← 辛普里丘

亚里士多德《范畴篇》注释

§310.21-311.37

施动与受动的自立性及运动非上位类

辛普里丘论证了纯粹的施动与受动是独立于关系范畴及斯多亚学派动词分类的固有类,并依据纯粹施动的不动性及其对现实活动的包含,解释了为何“被运动”不能成为统摄它们两者的上位类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#11

ὡς γὰρ ἔστιν καθαρὰ ποίησις ἄλλη παρὰ τὴν ῥέπουσαν εἰς τὸ πάσχον καὶ ἄμικτος πάντῃ πρὸς αὐτήν, οὕτως ἔστιν καὶ καθαρὰ πεῖσις τὴν ἐν τῷ πάσχοντι μόνην πεῖσιν περιειληφυῖα, μήτε ἀναφορᾶς μήτε σχέσεως μήτε συζεύξεως πρὸς τὴν ποίησιν ἐφαπτομένη,1 ὥστε οὐδὲ ὀρθὰ οὐδὲ ὕπτια ταῦτά ἐστιν, ὡς τοῖς Στωικοῖς καλεῖν ἔθος. ἐφ’ ὧν γὰρ οὐκ ἔστιν τὸ πάθος ἀπολελυμένον τῆς πρὸς τὸ ποιοῦν σχέσεως, ἐπὶ τούτων καὶ τὰ ὀρθὰ καὶ τὰ ὕπτια εἰκότως ἐνομίζετο,2 τὰ μὲν τὴν ἐνέργειαν εἰς ἕτερον συντάττοντα, τὰ δὲ ὑφ’ ἑτέρου τὴν κίνησιν ἐν τῷ πάσχοντι συναρμόζοντα καὶ ἀναφέροντα αὐτὴν πρὸς ἕτερον· ἅπερ εἰ καὶ τῷ ὄντι ἔστιν, ἀλλ’ οὐκ ἔστι γε ἁπλᾶ καὶ ἄμικτα καὶ πρῶτα γένη καὶ καθ’ ἑαυτὰ ὑφεστηκότα καὶ μὴ ἐν ἀλλήλοις ἔχοντα τὸ εἶναι. καὶ τοῦτο γὰρ ὀρθῶς λέγεται, ὡς οὐ τοῖς κατηγορήμασιν πρώτοις δεῖ προσεῖναι τὸ πρός τι εἶναι, ἀλλὰ τοῖς συνυφισταμένοις πῶς ἔχουσιν, οἷον τῷ κάοντι καὶ τύπτοντι· οὗτος γάρ ἐστιν ὁ τόνδε τύπτων καὶ τόνδε κάων· ἐπεὶ γὰρ ἐν συνθέσει πώς ἐστιν ὁ τύπτων μετὰ τοῦ ὑποκειμένου νοούμενος, καὶ ἡ ποίησις αὐτοῦ τὸ σύμμικτόν πως ἐμφαίνει καὶ τὸ ἔχον πως πρὸς ἕτερον. τὸ μέντοι ποιεῖν, ἐπειδὴ καθαρῶς μόνῃ τῇ ἐνεργείᾳ συνέζευκται, διὰ τοῦτο κατ’ αὐτὴν ἵσταται μόνην καθαρῶς, καὶ τὸ μὲν οὔτε σχέσεως οὔτε μίξεως τῆς πρὸς τὸ πάσχον ἀναπίμπλαται· καὶ γὰρ μάλιστα μὲν οὐδὲ ἔστιν ἐν τοῖς κατηγορήμασιν τὰ πρός τι, εἰ δὲ ἄρα τις αὐτὸ μέχρις ἐπινοίας λαμβάνει, ὡς δεύτερον νοεῖται· αὐτοὶ μὲν γὰρ οἱ πῶς ἔχοντες κατὰ πρῶτον εἶεν ἄν πρός τι, ἕτερον δὲ τρόπον κατὰ δευτέραν αἰτίαν καὶ τὰ κατηγορήματα τοιαῦτα ἐπινοεῖται. κἀκεῖνο δὲ καλῶς εἴρηται, ὡς τὰ μὲν πρός τι μόνη ἡ σχέσις ὑφίστησιν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἔχει τινὰς ἰδίας φύσεις, παρ’ ἅς, εἴπερ ἄρα, τὰ πρός τί πως δεύτερον ἐπινοεῖται· διόπερ οὐκ ἐξίσταται ἧς ἔχει ἑκάτερον καθ’ ἑαυτὸ ἰδίας κατηγορίας. Ἀλλὰ διὰ τί, φασίν, οὐχ ἓν μὲν γένος τὸ κινεῖσθαι, εἴδη δὲ τούτου δύο, τὸ κινεῖν, ὅπερ ταὐτόν ἐστιν τῷ ποιεῖν, καὶ τὸ ὁμωνύμως τῷ γένει κινεῖσθαι λεγόμενον, ἐν ᾧ τὸ πάσχειν, ὥστε μίαν κατηγορίαν εἶναι τοῦ κινεῖσθαι, ἀλλὰ μὴ δύο, τὸ ποιεῖν καὶ πάσχειν; λύσις δὲ τούτου καὶ πρόσθεν μὲν ἐπεδείχθη διὰ πλειόνων καὶ νῦν δὲ λεγέσθω ὅτι ἐν τῷ κινεῖσθαι οὐ περιέχεται τὸ ποιεῖν εἴ τις τὰς καθαρὰς λαμβάνει ποιήσεις, μόνον δὲ τὸ πάσχειν περιείληπται· οὐ δύναται οὖν γένος εἶναι τὸ κινεῖσθαι τῶν ποιήσεων, ὧν οὐδὲ ὅλως ἐν τῷ εἶναι κατηγορεῖται. ἡ μὲν γὰρ κίνησις ἑτεροιώσει τινὶ καὶ μεταβολῇ σύνεστιν, ἡ δὲ ποίησις ἡ καθαρά, ἥτις καὶ ἀντιδιαιρεῖται πρὸς τὸ πάσχειν ὡς μηδὲν ἔχουσα κοινὸν πρὸς αὐτήν, ἀπαθής ἐστιν καὶ ἄτρεπτος καὶ ἀμετάβλητος· ποιεῖ οὖν μόνως οὐδὲν αὐτὴ εἰσδεχομένη πάθος, ἀκινήτως ἄρα ποιήσει· οὐκ ἄρα ἐν τῷ κινεῖσθαί ἐστιν τὸ πρώτως ποιεῖν ὡς ἐν γένει, ἀλλὰ μᾶλλον ἐν τῷ μὴ κινεῖσθαι. αὕτη μὲν οὖν ἀκριβὴς λύσις τῆς ἐνστάσεως· εἰ δέ τις τὸ ποιεῖν διατείνοι καὶ ἐπὶ τὰς κινήσεις, λεγέτω ὡς κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς κινήσεως ὑφίσταται τὸ κινεῖσθαι, τοιοῦτον δὲ ὂν οὐκ ἐπὶ πασῶν τῶν ἐνεργειῶν τάττεσθαι,3 ἀλλ’ ἐπὶ μόνων ὅσαι κινήσεσιν ἦσαν αἱ αὐταί. τὸ μέντοι ποιεῖν οὐ κινήσεως μόνον, ἀλλὰ καὶ ἐνεργειῶν ἦν περιληπτικόν· οἰκείως οὖν ἔθετο αὐτὸ εἰς γένους ἰδίου θέσιν, οἰκεῖον ὑπάρχον τῶν τε ἐνεργειῶν, ἃς οὐ περιεῖχεν τὸ κινεῖσθαι, καὶ κινήσεων δραστικῶν κεχωρισμένων παντελῶς ἀπὸ πείσεων, διὸ ἀκολούθως ἕτερον ἔθετο γένος τὸ ποιεῖν τοῦ πάσχειν· τὸ δὲ κινεῖσθαι μηδὲ ὅλως εἶναι ἐπ’ αὐτοῖς γένος, οὐχ ὅτι οὐδ’ ὅλως λέγεται ἐπὶ τῶν ποιήσεων τὸ κινεῖσθαι, ὡς ἡ πρώτη λύσις ἐβούλετο ἀπολογίζεσθαι, ἀλλ’ ἐπειδὴ τὸ ποιεῖν περιεῖχεν καὶ τὰς κατ’ ἐνέργειαν κινήσεις, αἵτινες οὐ περιέχονται ἐν τῷ κινεῖσθαι.

因为,正如存在着一种不同于倾向于受动者的、与其完全不相混合的纯粹造作,同样亦存在着一种仅仅包含受动者之中的受动的纯粹受动,它既不触及对造作的指示,亦不触及关系与结合;以至于这些既不是斯多亚学派习惯所称的直动态,亦不是被动态。因为只有在受动未脱离对于施动者的关系的事物上,直动态与被动态才理所当然地被思及,前者将现实活动安排向他者,后者将受动者之中的运动由他者所调谐并将之指示向他者;此类事物即便真实存在,但决非单纯、不杂、在先的类,亦非依其自身成立、且非互在其中具有存在者。因为这也说得很对:作为关系者并不应当归属于原初的谓词,而应当归属于以某种方式具有状态的共在者,例如燃烧者与击打者;因为这正是击打这一个的击打者与燃烧这一个的燃烧者;因为当击打者与底层主体一同被以某种复合方式思考时,其造作亦显明了某种混合的、以及相对于他者具有某种状态的事物。然而施动由于纯粹地仅仅与现实活动相结合,因此纯粹地仅仅依据现实活动本身而确立,既未沾染与受动者的关系,亦未沾染与其混合;因为在谓词之中甚至根本不存在关系者,而若有人将其把握至思维的层面,它亦是被思考为次级的;因为以某种方式具有状态者本身在第一位上应是关系者,但以另一种方式依据次要原因,谓词亦被构想为如此。而那句话亦说得很好:唯有关系构成关系者,而施动与受动则具有某些固有的本性,伴随着这些本性,若真如此,关系者才以某种方式作为次级者被构想;因此,它们各自并没有脱离其依自身所拥有的固有范畴。 “那么为什么,”他们说,“被运动[运动]不是一个类,而其有两个种:使运动(这与施动同一)和与该类同名而被称作的被运动(受动在其中),以至于被运动构成一个范畴,而不是施动与受动构成两个范畴呢?”对这一问题的解答不仅此前已通过多项论据表明,现在亦应当说明:如果把握纯粹的造作,施动并不包含在被运动之中,而仅仅包含了受动;因此,被运动不可能是那些它在存在中根本不被谓述于其上的造作的类。因为运动伴随着某种异化与转变,而那甚至作为与受动毫无共同之处而与受动相区分的纯粹造作,乃是无受动的、不可转变的、不可改变的;因此它仅仅施动,自身不接纳任何受动,因而它将不动地施动;所以在原初意义上的施动并不像在类中那样在被运动之中,而更在于不被运动之中。这便是对这一异议的精确解答;但若有人将施动亦推广至运动,那就让他按照古人所言来说:被运动从运动而成立,而作为如此的事物,它并未被配置在一切现实活动之上,而仅仅配置在那些与运动同一的现实活动之上。然而施动不仅包含了运动,亦包含了现实活动;因此,他极其恰当地将其置于固有类的地位,因为它既固属于被运动所未包含的现实活动,亦固属于与受动完全分离的作动性运动;故而他顺理成章地将施动确立为与受动不同的类;而被运动根本不是它们之上的类,并不是因为被运动根本不用于谓述造作(正如第一个解答所试图辩解的那样),而是因为施动亦包含了依据现实活动而言的运动,这些运动并不被包含在被运动之中。

语法注3 条
  1. 6.1μήτε ἀναφορᾶς μήτε σχέσεως μήτε συζεύξεως πρὸς τὴν ποίησιν ἐφαπτομένη

    分词 ἐφαπτομένη 修饰 καθαρὰ πεῖσις。由于动词 ἐφάπτομαι 支配属格,三个属格名词 ἀναφορᾶς、σχέσεως 与 συζεύξεως 在句法上依附于它,而 πρὸς τὴν ποίησιν 则表示修饰这些名词短语的关系对象。

  2. 6.1ἐφ’ ὧν γὰρ οὐκ ἔστιν τὸ πάθος ἀπολελυμένον τῆς πρὸς τὸ ποιοῦν σχέσεως, ἐπὶ τούτων καὶ τὰ ὀρθὰ καὶ τὰ ὕπτια εἰκότως ἐνομίζετο

    具有关联结构 ἐφ’ ὧν … ἐπὶ τούτων。关系从句 ἐφ’ ὧν 划定了条件性范围(“在受动未脱离对于施动者的关系的事物上”),汇聚于主句的 ἐπὶ τούτων。τὰ ὀρθὰ καὶ τὰ ὕπτια(直动态与被动态)作主要动词 ἐνομίζετο 的主语。

  3. 6.1εἰ δέ τις τὸ ποιεῖν διατείνοι καὶ ἐπὶ τὰς κινήσεις, λεγέτω ὡς κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς κινήσεως ὑφίσταται τὸ κινεῖσθαι, τοιοῦτον δὲ ὂν οὐκ ἐπὶ πασῶν τῶν ἐνεργειῶν τάττεσθαι

    在条件从句 εἰ … διατείνοι(希求语气)之后,主句由第三人称祈使语气 λεγέτω 引出。随后的补充构造中,前半句使用了直陈语气现在时(ὡς … ὑφίσταται),后半句则转变为宾格加不定式结构(τοιοῦτον δὲ ὂν οὐκ … τάττεσθαι),体现了由 λεγέτω 支配的间接引语在句式上的交替。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:310.21-311.37