← 辛普里丘

亚里士多德《范畴篇》注释

§312.1-313.15

宇宙的双重原理与施动受动的区分

辛普里丘依据宇宙的双重原理(施动与受动)论证了两个范畴的独立性,指出了被思想与被看见等在语法形式与实质之间的差异,并回应了普罗提诺关于施动、现实活动与运动之区分的疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#12

Ὑπομνήσειε δ’ ἄν τις τὸ δύο εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν1 καὶ ἀπὸ τῆς ἐν τῷ παντὶ φύσεως. εἰ γὰρ τὸ μὲν γεννᾷ, τὸ δὲ ὑποδέχεται τὴν γένεσιν, καὶ τὸ μέν ἐστι δραστικόν, τὸ δὲ παθητικόν, ἐξ ἀνάγκης δεῖ ταῖς ἀρχαῖς ὁμολογουμένως καὶ τὰ γένη εἶναι διττά. καὶ ἐπεὶ πανταχοῦ τὸ ἄμικτον τοῦ μικτοῦ προηγεῖται, ἐξ ἀνάγκης καὶ τὸ καθαρῶς ποιεῖν καὶ πάσχειν τοῦ μικτοῦ τῆς κινήσεως γένους προϋπάρχει· αὕτη γὰρ [ἡ] ὑπὸ ἄλλου γινομένη εἰς ἄλλο ποιεῖ, καὶ εἴπερ εἴη γένος, ἐν τοῖς μετέχουσι καὶ μικτοῖς ἔσται τὰ γένη, ὅπερ ἄτοπον. πολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχάς, τήν τε παθητικὴν καὶ τὴν δραστικήν, εἰς μίαν πολλαχοῦ συμπίπτειν φύσιν,2 ἐπεὶ καθαρῶς γε διορίζοντι τὰ πράγματα οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ καὶ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ. διὸ τὰ μὲν πρῶτα τῶν αἰτίων ἀκίνητά ἐστιν ὧν κινήσεων αἴτια γίνεται, τινὰ δὲ τῶν ἑξῆς κινοῦντα καὶ κινεῖται ὑπὸ τοῦ ἀμφοτέρας ἔχειν ἐν ἑαυτοῖς τὰς ἀρχὰς καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ καὶ κινούμενον ἕτερον, καὶ οὕτως τὸ ὅλον κινεῖν καὶ κινεῖσθαι δοκεῖ. περισπᾷ δὲ τοὺς πολλοὺς εἰς τὸ καὶ ἐν ταῖς ποιήσεσιν κινήσεις τίθεσθαι τὸ νομίζειν ὤσεσι καὶ μοχλείαις τὰς ποιήσεις γίνεσθαι, ἀλλὰ μὴ ὡς τοῖς παλαιοῖς ἐδόκει τῇ δραστηρίῳ δυνάμει καὶ τῇ ἐπιτηδειότητι τοῦ ποιοῦντος καὶ πάσχοντος. τὰ γὰρ ὠθοῦντα καὶ ἕλκοντα καὶ τὰ τοιαῦτα σύμμικτά ἐστιν ἔκ τε τοῦ ποιεῖν ἔκ τε τοῦ πάσχειν· εἴτε οὖν τὴν αἰτίαν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἴτε τὴν μορφὴν διακρίνοι τις ὡς ἑτέραν, οὐδὲν αὐτοῖς ἔσται κοινὸν γένος. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας δείκνυται ὅτι καὶ τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι τῆς τοῦ ποιεῖν ἐστι κατηγορίας, ἀλλ’ οὐ τῆς τοῦ πάσχειν. οὐ γὰρ πάσχει τι τὸ νοητὸν εἰς νόησιν, ἀλλ’ ἔστιν τὸ νοεῖσθαι τὸ νόησιν ποιεῖν καὶ τὸ ὁρᾶσθαι τὸ ὅρασιν, τῆς λέξεως τὸ σχῆμα μόνον ἐχούσης τοῦ πάσχειν. δεῖ οὖν μὴ εἰς τὸ σχῆμα τῆς λέξεως ἀφορᾶν, ἀλλ’ εἰς τὰ πράγματα. καὶ γὰρ τινὰ μέν ἐστιν καὶ τῷ πράγματι καὶ τῷ σχήματι τῆς λέξεως τὸ ποιεῖν ἔχοντα, ὡς τὸ ἰατρεύειν· τινὰ δὲ τῷ μὲν πράγματι ποιητικά ἐστιν, τῷ δὲ σχήματι τῆς λέξεως παθητικά, ὡς τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι (τυποῦν γάρ ἐστιν τοῦτο, τὸ δὲ τυποῦν ποιεῖν)· τινὰ δὲ ἀνάπαλιν, ὡς τὸ ὁρᾶν καὶ νοεῖν (τυποῦσθαι γάρ ἐστιν, τὸ δὲ τυποῦσθαι πάσχειν). ἐπιστάσεως δὲ ἄξιον, μήποτε τὸ νοεῖν καὶ τὸ ὁρᾶν οὐκ ἔστιν πάσχειν μόνον καὶ τυποῦσθαι,3 ἀλλ’ ἔχει τινὰ καὶ ἔνδοθεν ἀνεγειρομένην ἐνέργειαν, καθ’ ἣν ἡ ἀντίληψις γίνεται. καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ συμμιγές τι ἐπὶ τούτων συμβαίνει· καὶ γὰρ ἀκόλουθον τὰ μὲν ποιεῖν μόνως, τὰ δὲ πάσχειν μόνως, τὰ δὲ ποιεῖν ἅμα καὶ πάσχειν, ὥσπερ τὸ νοεῖν καὶ τὸ ὁρᾶν. Πάλιν δὲ ὁ Πλωτῖνος “ἐπισκεπτέον, φησίν, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσιν, τὰς δὲ κινήσεις, 〈τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις〉, οἷον τὸ τέμνειν· 〈ἐν χρόνῳ γὰρ τὸ τέμνειν〉· ἢ πᾶσα ποίησις κίνησίς ἐστιν ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας τὰς ποιήσεις πρὸς τὸ πάσχειν ἢ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον· τὸ γοῦν βαδίζειν ἀπολελυμένον κίνησιν ἂν πάντες εἴποιεν, τὸ δὲ νοεῖν, καίτοι ἔχον πάσχον τὸ νοούμενον, ἐνέργειαν οἶμαι ῥητέον”. τούτων δὲ πρὸς τὸ πρῶτον ῥητέον ὅτι τὸ πᾶσαν ποίησιν κίνησιν εἶναι ἢ μετὰ κινήσεως οὐκ ἐγκριτέον, ἀλλὰ τοὐναντίον τὸ ποιοῦν ᾗ ποιεῖ καὶ τὴν καθαρὰν ἐνέργειαν ἔχει οὐδ’ ὅλως κινεῖσθαι, ὥστε ἐν τῷ ποιεῖν οὐ δεῖ τὰς μὲν ἐνεργείας λέγειν, τὰς δὲ κινήσεις· ὅλως γὰρ οὔκ εἰσιν ἐν τῷ ποιεῖν αἱ κινήσεις διὰ τὰς εἰρημένας αἰτίας. ἀλλ’ οὐδὲ τὰς ἀθρόας ἁπλῶς φήσομεν ἐνεργείας εἶναι, καθ’ ὅσον εἰσὶν ἀθρόαι, διότι τὸ ἀθρόον καὶ τῶν μεταβολῶν ἦν ἴδιον, καὶ οὐδέποτε ταύτῃ ἀντιδιαιρεῖται ἐνέργεια πρὸς κίνησιν, διότι ἡ μὲν ἀθρόα ἐστίν, ἡ δὲ ἐν χρόνῳ, ἀλλ’ ἄλλαις τισὶν διαφοραῖς.

人们亦可以从全宇宙中的自然本性提醒道:施动与受动是两个类。因为如果一者产生,而另一者接纳生成,且一者是作动的,另一者是受动的,那么必然地,与诸原理一致,诸类亦必须是双重的。而且,既然在一切处不相混合者都先于混合者,那么纯粹的施动与受动亦必然先于运动这一混合的类而存在;因为这[运动]由于在他者作用下生成而作用于他者,且如果它确实是一个类,诸类就将存在于分有者与混合者之中,而这是荒谬的。然而,施动者中的许多事物亦受动,这是由于两个原理——即受动原理与作动原理——在许多情况下重合于单一的自然本性之中,因为至少对于纯粹地区分事物的人而言,施动者依其施动而言并不受动,受动者依其受动而言亦不施动。因此,诸原因中最在先者对它们作为原因的那些运动而言是不动的,而随后的某些原因则在推动的同时亦被推动,这是由于它们自身内拥有这两种原理,且它们之中的某一部分是推动者,另一部分是被推动者,如此整个事物显得既推动又被推动。然而,诱使大众把运动亦置于造作之中的,乃是认为造作是通过推力和杠杆作用而发生的,而不是像古人所认为的那样,通过施动者与受动者的作动能力和适宜性而发生。因为推动、拉引以及此类事物,乃是由施动与受动混合而成的;因此,无论人们是将施动与受动的原因加以区分,还是将其形式区分为不同的,它们之间都不会有任何共同的类。出于同样的原因可以表明:被思想与被看见亦属于施动的范畴,而不属于受动的范畴。因为可知对象并未对思想发生任何受动,而被思想乃是产生思想,被看见乃是产生视觉,言辞仅仅拥有受动的形式。因此不应当着眼于言辞的形式,而应当着眼于事物。因为有些事物在事实上和言辞形式上都拥有施动,如行医;而有些事物在事实上是施动的,但在言辞形式上是受动的,如被思想与被看见(因为这是打上印记,而打上印记是施动);另一些事物则相反,如看见与思想(因为这是承受印记,而承受印记是受动)。但值得注意的是,思想与看见是否或许并不仅仅是受动和承受印记,而是亦拥有某种从内部唤起的现实活动,把握正是据此而发生的。而且我认为,若在这些事物上发生某种混合,亦毫无奇怪之处;因为有些事物仅仅施动,有些事物仅仅受动,有些事物则同时既施动又受动(正如思想与看见那样),这是顺理成章的。普罗提诺再次说道:“必须考察,在施动之中,人们是否会将某些称为现实活动,而将另一些称为运动,〈将现实活动说成是骤然发生的,而将运动说成是〉例如切割〈——因为切割是在时间之中的——〉;或者一切造作皆是运动或伴随着运动,以及是否一切造作都指向受动,抑或某些亦是自立的,例如散步与说话;以及是否指向受动的全都是运动,而自立的则是现实活动,或者二者各自都存在于两类之中;无论如何,散步作为自立的,人人都会称之为运动,而思想尽管有被思想者作为受动者,我认为仍应称之为现实活动。”对其中的第一点必须指出:不应当承认一切造作皆是运动或伴随着运动,反而应当说,施动者依其施动并拥有纯粹现实活动而言,根本不被运动,以至于在施动之中不应当说某些是现实活动,某些是运动;因为出于上述原因,运动根本不在施动之中。但我们亦不打算单纯地因为事物是骤然发生的就称之为现实活动,因为骤然发生亦曾是诸变化的固有特性,而且现实活动决不会因为一者是骤然的而另一者是在时间之中的而在这一方面与运动相区分,而是通过某些其他的差异来区分的。

语法注3 条
  1. 6.1Ὑπομνήσειε δ’ ἄν τις τὸ δύο εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν

    Ὑπομνήσειε ἄν 为潜势祈愿式(“人们或许可以提醒/忆及”)。带冠词的不定式短语 τὸ ... εἶναι 作 ὑπομνήσειε 的直接宾语,其宾格逻辑主语为 τὸ ποιεῖν καὶ πάσχειν,表语为 δύο ... γένη。

  2. 6.1ὑπὸ τοῦ δύο ἀρχάς, τήν τε παθητικὴν καὶ τὴν δραστικήν, εἰς μίαν πολλαχοῦ συμπίπτειν φύσιν

    介词 ὑπό 接属格冠词的不定式 τοῦ ... συμπίπτειν 表原因(施动者亦受动的原因)。δύο ἀρχάς 是不定式 συμπίπτειν 的逻辑主语(宾格),后面的 τήν τε παθητικὴν καὶ τὴν δραστικήν 是其同位语。

  3. 6.1ἐπιστάσεως δὲ ἄξιον, μήποτε τὸ νοεῖν καὶ τὸ ὁρᾶν οὐκ ἔστιν πάσχειν μόνον καὶ τυποῦσθαι

    μήποτε 引导表示审慎疑虑或推测的从句(“是否或许……不”),此处搭配直陈式现在时 οὐκ ἔστιν,提示一种可能性,即思维与视觉不仅仅是被动的受动与承受印记。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:312.1-313.15