← 辛普里丘

亚里士多德《范畴篇》注释

§304.10-305.31

现实活动与运动的区分及属的否定

扬布利柯继续反驳普罗提诺,并引证泰奥弗拉斯托斯,论证具有完全性、不可分性与无混合性的纯粹现实活动绝不可能是运动的属,二者必须受到严格区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#7

πάλιν εἴπερ ἡ μὲν κίνησις ἐν διεξόδῳ θεωρεῖται καὶ συνεχείᾳ εἰς ἀεὶ συνεχῆ διαιρετὴ οὖσα ἐπ’ ἄπειρον, ἡ δὲ ἐνέργεια καθ’ ἓν πέρας ἵσταται αὐτὴ ἀφ’ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ἅμα τὸ ἓν πᾶν συλλαβοῦσα καθ’ ἑαυτήν, οὐκ ἂν οὐδὲ οὕτω γένος εἴη τῆς κινήσεως ἡ ἐνέργεια. καὶ εἰ ἡ μὲν κίνησις μεριστὴ καὶ ἄπειρος καὶ ἀόριστος, ἡ δὲ ἐνέργεια ἀμέριστος καὶ πέρας καὶ ταὐτότητι χαίρουσα, πῶς ἂν εἴη τοῦ ἑτέρου γένος τὸ ἕτερον; εἰ δὲ καὶ ἡ μὲν κίνησις συμμεμιγμένην ἔχει τὴν ὑπόστασιν πρὸς τὸ ἐναντίον καὶ ἀπὸ τοῦ ἐναντίου μεταβαίνει ἀεὶ ἐπὶ τὸ ἐναντίον, ὡς ὅταν ἐκ λευκοῦ μέλαν γίνηται (ἡ γὰρ ἀπὸ τοῦ ἑτέρου εἰς ἕτερον κίνησις οὐδέτερόν ἐστι τῶν ἄκρων, συμμέμικται δὲ ἐξ ἀμφοῖν), ἡ δὲ ἐνέργεια ἄμικτος οὖσα παντελῶς καὶ καθ’ ἓν τῶν ἐναντίων ἵσταται οὐδὲν ἀναπιμπλαμένη τῆς ἐναντίας φύσεως, πῶς δύναται εἶναι γένος ἡ ἐνέργεια τῆς κινήσεως; κἂν λέγοι δὲ χρόνῳ μὲν ἀντιπαρατείνειν τὴν κίνησιν1 ὡς ἂν διαστατὴν οὖσαν, αἰῶνι δὲ τὴν ἐνέργειαν ὡς ἀδιάστατον ὑπάρχουσαν καὶ ὁμοῦ ὅλην ἐν τῷ νῦν παροῦσαν, οὐδὲ οὕτως ἂν εἴη τις τῶν αἰωνίων καὶ τῶν ἐν χρόνῳ ὁμογενὴς φύσις, ἔτι μᾶλλον εἰ ἡ μὲν ἐνέργεια ἀκίνητος προϋπάρχει, τὴν ἀρχὴν καὶ τὸ τέλος ὁμοῦ τῆς κινήσεως ἐν μιᾷ ἠρεμίᾳ συνέχουσα, ἡ δὲ κίνησις ἐν διεξόδῳ τῇ κατ’ ἀριθμὸν προϊούσῃ διακριθείη. ἀλλ’ ἔοικεν, φησίν, ὁ Πλωτῖνος ταῖς μὲν καθαρωτέραις δόξαις περὶ τῆς ἐνεργείας μὴ συνομολογεῖν, ἐπ’ ἐκείνην δὲ ἀποφέρεσθαι τὴν ἔννοιαν, καθ’ ἣν κατὰ τὸ κινεῖσθαί τινες τὸ ἐνεργεῖν ἀφορίζονται καὶ ταὐτὸν ὑπολαμβάνουσιν κίνησιν τὴν κατὰ τὸ κινεῖσθαι καὶ ἐνέργειαν· ὃ πολλοῦ δεῖ ἀληθὲς εἶναι. ἔτι δὲ δεῖ πείθεσθαι Θεοφράστῳ· τούτῳ γὰρ δοκεῖ μὲν χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργείας, εἶναι δὲ τὴν μὲν κίνησιν καὶ ἐνέργειαν ὡς ἂν ἐν αὐτῇ περιεχομένην, οὐκέτι μέντοι καὶ τὴν ἐνέργειαν κίνησιν· τὴν γὰρ ἑκάστου οὐσίαν καὶ τὸ οἰκεῖον εἶδος ἐνέργειαν εἶναι ἑκάστου, μὴ οὖσαν ταύτην κίνησιν. καὶ γὰρ ἡ τελειότης καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινήτοις εἶναι οὐ κεκώλυται· εἰσὶν δὲ καὶ ἐν τοῖς αἰσθητοῖς πολλαὶ τοιαῦται, οἷον [τὴν] κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος· ἕστηκεν γὰρ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τελειότητα. εἰ δὲ εἰς τοσοῦτον προέχει ἡ ἐνέργεια τῆς κινήσεως, οὐκ ἔδει συνάπτειν αὐτὰς οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου γένος ποιεῖν. εἰ δέ τις τὴν μὲν ἐνέργειαν τὸ κινεῖσθαί φησι προβάλλειν κατὰ τὸ συντετάχθαι πρὸς αὐτό, τὸ δὲ ἐνεργείᾳ κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος καὶ τὴν ἑκάστου ἐντελέχειαν ἱστάμενον πρὸς τὸ δυνάμει λέγεσθαι ἐξῃρημένον αὐτοῦ, ἀλλ’ οὐχὶ τῆς κινήσεως τὴν ἐνέργειαν, ἀγνοεῖ οὗτος, ὅτι τὸ μὲν ἐνεργείᾳ ἀντιτίθεται πρὸς τὸ δυνάμει καὶ τοῦ ἀτελοῦς ἐστι τελειότης σχέσιν τε πρὸς τὸ ἐναντίον προσείληφεν, ἡ μέντοι ἐνέργεια αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἀπόλυτος, πρὸς οὐδὲν ἐναντίον λεγομένη, ἥτις καὶ τῷ ἐνεργείᾳ ὄντι παρέχει τὴν τελειότητα. πολλοῦ ἄρα δεῖ ἐνεργείᾳ μὲν εἶναι τὸ σχῆμα, ἐνέργειαν δὲ μὴ ὑπάρχειν. ὅλως γὰρ οἱ τοῦτο λέγοντες τὸ καθαρὸν γένος οὐκ ἴσασι τῆς ἐνεργείας οὐδὲ τὸ χωριστὸν ἀπὸ τῆς κινήσεως οὐδὲ τὸ πρότερον τοῦ ἐνεργείᾳ, καὶ οὐδὲ τοῦτο ἀναμιμνῄσκονται, πῶς λέγομεν ἐνεργείας τὰς νοήσεις, τὸ ἀμερὲς αὐτῶν τῆς γνώσεως καὶ ἅμα καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἤδη ἀθρόον καὶ τὰ τοιαῦτα παριστάντες· ὅπερ γὰρ ἐν τῷ χρόνῳ τὸ νῦν ἔστιν, τοῦτο νοεῖσθαι τὴν ἐνέργειαν ἐν τῇ κινήσει,2 καὶ τὴν μὲν καθαρὰν ἐνέργειαν κινήσεως ἐκτὸς εἶναι, ἀπ’ αὐτῆς δὲ ἄλλας ἐνεργείας προϊέναι, αἵτινες οὐκ ἄνευ κινήσεως θεωροῦνται, ὥσπερ τὴν φαντασίαν καὶ τὴν αἴσθησιν λέγομεν κατὰ μὲν τὸ πάθος κινήσεις εἶναι, κατὰ δὲ τὸ εἶδος ἐνέργειαν, καὶ οὕτως τὰς μὲν ἀχωρίστους τῶν κινήσεων εἶναι, τὰς δὲ χωριστάς, ἀχωρίστους μὲν ὅσαι τελειωτικαὶ τῶν κινήσεων, προηγούμεναι αὗται καὶ προάγουσαι αὐτὰς εἰς ἐνέργειαν, χωριστὰς δὲ ὅσαι μονοειδεῖς ἦσαν καὶ παντελῶς ἀκίνητοι. μέχρι μὲν οὖν τούτων ἀνάσχοιτο3 ἄν τις τῶν οὕτω τὰς ἐνεργείας καθελκόντων, διότι καὶ εἴδη τινὰ ἦν ἔνυλα, μεθ’ ὧν καὶ αἱ ἔνυλοι ἐνέργειαι συνεῖναι ἐμφαίνονται· τῶν δὲ προσωτέρω προχωρούντων καὶ καθελκόντων αὐτὰς ἐπὶ τὰς κινήσεις οὐδαμῶς ἄν τις ἀνάσχοιτο, οὐδὲ τῶν τιθεμένων τῆς κοινῆς λεγομένης ἐνεργείας τὰς μὲν ἀμερεῖς καὶ ἀθρόας εἶναι, τὰς δὲ ἐν τῷ γίνεσθαι καὶ γενέσεις, ἃς καὶ κινήσεις καλεῖσθαι.

再者,如果运动是在推移与连续性中被观察到的,且能够无限地分割为始终连续之物,而现实活动则安立于单一的界限,从自身拥有存在,并同时在自身中将单一的整体总括起来,那么即使依照这种方式,现实活动亦绝不可能是运动的属。而且,如果运动是可分的、无限的且无定限的,而现实活动则是不可分的、界限且喜好同一性的,那么一者如何可能是另一者的属呢?此外,如果运动的成立根据是与对立面相混合的,并且总是从对立面转变到对立面,正如白变为黑时那样(因为从一者到另一者的运动既不是任一极端,而是由两者混合而成的),而现实活动则是全然未混合的,安立于对立面之一而不受对立本性的丝毫沾染,那么现实活动又如何能够是运动的属呢?即使有人主张运动作为有间距的[有广延的]事物与时间共同延伸,而现实活动作为无间距的[无广延的]存在且在“现在”中作为整体同时现前而与永恒共同延伸,那么即便如此,永恒之物与时间之中之物亦绝不会有任何同族的本性;倘若现实活动作为不动者预先存在,并在单一的静止中同时维系着运动的始原与终结,而运动则在依数目推进的推移中被区分开来,那就更是如此了。“然而普罗提诺,”他说,“似乎并不赞同关于现实活动之更为纯粹的见解,而是被裹挟到了那种观念之中,即有些人依据被推动来规定进行活动,并认为依据被推动的运动与现实活动是同一回事;这与真实相去甚远。再者,必须遵从泰奥弗拉斯托斯;因为在他看来,运动虽与现实活动相分离,且运动作为被包容在现实活动之中的事物确实也是现实活动,然而现实活动却不再是运动;因为每件事物的实体和本己形相乃是每者的现实活动,而这并不是运动。实际上,完全性存在于智性之物和本性上不动之物中并无阻碍;而且在感觉之物中亦有许多诸如此类的完全性,例如依照雕像之形状的完全性;因为形状乃是依照同一种完全性安立的。因此,如果现实活动超出运动如此之多,就不应当将它们结合在一起,亦不应当将一者确立为另一者的属。”而如果有人主张,现实活动是依照与被推动相配合而展示出被推动,而依照雕像之形状和每者的完全现实态安立的“在现实活动中”则是作为被排除在它之外者而相对于潜能被述说的,但现实活动并未从运动中被排除,那么此人就是不知道:“在现实活动中”是与潜能相对立的,是不完全者的完全性,并且外加了对对立面的关系;然而现实活动自身则是绝对自足的,不相对于任何对立面被述说,正是它亦赋予了“在现实活动中”的存在者以完全性。因此,形状在现实活动中存在而现实活动却并不属于它,这绝不可能。因为大体上,作此论断的人既不知道现实活动的纯粹之属,亦不知道与运动相分离者,亦不知道先于“在现实活动中”者,他们甚至未曾记起我们何以将智思活动称为现实活动——我们由此表明它们之认识的无部分性,以及它们同时、在“现在”中、在“已经”之中整体一并的特性等等。因为正如“现在”在时间之中,现实活动亦当在运动之中被设想,纯粹的现实活动在运动之外,而从它产生出另一些现实活动,这些活动若没有运动就不能被观察到,正如我们说表象和感觉依照承受是运动,但依照形相则是现实活动一样;依此,有些活动与运动不可分离,有些活动则是分离的——凡是使运动达于完全的活动,即作为先行者并将运动引向现实活动的那些活动,是不可分离的;而凡是单一形相且全然不动的活动,则是分离的。因此,对于那些如此贬低现实活动的人,或许有人还能容忍到这一地步,因为确实存在着某些具质料的形相,具质料的现实活动显见亦与它们共存;然而对于那些走得更远并将它们贬低为运动的人,或者那些主张在所谓共通的现实活动中,有些是无部分且整体一并的,有些则处于生成之中且是生成(这些亦被称为运动)的人,绝不可能有人予以容忍。

语法注3 条
  1. 6.1κἂν λέγοι δὲ χρόνῳ μὲν ἀντιπαρατείνειν τὴν κίνησιν

    κἂν(即 καὶ ἄν)后接希求法 λέγοι,构成让步性的潜在条件句:“即使有人说……”。动词 λέγοι 引出带有宾格主语 τὴν κίνησιν 与 τὴν ἐνέργειαν 的宾格与不定式结构(ἀντιπαρατείνειν)。

  2. 6.1ὅπερ γὰρ ἐν τῷ χρόνῳ τὸ νῦν ἔστιν, τοῦτο νοεῖσθαι τὴν ἐνέργειαν ἐν τῇ κινήσει

    通过 τοῦτο 与关系从句 ὅπερ... ἔστιν 相关的间接引语不定式结构。承接前文 ἀναμιμνῄσκονται 所隐含的间接思考语境,被动不定式 νοεῖσθαι 以 τὴν ἐνέργειαν 为宾格主语,表示“现实活动应当被设想……”。

  3. 6.1τῶν δὲ προσωτέρω προχωρούντων... οὐδαμῶς ἄν τις ἀνάσχοιτο

    中动动词 ἀνέχομαι(希求法加 ἄν 表示潜在,“容忍、忍受”)直接支配表示人的属格补足语(τῶν προχωρούντων ... οὐδὲ τῶν τιθεμένων)。该结构与紧接在前的 μέχρι μὲν οὖν τούτων ἀνάσχοιτο ἄν τις τῶν ... καθελκόντων 构成严格平行的对应关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:304.10-305.31