- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:313.15-315.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修回应了普罗提诺的第二与第三个疑问,阐明施动包含更广泛的现实活动以及两原理的混合,并援引扬布利柯与阿契塔论述施动与受动的原因所在,进而化解了异议。
πρὸς δὲ τὸ δεύτερον τὸ εἰ πᾶσαι πρὸς τὸ πάσχειν αἱ ποιήσεις ἢ τινές εἰσιν καὶ ἀπόλυτοι, δυνατὸν λέγειν ὅτι οὐκ ἐκεῖνο τὸ ποιεῖν τὸ ἀντιταττόμενον τῷ πάσχειν ὡς γένος τέθεικεν ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ κοινότερον καὶ ἴσον τῷ ἐνεργεῖν καὶ ἐξ ἑαυτοῦ ποιεῖν,1 ὥστε ὑποπίπτειν καὶ τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ πάντα τὰ ἀπόλυτα, ὑποπίπτειν δὲ καὶ τὸ ἀντιτεταγμένον τῷ πάσχειν, καθὸ τὸ μὲν ἐν αὑτῷ, τὸ δὲ ἐν ἑτέρῳ τὴν τῆς κινήσεως ἀρχὴν ἔχει καὶ αἰτίαν. ἔστιν δὲ καὶ τοῦτο λέγειν, ὡς τὸ μὲν ἀντιταττόμενον πρὸς τὸ πάσχειν καὶ λεγόμενον ὀρθὸν ὑπὸ τῶν Στωικῶν οὐκ εἴληπται νῦν, ἀλλὰ τὸ κοινόν, τὸ δὲ ἀντιτεταγμένον ἐν τοῖς παραδείγμασιν εἴληπται ὡς σαφέστερον ἴσως· ὁμοίως δὲ καὶ τὸ πάσχειν οὐχὶ τὸ ὕπτιον λεγόμενον τὸ πρὸς τὸ ποιοῦν, ἀλλὰ τὸ κοινόν. βέλτιον δὲ τὸ πρῶτον καὶ κυριώτατον τοῦ ποιεῖν γένος καθαρὸν τίθεσθαι καὶ μηδεμίαν ἔχον πρὸς τὸ πάσχον συμπλοκήν· οὕτω γὰρ καθαρὰν νοεῖσθαι τὴν ἐξ ἑαυτοῦ ἐνέργειαν. εἰ δέ τις καὶ τὴν ἀντίθεσιν τοῦ ποιεῖν καὶ πάσχειν βούλοιτο λαμβάνειν, ἀποδεκτέον καὶ τοῦτο οὐ κατὰ σχέσιν, ἀλλὰ κατ’ ἰδίαν ἑκατέρου ὑπόστασιν, ἥτις ἐν ἑκατέρῳ οὖσα προσλαμβάνει ἐκ δευτέρου τὸν τῆς ἐναντιώσεως λόγον.2 τὸ δὲ τρίτον οὐκ ἔστιν εὐδιόριστον διὰ τὴν ἐν πολλοῖς τῶν δύο ἀρχῶν μίξιν· τὸ οὖν βαδίζειν μέμικται ἔκ τε κινήσεως καὶ ἐνεργείας, ἴσως δὲ καὶ τὸ νοεῖν ἔκ τε τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν, καὶ διὰ τοῦτο οὐ ῥᾴδιον ἀποφαίνεσθαι ἐν ποίῳ γένει τὰ προτεινόμενα. ἀλλὰ καθόλου διαιρετέον πρώτας μὲν ποιήσεις τὰς καθαρὰς καὶ ἀμίκτους λέγοντας, δευτέρας δὲ τὰς ἀπ’ ἐκείνων εἰς τὰ σύμμικτα γένη· τούτων δὲ εἶναι πλείονας διαφοράς· τὰ μὲν γὰρ αὐτῶν πρὸς τὸ πάσχειν, τὰ δὲ πρὸς ἄλλα τινὰ συμπέπλεκται, καὶ τὰ μὲν ἐπικρατεῖ κατὰ τὴν ἐξ ἑαυτῶν ἐνέργειαν, τὰ δὲ ὑπὸ τῶν ἄλλων τῶν συμμιγνυμένων ἐπικρατεῖται, τὰ δὲ ἄλλως ποικίλως συνυφαίνεται. Τοιαῦτα δὲ πρὸς τὸν Πλωτῖνον ἀντιδιαταξάμενος ὁ Ἰάμβλιχος “τεχνικώτερον, φησίν, ἐστὶν πρότερον διελέσθαι τὴν ἰδιότητα τούτων τῶν γενῶν, τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν, καὶ τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα ἐπιδεῖξαι· ἀπὸ γὰρ τούτου φανήσεται καὶ τίνα ὑποτάττειν αὐτοῖς δεῖ καὶ ποῖα τὰ μεταξὺ αὐτῶν ἐστι σύμμικτα”. εἰ δὲ δεῖ πρὸ τῶν Ἰαμβλίχου τὰ Ἀρχύτου παραθέσθαι, ὅσα ἐκεῖνος ἴδια τοῦ ποιεῖν καὶ πάσχειν ἀνέγραψεν (καὶ γὰρ καὶ Ἰάμβλιχος ἐκεῖνα ἐπεξηγεῖται), γράφει τοίνυν ὁ Ἀρχύτας οὕτως· “τῶ δὲ ποιέοντος ἴδιόν ἐστιν τὸ ἐν αὑτῷ τὰν αἰτίαν ἔχεν τᾶς κινάσιος,3 τῶ δὲ ποιωμένω καὶ τῶ πάσχοντος τὸ ἐν ἑτέρῳ. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ποιὲν τὸν ἀνδριάντα, ὁ δὲ χαλκὸς τῶ ποιεῖσθαι ἐν αὑτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. καὶ ἐπὶ τῶν παθέων δὲ τᾶς ψυχᾶς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ’ ἑτέρῳ τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ’ ἑτέρω τινὸς ἔξωθεν ἐρεθίζεσθαι, οἷον ὀλιγωρίας, ἀτιμίας, ὕβριος, ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ταῦτα δρᾶν”. ταῦτα τοίνυν ἐξηγούμενος ὁ Ἰάμβλιχός φησι τὸ ποιεῖν ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, τὸ δὲ πάσχειν τὴν τῆς κινήσεως ἐν ἑτέρῳ καὶ ἐν ἑαυτῷ, ὡς ὁ χαλκὸς ἐν ἑαυτῷ καὶ τῷ ἀνδριαντοποιῷ, διότι καὶ ἰδίαν τινὰ ἔχει βεβαιότητα τῆς ἑαυτοῦ οὐσίας τὸ πάσχειν καὶ οὐχ ὅλον ἐξήρτηται ἀπὸ τοῦ ποιοῦντος. καὶ λοιπὸν τὰς πρὸς τὸν λόγον ἐνστάσεις ἐπάγει. καὶ γὰρ “ἀντιλέγουσι, φησί, τινές, ὡς καὶ τοῦ ποιεῖν τινά ἐστιν ἐν ἑτέρῳ ἔχοντα τὴν αἰτίαν, οἷον τὸ νοεῖν· ἢ εἰ μὴ τὸ νοεῖν τις ἐν τῷ ποιεῖν τιθείη, ἀλλὰ τὸ νοεῖσθαι ὡς τοῦ νοεῖν ἐν τῷ πάσχειν ὄντος, οὐδὲ οὕτως τὸ νοεῖσθαι τὴν πᾶσαν αἰτίαν παρέχει τῷ νοοῦντι τοῦ κινεῖσθαι. ἢ οὐ τοιοῦτός ἐστιν ὁ τρόπος τῆς κοινωνίας, οἷον ὑπολαμβάνουσιν οἱ ἀποροῦντες, ἐπί τε τοῦ νοῦ καὶ τοῦ νοητοῦ.” ἀλλ’ ἄρα ἐκεῖνος μὲν τῆς περὶ νοῦ θεωρίας οἰκεῖος,4 λυτέον δὲ τὴν ἀπορίαν συμμέτρως τοῖς προκειμένοις λέγοντας, ὡς οἶμαι, ὅτι ὁ μὲν Ἀρχύτας τὰς καθαρὰς ποιήσεις καὶ πείσεις ἀπελογίσατο, τὸ δὲ νοεῖν κἄν ἐστί τι πάσχειν, ἀλλ’ ἔχει τινὰ ἔνδοθεν ἐγειρομένην ἐνέργειαν, ὥσπερ τὸ ὁρᾶν καὶ ὅλως τὸ γινώσκειν, καὶ οὐκ ἔδει ἀπὸ τούτων τῶν συμμεμιγμένων προσάγειν τῷ λόγῳ τὴν ἔνστασιν.
针对第二点,即一切造作皆是指向受动,还是某些亦是自立的,我们可以说,亚里士多德并未将那种与受动相对立的[狭义的]施动设定为一个类,而是将更为共通的、等同于进行现实活动和发自自身施动的施动设定为一个类,以至于散步、坐着以及一切自立的事物都归入其中,而与受动相对立者亦归入其中,因为一者在自身中拥有运动的原理和原因,另一者则在他者中拥有。亦可以说:如今所取的并不是与受动相对立、被斯多亚派称为主动语态的那种,而是共通的种类;而相对立的那种之所以在范例中被采用,或许是因为它更为明了;同样,就受动而言,所取的亦非针对施动者而言被称为被动语态的那种,而是共通的种类。但最好是将施动的最在先、最本真的类设定为纯粹的,与受动者没有任何交织;因为唯有如此,发自自身的现实活动才被理解为纯粹的。但若有人亦想取施动与受动的对立,这亦应当不是依关系而是依各自独立的实体来接纳,该实体存在于二者各自之中,从第二位上接纳相反性的定义。然而第三个问题并不易于界定,因为在许多事物中存在着两种原理的混合;因此,散步是由运动与现实活动混合而成的,或许思考亦是由受动与现实活动混合而成的,正因如此,断言所提出的事例属于哪一个类并非易事。相反,应当作总体上的划分,称第一种造作为纯粹且不相混合的,第二种则是源于它们而进入混合类的诸造作;而这些造作有更多的差异;因为它们中的某些与受动交织在一起,另一些则与某些他物交织在一起,某些依发自自身的现实活动占据主导,某些则被其他混合的事物所压倒,另一些则以多种方式编织在一起。 针对普罗提诺在此类问题上的看法,扬布利柯针锋相对地说道:“更为合乎技术的方式,乃是首先划分这些类(即施动与受动)的固有特性,并展示它们相互之间的差异;因为由此将清楚地表明,应当把什么事物归属于它们之下,以及它们之间的混合事物属于何种。”而如果在扬布利柯的言论之前应当先列举阿契塔的言论,凡他记载为施动与受动所固有的那些内容(因为扬布利柯亦详细阐释了那些言论),那么阿契塔是这样写的:“施动者的固有特性乃是在自身中拥有运动的原因,而被造作者与受动者的固有特性则是在他者中拥有原因。因为雕像作者是在自身中拥有制作雕像的原因,而青铜则在自身之中以及雕像作者之中拥有被制作的原因。在灵魂的情感上亦同样成立;因为愤怒本性上乃是因某种他物而被激起,并被外部的某种他物(例如轻蔑、侮辱、傲慢)所刺激,而做出这些事情的人则在自身中拥有做出这些事情的原因。” 扬布利柯阐释这些话时便说,施动是在自身中拥有现实活动的原因,而受动则是在他者之中及在自身之中拥有运动的原因,正如青铜在自身之中及雕像作者之中拥有原因一样,因为受动亦拥有其自身本质的某种固有的稳定性,并非完全依赖于施动者。接着他引入了针对该论述的诸异议。因为他说:“某些人反驳道,施动中的某些事物亦是在他者中拥有原因,例如思考;或者,如果不把思考归入施动,而是把被思考归入施动,理由是思考是在受动之中,那么即便如此,被思考亦并未为思考者提供被运动的全部原因。或者说,在理智与可知对象上的交涉方式,根本不像那些产生困惑的人所设想的那样。” 然而,尽管那项研究切合于关于理智的理论,但我认为,应当依照当前论题适度地解决这一困惑,即指出:阿契塔阐述的是纯粹的造作与受动,而思考即使是某种受动,却也拥有某种从内部被唤起的现实活动,正如看见以及普遍的认识那样,人们本不应当从这些混合的事物中向这一论述提出异议。
- 6.1ἐξ ἑαυτοῦ ποιεῖν
介词短语 ἐξ ἑαυτοῦ 修饰 ποιεῖν,表示发自自身而非受外在影响的作为。它与前面的 τῷ ἐνεργεῖν 并列,用以界定广义的自主现实活动,而非仅指与受动相对立的狭义施动。
- 6.1ἥτις ἐν ἑκατέρῳ οὖσα προσλαμβάνει ἐκ δευτέρου τὸν τῆς ἐναντιώσεως λόγον
关系代词 ἥτις 的先行词是前面的 ὑπόστασιν(实体/自立实在)。该从句在句法上表明,施动与受动各自在其自身中首先具有独立的本体,而相反性的规定(τὸν τῆς ἐναντιώσεως λόγον)则是次生性地(ἐκ δευτέρου)获得的。
- 6.1τῶ δὲ ποιέοντος ἴδιόν ἐστιν τὸ ἐν αὑτῷ τὰν αἰτίαν ἔχεν τᾶς κινάσιος
引自阿契塔的多利斯方言。τῶ ποιέοντος 相当于雅典方言的 τοῦ ποιοῦντος,为依附于 ἴδιον 的领属性属格。ἔχεν 与 κινάσιος 分别对应不定词 ἔχειν 与属格 κινήσεως 的多利斯形式。
- 6.1ἀλλ’ ἄρα ἐκεῖνος μὲν τῆς περὶ νοῦ θεωρίας οἰκεῖος
指示代词 ἐκεῖνος 作主语,指代前文提到的关于理智与可知对象交涉方式的疑难(或探究),系动词 ἐστίν 在 οἰκεῖος 前被省略。该句通过 μέν 与后面的 λυτέον δὲ... 形成对照,表明虽然那种探究属于理智理论,但此处应在范畴论讨论的适度范围内解决疑难。
