- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:315.6-316.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对由欲求、冲动、腐烂、生长、由恶产生的情感以及质料的适合性所引发的疑难,审视了关于施动与受动的定义(原因在自身还是在他者之中),并通过扬布利柯等人的论述捍卫了各范畴界定的妥当性。
ἄλλοι δὲ ἀπὸ τοῦ ὀρέγεσθαι καὶ ὁρμᾶν τὴν αὐτὴν ἀπορίαν προσάγουσιν, ὡς ἄρα ταῦτα ἐν αὐτοῖς μὲν ἔχει τὴν αἰτίαν τῆς κινήσεως, οὐ πάντη δὲ καθαρεύει τῆς παρ’ ἄλλου καὶ ἔξωθεν προκαταρχούσης αἰτίας. ταύτην δὲ λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχός φησιν ὅτι “οὐκ ἔστιν ἁπλᾶ τὰ ὁρμῶντα καὶ ὀρεγόμενα· σύνθετα δὲ ὄντα οὔτε τὴν αἰτίαν τοῦ ἐνεργεῖν καθ’ ὅλα ἔχει οὐδὲ κυρίως ἀφ’ ἑαυτῶν, ἐκ μέρους δέ τινος τῶν ἐν αὐτοῖς καὶ δυνάμεως ὥρμηται εἰς τὰς ποιήσεις. ὅθεν καὶ συνεργείας ἀπὸ τῶν ἔξωθεν δεῖται, ἢ προκαταρχούσης ἢ συμβαλλομένης, κινήσεώς τε παθητικῆς μεταλαμβάνει, περὶ ἄλλο μὲν γενομένης (λέγω δὲ τὸ σύνθετον ζῷον), ἀπ’ ἄλλου δὲ ἐνδιδομένης (λέγω δὲ τῆς αἰτίας τῶν ἐνεργειῶν δυνάμεως). διὸ οὐδὲ ποίησίς ἐστιν αὕτη καθαρὰ οὐδὲ πάθος μόνον, οὐδὲ ἀπὸ ταύτης ἐνίστασθαι δεῖ πρὸς τὸν ἀποδοθέντα λόγον περὶ τοῦ ποιεῖν τὸν λέγοντα τὴν αἰτίαν αὐτῷ παρεῖναι τοῦ ἐνεργεῖν ἀφ’ ἑαυτοῦ· μόνον δὲ δεῖ, φησὶν ὁ Ἰάμβλιχος, προστιθέναι τὸ κυρίως καὶ πρώτως ἀφ’ ἑαυτοῦ καὶ ἀφ’ ὅλου ἑαυτοῦ τὴν αἰτίαν παρεχόμενον καὶ μόνως ἐν ἑαυτῷ ταύτην ἔχον καὶ αὐτοτελῶς εἰς τὰ ὅλα αὐτὴν προϊέμενον”. δῆλον δὲ ὅτι σαφέστερος μὲν ὁ λόγος οὕτως ἔσται διὰ τῆς προσθήκης, καὶ Ἀρχύτας δὲ ἐν βραχεῖ λόγῳ πάντα ταῦτα ἐνεδείξατο· τὸ γὰρ “ἐν ἑαυτῷ” ὡς ἐν ὅλῳ εἴληπται καὶ κυρίως καὶ πρώτως. πάλιν δὲ τοῦ πάσχειν ἴδιόν φησι τὸ ἐν ἑτέρῳ τὴν αἰτίαν ἔχειν τῆς κινήσεως· ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος, ὅπερ ἄτοπον, εἶναί τι τῶν γινομένων ὑπὸ μηδεμιᾶς αἰτίας γινόμενον, ἢ ἔχον αἰτίαν,1 καὶ εἰ τοῦτο, ἢ ἐν αὐτῷ τῷ πάσχοντι, καὶ οὕτως οὐ πάσχον μόνον ἐστίν, ἀλλὰ καὶ ποιοῦν, ἢ ἔξωθεν καὶ ἐν ἑτέρῳ· ὡς γὰρ ἂν ποιῇ τὸ ποιοῦν καὶ ἅπερ ἂν ἐκεῖνο ποιῇ, ταῦτα πάσχει τὸ πάσχον. Ἀπορεῖ δὲ καὶ πρὸς τοῦτο ὁ Πλωτῖνος, πῶς ἐστιν ἀπόλυτά τινα καὶ ἐν τῷ πάσχειν οὐκ ὄντα ἐξ ἄλλων, οἷον τὸ σήπεσθαι καὶ ἰοῦσθαι· πολλὰ δὲ καὶ ἐν ἄλλῳ τὴν αἰτίαν ἔχοντα τῆς κινήσεως οὐ πάσχει, ὥσπερ ὁ κύκνος φέρε ἐκ τοῦ ἐν αὐτῷ λόγου λευκαινόμενος ἄγεται μὲν εἰς τὴν οἰκείαν ἐντελέχειαν, οὐ μέντοι διὰ τὸ ὑπ’ ἄλλου πάθος τὸ τοιοῦτον· καὶ τὸ αὖξον δὲ ἀπὸ τοῦ ἐνόντος λόγου οὐ δήπου κατὰ πάθος εἰς τὴν αὔξησιν ἄγεται. ἀλλὰ πρὸς μὲν τοῦτο ῥητέον μήτε τὸν κύκνον ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ λευκὸν εἶναι, ἀλλ’ ἐν ἑαυτῷ, μήτε ἄλλο μηδὲν τῶν εἰς τὸ οἰκεῖον εἶδος τὸ σύμφυτον ἀγομένων ἔξωθεν ἔχειν τὴν τοῦ οἰκείου εἴδους μετοχήν. πάθος τε οὖν λέγομεν τὸ οὕτως μετέχειν, οὐχ ὅτι 〈ὑπ’〉 ἄλλου [οὐ] γίνεται πάθος τὸ τοιοῦτον, ἀλλ’ ἐπειδὴ οὐσίας ἦν μετάληψις ἡ τοῦ εἴδους μετοχὴ κατ’ ἐνέργειαν ὑπὸ ἀέρων ἢ ὑπὸ ὑδάτων ἢ ἄλλου τινὸς ὑγροῦ ἀναθυμιάσεως γινομένη. ἴσως δὲ καὶ διὰ τὴν σύνθεσιν τῶν σηπομένων καὶ ἰουμένων ἐστίν τινα ἐν αὐτοῖς τὰ μὲν ἐν τῷ ποιεῖν, τὰ δὲ ἐν τῷ πάσχειν, ἅπερ μὴ δυνάμενοι διακρίνειν ἀπολύτους πείσεις τὰς τοιαύτας ὑποτίθενται. ἀλλὰ πολλά, φασίν, ἐν ἑαυτοῖς τὴν αἰτίαν ἔχοντα τοῦ ποιεῖν ἐπαθαίνετο, καθὸ πάντας τοὺς φαύλους ἀπὸ τῆς ἐν αὐτοῖς κακίας ἐμπαθεῖς εἶναι λέγομεν. ἢ αὐτῷ δοκεῖ τῷ Πλωτίνῳ μήτε πάθη ἀλλ’ ἐνεργήματα εἶναι τὰ τῆς ψυχῆς πάθη, ἢ ἐν αὐτῇ μὲν ἐνεργήματα, ἐν δὲ τῷ σώματι πάθη. ὥσπερ οὖν τὴν αἰτίαν τῆς κακίας ἐν ἑαυτοῖς ἔχουσιν οἱ φαῦλοι, οὕτως καὶ τὴν ἐνέργειαν αὐτῆς ἔχουσιν ἐν τῷ ποιεῖν, εἴπερ πάθος ἐπὶ τῆς ψυχῆς οὐ λέγεται· εἰ δὲ περὶ τὸ σῶμα γίνεται τὸ πάσχειν, ἀλλ’ ἐν ἄλλῳ ἔσται τὸ πάθος καὶ ἀπ’ ἄλλου, καὶ οὕτως ἀληθὴς γίνεται ὁ τοῦ πάσχειν ὁρισμός. μήποτε δὲ καὶ ἐν τῇ ψυχῇ πλειόνων ὄντων μορίων ἢ πλειόνων κρίσεων καὶ πλειόνων φαντασιῶν ἢ δυνάμεων ἢ δοξῶν διαφερομένων κατὰ τὴν ἀνομολογίαν αὐτῶν γίνονται ἐμπαθεῖς οἱ φαῦλοι, τῶν μὲν ποιουσῶν, τῶν δὲ πασχουσῶν ἐναντιώσεων,2 καὶ μένει ὁ τοῦ πάσχειν λόγος ὑγιής, ὡς ἐν ἄλλῳ ἔχουσι τὸ πάσχειν. ἀλλ’ ἡ τῆς ὕλης ἐπιτηδειότης πάθος οὖσα τῆς ὕλης πῶς οὐκ ἀπ’ αὐτῆς ἐστιν τῆς ὕλης, ἀλλ’ ἔξωθεν; ἢ δύναται μέν τις λέγειν καὶ τὴν ἐπιτηδειότητα ἔμφασιν τοῦ εἴδους οὖσαν ἀπὸ τοῦ εἴδους ἐνδίδοσθαι τῇ ὕλῃ, τινὲς δὲ αὐτὸ τοῦτο ὅπερ ἐστὶν πάθος τὴν ὕλην εἶναι λέγουσιν.
另一些人则由欲求与冲动提出了同样的疑难,认为这些事物虽然在自身中拥有运动的原因,但并未完全摆脱源自他者且从外部先行业已开启的原因。在解决这一疑难时,扬布利柯说道:“冲动与欲求的事物并非单纯者;由于是复合的,它们既不是作为整体拥有进行现实活动的原因,亦非本真地发自自身,而是由其内在的某个部分与能力被推动进入诸种造作之中。因此它们亦需要来自外部事物的协同协助(无论是先行业已开启的还是共同促成的),并且分有了一种受动性的运动,这种运动发生于一者之上(我指的是复合的动物),却是由另一者赋予的(我指的是作为诸现实活动之原因的能力)。因此,这既非纯粹的造作,亦非单纯的受动,人们亦不应当由此向关于施动所给出的定义提出异议,该定义声称进行现实活动的原因发自自身而呈现于施动者。扬布利柯说,唯一需要补充的只是:本真且第一义地发自自身且发自自身的整体提供原因,唯一在自身中保有该原因,并且完全自足地将其发散至全体之中。”显然,通过这种补充,该论述固然会变得更加明晰,但阿契塔亦在一句简短的话中表明了所有这些要点;因为“在自身中”乃是作为在整体之中,且本真与第一义地被理解的。 他又说,受动的固有特性乃是在他者中拥有运动的原因;因为受动要么是无原因的——而生成的事物中竟有任何事物由无原因而生成,这是荒谬的——要么拥有原因;若是后者,要么是在受动者自身之中(如此它便不仅是受动者,亦是施动者),要么是在外部且在他者之中;因为施动者无论以何种方式施动,无论其施动何物,受动者所受动的正是这些。 然而普罗提诺针对这一点亦提出疑难:在受动之中,怎会有某些自立且非源自他者的事物,例如腐烂与生锈?此外,许多在他者中拥有运动原因的事物亦并未遭受受动,例如天鹅据其内部的理路变白,乃是被引向其固有的隐德来希,然而绝非通过这种由他者所致的受动;从内在理路生长的东西,想必亦非依受动而被引向生长的。但对此必须指出:天鹅白的原因既不是在他者之中,而是在自身之中;任何被引向其固有的同生相态的事物,亦无一是从外部获得对其固有相态的分有。因此我们称以这种方式分有为受动,并不是因为这种受动是由他者所产生,而是因为对相态在现实活动上的分有乃是对实体的承受,是由空气、水或某种其他流体的散发所产生的。或者,由于腐烂与生锈之物的复合性,它们之中或许某些处于施动之中,某些处于受动之中,那些无法辨析这一点的人便假定这类受动是自立的受动。 然而他们说,许多在自身中拥有施动原因的事物亦遭受了情感受动,因为我们说一切卑劣者都是因其自身的恶而沉溺于情念。或者在普罗提诺自己看来,灵魂的情感根本不是受动,而是现实活动,或者在灵魂自身之中是现实活动,而在身体之中是受动。因此,正如卑劣者在自身中拥有恶的原因,他们亦在施动之中拥有其现实活动,如果在灵魂上确实不称受动的话;但若受动是发生在身体上,那么受动便是在他者之中且源于他者,如此受动的定义便成为真实的。或者,既然灵魂中有多个部分,或有多个判断与多个表象,抑或有相互差异的能力或意见,卑劣者乃是依它们之间的不一致而陷入情念,诸对立者中某些在施动,某些在受动,从而受动的定义保持健全,即它们是在他者之中拥有受动。但是,质料的适合性作为质料的受动,怎会不是源于质料自身,而是来自外部呢?对此,人们既可以说作为相态显现的适合性是由相态赋予质料的,亦有人说质料正是受动本身。
- 6.1ἢ ἔχον αἰτίαν
该句与前文的 ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος 形成选言对置。句式由带直陈式动词(ἐστί)的分句转换为分词结构(ἔχον),构成了破格句法(anacoluthon),在语义上充当 πάθος 的述部(“抑或拥有原因”)。
- 6.1τῶν μὲν ποιουσῶν, τῶν δὲ πασχουσῶν ἐναντιώσεων
独立属格结构。承接前文关于灵魂各部分、判断或表象之间的差异与不一致(κατὰ τὴν ἀνομολογίαν αὐτῶν),补充说明这些对立项(ἐναντιώσεις)之中某些在施动,某些在受动。
