← 辛普里丘

亚里士多德《范畴篇》注释

§305.31-307.17

对将运动视为做与承受之属的批判

辛普里丘援引伊安布利柯,驳斥了普罗提诺和斯多亚派将运动确立为做与承受的高位属并将运动视为不完全的现实活动的错误,阐明运动并非现实活动,而是导向形相之完成的不完全的完全现实态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#8

οὔτε γὰρ ἓν γένος γένοιτο ἂν τῶν ἀμερῶν καὶ μεριστῶν οὔτε τῶν ἐν τῷ εἶναι καὶ τῶν ἐν τῷ γίνεσθαι, οὔτ’ ἂν ἡ αὐτὴ ἐνέργεια ἀμερής τε εἴη καὶ διατείνοι ἐπὶ τὰ μεριστά, ἀθρόα τε καὶ ἐν τῷ γίνεσθαι ὑπάρχοι· πάντα γὰρ ταῦτα ἀναιρεῖ τὴν τῶν ὄντων φύσιν καὶ τῆς ἐνεργείας τὴν οὐσίαν οὐ διαφυλάττει. δῆλον δὲ ὅτι καὶ τὸ ποιεῖν κοινὸν γένος τῶν ποιήσεων καὶ τῶν πείσεων τὴν κίνησιν1 ὑπεναντίον ἐστὶν τῇ Ἀριστοτέλους δόξῃ τῇ τε ἄλλῃ καὶ τῇ νῦν ἐν τῇ τῶν κατηγοριῶν διαιρέσει διατεταγμένῃ· οὐκέτι γὰρ δύο ἔσονται γένη τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ’ ἓν πρὸ αὐτῶν ἡ κίνησις. πρὸς δὲ τὸ κινεῖσθαι κοινῶς διατείνουσιν τά τε ἐν τῷ πάσχειν καὶ τὰ ἐν τῷ ποιεῖν θεωρούμενα κατὰ κίνησιν, οἷον τὸ περιπατεῖν, καὶ κατὰ σχέσιν, οἷον τὸ περιβεβλῆσθαι, καθῆσθαι· μικτὰ γὰρ ταῦτά ἐστιν ἐκ πάθους καὶ ἐνεργείας, οὐ τῆς κυρίως, ἀλλὰ τῆς τῷ πάθει συμμεμιγμένης. ἀλλὰ καὶ τὸ τὴν ἐνέργειαν ἐπὶ μόνων λέγειν τῶν ποιήσεων ἀνεξετάστως λέγεται· οὔτε γὰρ πᾶσα ἐνέργεια ποίησις, οὐ γὰρ δὴ καὶ ἡ νόησις, οὔτε πᾶσα ποίησις ἐνέργεια· εἰσὶν γάρ τινες καὶ παθητικαὶ ποιήσεις”. Ἐκ δὲ τούτων συνακτέον ὅτι Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωικῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ πάσχειν εἶναι τὴν κίνησιν, οὗτοι συγχέουσιν εἰς ταὐτὸ κίνησίν τε καὶ ἐνέργειαν, καὶ τὴν ποίησιν οὐ τηροῦσιν καθαρὰν ἀπηλλαγμένην τοῦ πάθους, εἴπερ μετὰ κινήσεως αὐτὴν ὁρῶσιν, καὶ ἔτι μέντοι τὴν ἀρχὴν τῆς κινήσεως οὐ τηροῦσιν ἀκίνητον, ὡς Ἀριστοτέλει δοκεῖ. καὶ γὰρ καὶ ὅταν οἱ Στωικοὶ διαφορὰς γενῶν λέγωσιν τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι, ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται), τὸ δὲ δι’ ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπλοῖ τοὺς οἰκείους λόγους καὶ ἐπισπᾶται τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν ἑαυτῷ λόγους), ἀλλὰ μὴν καὶ τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, ὃ καὶ πλάττειν καλεῖται, τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατὰ ἀρετὴν ἐνεργεῖν — ὅταν οὖν ταῦτα διαιρῶνται,2 τοὐναντίον ἁμάρτημα ποιοῦσιν ἢ ὅπερ ἐν τοῖς ἔμπροσθεν· πάντα γὰρ ταῦτα ὑφ’ ἓν ὀφείλοντα γένος τετάχθαι, διότι ἐν τῷ ποιεῖν ἐστι πάντα, οὐ καλῶς εἰς πολλὰ γένη διακρίνουσιν, διότι πολλαί εἰσιν αἱ ἀρχαί, ἀφ’ ὧν αἱ ποιήσεις γίνονται. καὶ ὁ τῆς ἐνεργείας δὲ ὅρος συγκεχυμένος ἐστὶν παρ’ αὐτοῖς· διὰ τῆς ἐνεργείας γὰρ αὐτὸν ἀποδιδόασιν. καὶ ὅταν δὲ τὸ ποιεῖν καὶ πάσχειν γένος ποιῶσιν, τοῦτο μὲν καλῶς λέγουσιν· ὅταν δὲ τὸ κινεῖσθαι περιέχειν τὸ κινεῖν διατάττωνται, μάχονται πρὸς ἑαυτούς, καὶ γένος τὸ κινεῖσθαι τοῦ κινεῖν ποιοῦντες, διότι περιέχει αὐτό, καὶ οὐ γένος, διότι πρὸς αὐτὸ ἀντιδιαιρεῖται, εἴπερ τὸ μὲν ποιεῖν ἐστι, τὸ δὲ πάσχειν. ‘καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωικοὶ ἀντιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια·3 ἔστιν γὰρ πάντως, φασίν, ἐνέργεια, ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστιν γὰρ ἤδη), ἀλλ’ ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ’ αὐτήν”. ταῦτα μὲν οἱ Στωικοὶ λέγουσιν. “πῶς δέ, φησὶν Ἰάμβλιχος, δυνατὸν ἀτέλεστον ἐνέργειαν λέγειν, ἣ πάντων ἐστὶ τελεωτάτη; τίνα δὲ τρόπον ἐν τῷ ἐνεργεῖν ἑστῶσα πληθύεται κατὰ τὸ πάλιν καὶ πάλιν, ὥσπερ τὰ κατ’ ἀριθμὸν προϊόντα; ὅλως δὲ ἀτελὴς ἡ κίνησις λέγεται παρὰ τοῖς ἀρχαίοις οὐ πρὸς ἀντιδιαστολὴν τῆς ἐνεργείας· οὐδὲ γὰρ ἐνέργεια ἀλλ’ ἐντελέχεια ἀτελὴς εἴρηται, διότι ἡ μέν ἐστιν ἐντελέχεια συνοχὴ κατὰ τὸ εἶδος τῆς τελειότητος, ἡ δὲ ἀπὸ τοῦ δυνάμει κινητοῦ εἰς τὸ εἶδος ἀγωγή, ἥτις κίνησις οὖσα ἀτελὴς ἐντελέχεια λέγεται πρὸς τὴν τῆς τελείας ἐντελεχείας ἀντιδιαστολήν, οἷον ἡ μὲν τόρευσις καὶ χαλκεία τοῦ ἀνδριάντος κίνησις καὶ ἀτελὴς ἐντελέχεια, τὸ δὲ εἶδος αὐτοῦ καὶ αὐτὸς ὁ ἀνδριὰς ἡ τελεία ἐντελέχεια. καὶ διὰ τοῦτο τὴν κίνησιν ὁ Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν τοῦ κινητοῦ ᾗ κινητόν, τοῦτ’ ἔστιν ἐν ἀτελεῖ ἀεὶ μένουσα ἐντελέχεια, ἥτις κεχώρισται τῆς ἐνεργείας.

因为不可分之物与可分之物绝不可能有单一的属,处于存在之中者与处于生成之中者亦不可能有单一的属,同一种现实活动亦不可能既是不可分的又延伸至可分之物,既是一并整体的又处于生成之中;因为所有这些都会破坏存在者的本性,而不能保全现实活动的实体。显而易见,将运动确立为各种作用与承受的共通属,亦与亚里士多德在其他地方的见解以及如今在范畴划分中确立的见解相抵触;因为做与承受将不再是两个属,而在它们之前将有运动这单一的属。而无论是在承受中被观察到的事物,还是在作用中被观察到的事物,无论是依照运动(如散步),还是依照状态(如穿着衣服、坐着),都共通地关涉到“被推动”;因为这些事物是由情态与现实活动混合而成的——不是本义的现实活动,而是与情态相混合的现实活动。此外,仅仅在作用上来谈论现实活动,亦是未经考察之谈;因为并非所有的现实活动都是作用(因为智思活动绝非如此),亦非所有的作用都是现实活动;因为确实存在某些被动的作用。” 由此当推知,普罗提诺以及其他那些遵循斯多亚派习惯而将“运动是做与承受的共通者”引入亚里士多德学派的人,是将运动与现实活动混为一谈,而且倘若他们将作用与运动联系起来看待,他们便未能使作用保持纯粹而不受情态的沾染,甚至未能如亚里士多德所认为的那样使运动的始原保持不动。因为实际上,每当斯多亚派将属的差异表述为:从自身被推动,如同小刀由其固有构造而具有切割(因为作用是依照形状与形相完成的);通过自身将运动化为现实活动,如同本性与医术的能力产生出作用(因为种子被播下后便展开固有的理路,吸引相邻的质料,并塑造自身之中的理路);进而还有从自身出发去行动,这共通地是指由本己冲动去行动,另一者则是指由理性冲动去行动(这亦被称为塑造),而比这更为具种差的则是依照德性进行活动——每当他们划分这些时,他们便犯了与前述相反的错误;因为所有这些本应列于单一的属之下,因其全都在于做,他们却因产生作用的始原众多而错误地将它们区分为许多属。在他们那里,现实活动的定义也是混乱的;因为他们是用现实活动来解释它的。每当他们将做与承受确立为属时,他们说得很好;但当他们判定“被推动”包含“推动”时,他们便自相矛盾,既因为“被推动”包含它而将其立为“推动”的属,又因为倘若一者是做而另一者是承受,〔“被推动”〕与它〔“推动”〕相对分而并非属。 “关于运动,”伊安布利柯说,“斯多亚派亦未正确领会,他们说就运动而言被称为‘不完全’,并不是因为它不是现实活动——因为他们声称它全然是现实活动——而是因为它具有‘反复再三’,这并非为了达到现实活动(因为已经是现实活动了),而是为了在某处造就居于其后的另一事物。” 这些确实是斯多亚派所说的。 “然而,”伊安布利柯说,“怎么可能将一切事物中最完全的现实活动称为不完全呢?它安立于现实活动之中,又怎能像依照数目推进的事物那样依照‘反复再三’而倍增呢?总的来说,古人将运动称为不完全,并不是相对于现实活动而言的;因为运动被称为不完全的完全现实态,而非不完全的现实活动。这是因为,一者是依照形相保持完全性的完全现实态,而另一者则是从潜能上可推动者向形相的引导;后者作为运动,相对于完全的完全现实态被称为不完全的完全现实态,例如雕像的雕镂与青铜铸造是运动与不完全的完全现实态,而它的形相与雕像本身则是完全的完全现实态。正因如此,亚里士多德才将运动定义为‘可推动者作为可推动者的完全现实态’,即始终留存于不完全者之中的完全现实态,它是与现实活动相分离的。”

语法注3 条
  1. 6.1τὸ ποιεῖν κοινὸν γένος τῶν ποιήσεων καὶ τῶν πείσεων τὴν κίνησιν

    带冠词不定式 τὸ ποιεῖν 为句子的主语,构成双重宾格结构:τὴν κίνησιν 为直接宾语,κοινὸν γένος τῶν ποιήσεων καὶ τῶν πείσεων 为宾语补足语(即“将运动确立为各种作用与承受的共通属”)。此处的 τὸ ποιεῖν 不应理解为主格的范畴名“做/能动”(主要谓语为 ὑπεναντίον ἐστίν)。

  2. 6.1καὶ γὰρ καὶ ὅταν οἱ Στωικοὶ διαφορὰς γενῶν λέγωσιν τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι ... ὅταν οὖν ταῦτα διαιρῶνται

    这是一个长句结构:由 καὶ γὰρ καὶ ὅταν 引导的条件从句在列举了斯多亚派的三种运动/作用类型及其括号式的例证后,通过 ὅταν οὖν ταῦτα διαιρῶνται(“每当他们划分这些时”)对条件进行了呼应和重提(resumptio),并由此导向主句归结节 τοὐναντίον ἁμάρτημα ποιοῦσιν……

  3. 6.1οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια

    οὐχ ὅτι 用作连词引出被否定的原因,构成“并非因为它不是现实活动……(而是因为……)”的句式,与后文的 ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν(“而是因为它具有‘反复再三’”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:305.31-307.17