← 辛普里丘

亚里士多德《范畴篇》注释

§30.3-31.26

关于本质一词的异文与同名异义者的划分

辛普利丘探讨了亚里士多德定义中“本质的”一语在抄本和注释家中的分歧,依据波菲利化解了由尼科斯特拉托与阿提库斯提出的“同名异义者自身反成同名同义者”的疑难,并引介了同名异义者的划分(出于偶然与出于意图)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

καὶ ὁ Ἀνδρόνικος δὲ παραφράζων τὸ βιβλίον “τῶν ἄνευ συμπλοκῆς, φησί, λεγομένων ὁμώνυμα μὲν λέγεται ὧν ὄνομα μόνον ταὐτόν, ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος”. “ἡμεῖς δέ, φησὶν ὁ Πορφύριος, ἐπειδὴ καὶ Ἑρμῖνος καὶ σχεδὸν οἱ πλεῖστοι ὡς προσκειμένου τῷ ὅρῳ ἐντετυχήκασιν τοῦ τῆς οὐσίας ὀνόματος,1 καὶ ἀναγκαίαν λέγομεν τὴν προσθήκην· τοῦ γὰρ λόγου καὶ τὴν ἐπαγωγὴν σημαίνοντος καὶ τὸν συλλογισμὸν καὶ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν, εἰ μὴ προσέκειτο τῆς οὐσίας, πῶς ἂν ἀπεκρίνετο τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς τὰ ἄλλα τοῦ λόγου σημαινόμενα; ἀντὶ οὖν τοῦ φάναι ‘ὁ δὲ ὅρος ἢ ἡ ὑπογραφὴ ἑτέρα’ τὴν ἐξήγησιν τοῦ ὅρου καὶ τῆς ὑπογραφῆς παρέλαβεν εἰπὼν ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος· καὶ γὰρ ὁ μὲν ὅρος λόγος τῆς οὐσίας ἐστὶν ὡς τὴν οὐσίαν δηλῶν, ἡ δὲ ὑπογραφὴ ὡς τὴν ἰδιότητα τὴν περὶ τὴν οὐσίαν σημαίνουσα καὶ τὴν ὕπαρξιν κοινὴν οὖσαν τῆς τε κυρίως οὐσίας καὶ τῆς ἄλλης ὑποστάσεως”. Προσαπορεῖ δὲ ὁ Νικόστρατος περὶ τῶν ὁμωνύμων, καὶ ἔτι σαφέστερον Ἀττικὸς τὴν ἀπορίαν ἐξέθετο. εἰ γὰρ συνώνυμά ἐστιν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ ὁρισμὸς κοινός, ἔχει δὲ καὶ τὰ ὁμώνυμα τό τε ὄνομα κοινὸν ὁμώνυμα καλούμενα καὶ τὸν τοῦ ὁμωνύμου ὁρισμόν· ἐφ’ ἑκάστου γὰρ ὁμωνύμου ἀληθὲς εἰπεῖν ὅτι ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ ἄρα ὁμώνυμα συνώνυμά ἐστιν. ἔστιν δὲ καὶ τὰ συνώνυμα συνώνυμα· πάντα ἄρα τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα συνώνυμά ἐστιν. λύει δὲ καὶ ταύτην τὴν ἀπορίαν ὁ Πορφύριος λέγων ὅτι οὐδὲν κωλύει τὰ αὐτὰ πράγματα κατὰ διαφόρους προσηγορίας ὁμώνυμά τε εἶναι καὶ συνώνυμα· ὥσπερ οἱ Αἴαντες ἢ Αἴαντες λεγόμενοι καὶ ἄνθρωποι, καθὸ μὲν ἄνθρωποι, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, ὁμώνυμοι, οὕτως οὖν οἱ ὁμώνυμοι Αἴαντες, καθὸ μὲν ὁμώνυμοι, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, ὁμώνυμοι. ἀλλ’ ἀντιλήψεταί τις ῥᾳδίως καὶ ἐρεῖ, καθὸ μὲν ὁμώνυμα τὰ ὁμώνυμα, μὴ εἶναι ὁμώνυμα, ἀλλὰ συνώνυμα· καθὸ δὲ οὐχ ὁμώνυμα, ἀλλ’ Αἴαντες, κατὰ τοῦτό ἐστιν ὁμώνυμα. καὶ ἴσως οὐδὲν ἄτοπον κατὰ μὲν αὐτὴν τὴν τοῦ ὁμωνύμου φύσιν κοινὴν οὖσαν τὰ μετέχοντα αὐτῆς συνώνυμα εἶναι, καθόσον ὁμώνυμα ἄμφω· κατὰ μέντοι τὸ ὄνομα, καθὸ οὐ φύσεως κοινῆς, ἀλλ’ ὀνόματος μόνου κοινοῦ τὰ μετέχοντα μετέχει, οἷον τὸ τοῦ Αἴαντος, κατὰ τοῦτο ὁμώνυμά ἐστιν. ὥσπερ οὖν τὸ δισύλλαβον καθὸ δισύλλαβον οὐκ ἔστιν δισύλλαβον ἀλλὰ τετρασύλλαβον,2 καθὸ δὲ Δίων ἢ Κράτης, ἅπερ ἄλλα ἐστὶν παρὰ τὴν τοῦ δισυλλάβου φύσιν, μετέχει δὲ αὐτῆς, κατὰ τοῦτό ἐστιν δισύλλαβον, καὶ οὐδὲν ἄτοπον, οὕτως καὶ τὰ ὁμώνυμα, καθὸ μὲν φύσεως κοινῆς τῆς τοῦ ὁμωνύμου μετέχει, οὐκ ἔστιν ὁμώνυμα, ἀλλὰ συνώνυμα, καθὸ δὲ οὐ φύσεως τῆς τοῦ ὁμωνύμου, ἀλλ’ ὀνόματος μόνου κοινοῦ μετέχει, κατὰ τοῦτο ὁμώνυμά ἐστιν. εἰ δὲ λέγοι τις, ὅτι τὸ τῆς φύσεως τοῦ ὁμωνύμου μετέχειν οὐδὲν ἄλλο ἐστὶν ἢ ὀνόματος μόνου κοινοῦ μετέχειν (αὕτη γάρ ἐστιν ἡ τοῦ ὁμωνύμου φύσις, εἴπερ οὗτος ὁ ὁρισμός) καὶ οὕτως πάλιν καθὸ ὁμώνυμον αὐτὸ δείκνυσιν συνώνυμον, ῥητέον ὅτι τὰ μὲν ὀνόματα τῶν πραγμάτων κατηγορεῖται προηγουμένως καὶ τὰ ἴδια καὶ τὰ κοινά, τὸ δὲ ὁμωνύμως ἢ συνωνύμως κατηγορεῖσθαι ὑπάρχει οὐ προηγουμένως, ἀλλὰ διὰ τὴν τῶν ὀνομάτων τοιάνδε ἢ τοιάνδε κοινωνίαν,3 ὥστε ὅταν μὲν τὸ ὄνομα τὸ τοῦ Αἴαντος οὕτως μετέχηται, ὥστε τὸ ὄνομα μόνον εἶναι κοινὸν τοῖς μετέχουσιν, ὁμώνυμος ἐστιν ἡ τοιαύτη μέθεξις, ὅταν δὲ πάλιν ἡ ὁμωνυμία οὕτως μετέχηται, ὥστε μὴ μόνον ὄνομα κοινὸν εἶναι τοῖς μετέχουσιν, καθὸ καλοῦνται ὁμώνυμα, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς τῆς ὁμωνυμίας μετέχειν, τότε συνώνυμόν ἐστιν τὸ τῆς μεθέξεως εἶδος. αἱ μὲν οὖν πρὸς τὰ περὶ τῶν ὁμωνύμων ἀπορίαι καὶ τῶν ἀποριῶν λύσεις τοιαῦται. Εἰώθασι δὲ ἐνταῦθα γινόμενοι οἱ ἐξηγηταὶ τοὺς τρόπους τῶν ὁμωνύμων ἀπαριθμεῖσθαι καὶ λέγουσιν ὅτι κατὰ τοὺς ἀνωτάτω τρόπους διχῶς λέγεται τὰ ὁμώνυμα· τὰ μὲν γάρ ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος ὅ τε Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας, ὅταν διανοηθείς τις αἰτίας ἕνεκέν τινος τὰ αὐτὰ ὀνόματα ἐπιτιθῇ.

安德罗尼柯在释义该书时亦说:“在非复合言说的事物中,被称为同名异义者的是其仅有名称相同、而依名称而言的说明方式不同的事物。”波菲利说:“而我们,既然赫米努斯以及几乎绝大多数人都读到了‘本质的’这一词语被附加在定义中,便亦主张这一附加是必然的。因为‘说明方式’既然既意味着归纳与推论,亦意味着一切肯定与否定,若未曾附加‘本质的’,‘说明方式’的其他意义如何能够与定义及描述区分开来呢?因此,他没有说‘而定义或描述是不同的’,而是通过说‘而本质的说明方式是不同的’采纳了对定义与描述的阐释;因为定义作为显明本质之物,是本质的说明方式,而描述作为指明围绕本质的特有属性以及对严格意义上的实体与其余实在而言都是共通的现存之物,[亦是本质的说明方式]。” 尼科斯特拉托进一步对同名异义者提出疑难,阿提库斯则更为清晰地陈述了该疑难。因为,如果同名同义者是既名称共通且定义亦共通的事物,而被称为同名异义者的同名异义事物,亦既具有共通的名称,又具有同名异义者的定义——因为对每一个同名异义者而言,说‘仅名称共通,而依名称而言的本质的说明方式不同’皆是真实的——,那么同名异义者便是同名同义者。而且同名同义者亦是同名同义者;因此凡具有相同名称的事物皆是同名同义者。但波菲利亦解决了这一疑难,他说:没有任何事物妨碍同一批事物依不同的称谓而既是同名异义者又是同名同义者;正如被称为埃阿斯们或人们的那些埃阿斯,就他们是人而言是同名同义者,而就他们是埃阿斯而言是同名异义者,同样地,同名异义的埃阿斯们,就他们是同名异义者而言是同名同义者,而就他们是埃阿斯而言是同名异义者。 但有人会轻而易举地反驳并说:同名异义者就其为同名异义者而言并不是同名异义者,而是同名同义者;而就其不是同名异义者而是埃阿斯而言,依凭这一点才是同名异义者。或许这绝非荒谬:就同名异义者自身的本性是共通的而言,分有它的事物就其二者皆是同名异义者而言是同名同义者;然而就名称而言,就分有者分有的不是共通的本性而仅是共通的名称(比如埃阿斯的名称)而言,依凭这一点则是同名异义者。因此,正如‘双音节词’就其为双音节词而言并不是双音节的而是四音节的,但就其为狄翁或克拉忒斯——它们是不同于双音节词本性的事物,却分有着它——而言,依凭这一点是双音节的,并且这绝非荒谬;同样地,同名异义者就其分有同名异义者的共通本性而言并不是同名异义者,而是同名同义者,但就其分有的不是同名异义者的本性而仅是共通的名称而言,依凭这一点才是同名异义者。 然而,若有人说,分有同名异义者的本性无非就是仅分有共通的名称(因为若这是定义,这便是同名异义者的本性),并因此再次表明同名异义者自身就其为同名异义者而言是同名同义者,那么必须指出:名称,无论是专有的还是共通的,都首要地被述谓于事物,而以同名异义或同名同义的方式被述谓,则并非首要地属于事物,而是由于名称的这样或那样的共有。因此,当埃阿斯这一名称被分有,以至于仅有名称对分有者是共通的时,这样的分有便是同名异义的;而另一方面,当同名异义性被分有,以至于分有者们就其被称为同名异义者而言不仅名称是共通的,而且亦分有同名异义性自身的本性时,那时的分有形式便是同名同义的。关于同名异义者的疑难以及疑难的解决便是如此。 注释家们在讨论至此时,通常会列举同名异义者的各种形式,并说依最高阶的模式,同名异义者以两种方式被言说:因为有些是出于偶然,如身为帕里斯的亚历山大与马其顿人〔亚历山大〕;有些则是出于意图,即当某人经过思虑为了某种原因而赋予相同的名称时。

语法注3 条
  1. 1.2ὡς προσκειμένου τῷ ὅρῳ ἐντετυχήκασιν τοῦ τῆς οὐσίας ὀνόματος

    独立属格 ὡς προσκειμένου... τοῦ τῆς οὐσίας ὀνόματος 配合完成时动词 ἐντετυχήκασιν,其中 ὡς 引出主体理解或阅读时的前置状况(“以此为前提/视其为已被附加”)。

  2. 1.2ὥσπερ οὖν τὸ δισύλλαβον καθὸ δισύλλαβον οὐκ ἔστιν δισύλλαβον ἀλλὰ τετρασύλλαβον

    运用语言表达自身指涉特性的比喻结构:主语 τὸ δισύλλαβον 指“双音节词”这一词项本身,其自身发音为四音节(τετρασύλλαβον),而分有它的实例(如狄翁、克拉忒斯)则是双音节的。以此说明二阶述谓与层级区分。

  3. 1.2τὸ δὲ ὁμωνύμως ἢ συνωνύμως κατηγορεῖσθαι ὑπάρχει οὐ προηγουμένως, ἀλλὰ διὰ τὴν τῶν ὀνομάτων τοιάνδε ἢ τοιάνδε κοινωνίαν

    主语为带中性冠词的不定式短语 τὸ ... κατηγορεῖσθαι,主要动词 ὑπάρχει 被副词性成分 οὐ προηγουμένως, ἀλλὰ διὰ... 所修饰。句式骨架清晰区分了事物首要的(προηγουμένως)述谓与因名称共有关系而产生的派生述谓。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:30.3-31.26