινομένοις ἐπιδεικνύον. καὶ οὕτως ἡ ὅλη τῆς θεωρίας ἐνέργεια ἄνωθεν ἀπὸ τῶν καθαρῶν νοήσεων ἐπὶ τοὺς μετ’ αἰσθήσεως διαλογισμοὺς προχωρεῖ. μετὰ δὲ τοῦτο τὸ εἶδος τὸ ποιητικὸν ὁμώνυμον τῷ γένει τίθησιν ὁ Ἀρχύτας, ὅπερ ἐν τῷ εἰς οὐσίαν ἄγειν τὰ μηδέπω τοῦ εἶναι μετέχοντα κυρίως ὑφέστηκεν. τούτου δὲ πολὺ μέν ἐστιν τὸ θεῖον, ὅπερ ἐν τῇ δημιουργίᾳ τῶν θεῶν περιέχεται, πολὺ δὲ καὶ ἐν τῇ φύσει τοῦ παντὸς καὶ μάλιστα ἀπὸ τοῦ οὐρανοῦ καθῆκον περὶ πᾶν τὸ γινόμενον, πολὺ δὲ καὶ ἐν ταῖς τέχναις μιμουμέναις τὴν φύσιν καὶ τὸ παραλειπόμενον ὑπ’ αὐτῆς ἀναπληρούσαις· ὡς γὰρ ἡ φύσις τὸ τῆς ὑγιείας εἶδος ἐν τοῖς σώμασιν ἐντίθησιν, οὕτως καὶ ὁ ἰατρὸς ἐν τῷ ὑγιάζειν ἀνασῴζει τὴν τῆς φύσεως τελειότητα ἐν τοῖς σώμασιν, καὶ ὡς ἡ φύσις ἄντρα τε καὶ αὐτοφυῆ περιβλήματα περιέβαλεν τοῖς ζῴοις, οὕτως οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ ὑφαντικὴ καὶ αἱ ἄλλαι τέχναι τὰ ἐλλείποντα τοῖς ἀνθρώποις ἀναπληροῦσιν, τὰ χρήσιμα πρὸς τὴν αὐτάρκειαν τοῦ βίου κατασκευάζουσαι.
然而,如果[质料]不是受动本身,而是遭受受动,那么便必须探讨其适合性。如果它将适合性作为受动而承受,那么必然存在产生它的某种事物;但如果它并未遭受受动,而是自身即是适合性,那么这便是质料的实体,而探讨的论述则是关于受动究竟是来自内部还是来自外部。然而他[普罗提诺]说,看来发自自身而非源于他者既不足以表征施动,源于他者而非发自自身亦不足以表征受动,因为向某他物施动者自身似乎亦在遭受受动,而它所向之施动的对象似乎并未受动,反而在施动。例如锡在向银施动时,自身由于被消耗与毁损而遭受受动,但它通过排斥毁损银之物而净化了银,从而反倒使银自身在其固有的品质中得以保持。然而,既然在复合的事物中施动与受动乃是混杂在一起被把握的,那么锡便不仅仅是在施动,而且亦在受动:它通过净化银而在施动,却通过被银消耗而在受动;银则通过被净化而在受动,通过消耗[锡]而在施动,二者各依不同的方面而论。 然而,既然普遍地规定了何为施动、何为受动以及二者各自的固有特性,那么接下来便应当回到区分施动与受动的诸相态。当这些被界定后,何者不恰当地被归入最本原的属,何者被恰当地归入,何者在两者中皆有混杂,何者单纯地归入其中一者,便会变得极为明晰。依据这些,普罗提诺将某些事物归入施动之下以及不予归入是否恰当,亦将清楚显现。在此亦当引述阿契塔关于施动的划分,他这样说道:“在施动之中,最高者乃是现实活动,现实活动则有三处差异。因为其一在于观照,如几何学研究、天文学研究;其二在于制作,如医治、木工;其三在于行动,如治军、从政。现实活动亦可在无思惟的情况下产生,例如在无理性的动物之中,而这乃是最属类的。” 在这些划分中,施动之最高且共同者乃是依照单纯的现实活动来界定的,该现实活动在自身中总括了所有依相态而区分的诸现实活动,摆脱了一切运动,保持着纯粹的推动能力,并且因其自身而拥有原因,而非源自某种先行引发或协同协助的他者。从这一[最高者]出发,按部分生出更多的施动相态,其中第一种是运用无质料且不可变易之现实活动的观照相态,它自身亦进一步划分为更多的相态。这些相态中的第一种与其近邻的属同名,自身被称为观照性的,且本真地被称为观照性的;这正是通过单纯的思想把握来考察理智与不可分的诸实体的相态,正如理智活动那般。阿契塔虽然属于毕达哥拉斯主义的划分,却略过了这一种,或许是因为这种观照与入门导论并不相称。第二种[相态]则是针对不动且数学性的诸实体进行思惟,例如从事几何学,所运用的认识活动虽已确定却不再单纯,而是复合且具有推演历程的,纯粹思惟的现实活动正是如此。在这些之中第三种则是针对永恒且恒常运动的感觉实体进行观照,将感觉与推论结合运用,例如从事天文学,展示与诸现象相协调的诸论理。观照的整个现实活动正是如此由上而下地,从纯粹的思想把握走向伴随感觉的诸推论。 在此相态之后,阿契塔确立了与属同名的制作相态,它本真地建立在将尚未分有存在的事物引向实体之中。这其中很大一部分是神圣的,包含在诸神的造物工作中;很大一部分存在于全体的自然之中,尤其是从诸天下降到一切生成之物上的力量;很大一部分则存在于摹仿自然且补充自然之遗漏的诸技术之中。因为正如自然将健康的相态置于身体之中,医生亦在医治中保全了自然在身体中的完备;又如自然赋予动物以洞穴与天然的覆蔽物,建筑术、木工术、纺织术以及其他技术亦通过制备有益于生活自足的事物,补充了人类所匮乏之物。
- 6.1εἰ μὲν πάσχει τὴν ἐπιτηδειότητα
宾格 τὴν ἐπιτηδειότητα 由动词 πάσχει 支配,作为同族宾格或内向宾格,表达动词 πάσχω 所承受的具体受动内容或结果状态。
- 6.1ἀλλ’ ἐδόκει, φησίν, οὔτε τὸ αὐτὸ ἀφ’ ἑαυτοῦ καὶ μὴ ἀπ’ ἄλλου ἱκανὸν εἶναι χαρακτηρίζειν τὸ ποιεῖν οὔτε τὸ ἐξ ἄλλου καὶ μὴ ἀφ’ ἑαυτοῦ τὸ πάσχειν
插入语 φησίν(“他说”)指代前文提出疑难的普罗提诺。在由 ἐδόκει 支配的不定式结构中,οὔτε τὸ αὐτὸ ἀφ’ ἑαυτοῦ... 与 οὔτε τὸ ἐξ ἄλλου... 两个带冠词短语平行对举,后半句省略了 ἱκανὸν εἶναι χαρακτηρίζειν,支配宾格 τὸ πάσχειν。
- 6.1τὸ δὲ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν
该分句与前文的 ὧν τὸ πρῶτον 相呼应,引入第二种相态。中性单数冠词 τὸ δέ 作为实体化的主语指代前文承接的 εἶδος,并作为动词 ποιεῖται 的主语。
