← 辛普里丘

亚里士多德《范畴篇》注释

§307.18-309.1

运动的不完全性与对普罗提诺学说的反驳

辛普里丘探讨了运动的不完全性,引用伊安布利柯对‘在现势中’(ἐνεργείᾳ)与‘现实活动’(ἐνέργεια)的区分,驳斥了普罗提诺关于运动完全且可还原为现实活动的观点,并确立了运动属于量以及一举转变的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#9

οὐ μὴν οὐδὲ πᾶσα κίνησίς ἐστιν ἀτελής, ἀλλ’ εἰ ἄρα, ἡ ἀρχὴν ἔχουσα καὶ πέρας· διόπερ ἡ τοῦ οὐρανοῦ οὐδαμῶς ἐστιν ἀτελὴς ἀεὶ ἐν τέλει οὖσα. ταράττει δὲ τὸν παρόντα λόγον τὸ ἐνεργείᾳ συγχεόμενον εἰς τὴν ἐνέργειαν·1 τὸ γὰρ ἀπὸ τοῦ δυνάμει μεταβάλλον εἰς ὃ ἠδύνατο, τοῦτο ἐνεργείᾳ λέγεται, ἄν τε εἶδος ᾖ ἄν τε πάθος ἄν τε ἠρεμία (ὁ μὲν γὰρ χαλκὸς ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προϊὼν καὶ γινόμενος ἀνδριὰς εἰς εἶδος τελειοῦται, τὸ δὲ θερμαντὸν ὅταν θερμανθῇ εἰς πάθος προῆλθεν, καὶ τὸ ἐνεργείᾳ τῆς κινήσεως γίνεται ἠρεμία, ὅταν εἰς ταύτην τελειωθῇ), διαφέρει δὲ τὸ ἐνεργείᾳ τῆς ἐνεργείας, καθ’ ὅσον τὸ μὲν ἐνεργείᾳ πρὸς τὸ δυνάμει ὑφίσταται, ἡ δὲ ἐνέργεια καθ’ ἑαυτήν ἐστιν”. εἴποι δ’ ἄν τις οἶμαι, ὅτι κἄν πρὸς τὸ δυνάμει λέγηται τὸ ἐνεργείᾳ, οὐδὲ τὸ ἐνεργείᾳ κίνησιν ἐμφαίνει, ἀλλὰ τὴν τοῦ πρότερον ὄντος ἀτελοῦς τελειότητα. Ὁ δὲ Πλωτῖνος οὐδὲ τὴν κίνησιν ἀτελῆ συγχωρεῖ εἶναι οὐδὲ τελειοῦσθαί φησιν αὐτήν, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο, οἷον τὴν βάδισιν ἐξ ἀρχῆς μὲν εἶναι βάδισιν· εἰ δὲ ἔδει στάδιον βαδίσαι, οὔπω δὲ ἦν τοῦτο διανύσας, οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεώς ἐστιν τὸ ἐλλεῖπον, ἀλλὰ τῆς ποσῆς βαδίσεως· βάδισις γὰρ ἦν καὶ κίνησις ἤδη κἂν ὁποσηοῦν’. ὁ δὲ Ἰάμβλιχος ὑπαντῶν πρὸς αὐτὸν “οὐχ ᾗ κινητόν, φησίν, λαμβάνεις τὸ ἔργον τῆς κινήσεως οὐδὲ πρὸς τὴν δύναμιν αὐτὸ συνάπτεις, ἐπεὶ καθὸ κινητὸν οὔπω ἐστὶν ὅλον· οὐδὲ τὴν ἐντελέχειαν οὖν ὡς κινητοῦ λαμβάνεις”. καὶ λέγει οἶμαι καλῶς· τοιοῦτον γάρ τι δοκεῖ μοι πάσχειν, οἷον εἴ τις καὶ τὸ ἀτελὲς αὐτὸ τέλειον λέγοι, ὅταν ἀτελὲς ᾖ, κατὰ τὴν ἀτέλειαν θεωρούμενον· οὕτως δὲ καὶ ἡ κίνησις ἀτελής ἐστιν, ὅτι μέμικται αὐτῆς ἡ φύσις ἔκ τε τοῦ δυνάμει καὶ ἐντελεχείᾳ, ἐξ ἀορίστου γεγονὸς καὶ ὡρισμένου,2 ἀμόρφου τε καὶ εἴδους, καὶ μὴ ὄντος ὁμοῦ καὶ ὄντος· ἐξ ὧν δῆλον γίνεται, ὡς οὐδὲν κοινὸν κινήσει πρὸς τὴν καθαρὰν ἐνέργειαν· αὕτη γὰρ καθαρά ἐστι πάσης ἀπείρου καὶ ἀορίστου συμμίξεως καὶ ὑπερέχει τῶν τοιούτων. Ἐπεὶ δὲ τὴν κίνησιν ἐδόκει τοῖς ἀπὸ τοῦ Περιπάτου εἰς τὸ ποσὸν ἀνάγειν, βούλεται ὁ Πλωτῖνος εἰς τὴν ἐνέργειαν αὐτὴν ἀνάγειν, ἵνα ὡς ἡ ἐνέργειά ἐστιν οὐ ποσόν, οὕτως καὶ ἡ κίνησις οὐ ποσὴ οὖσα ἀποδειχθῇ. καὶ ὅτι μὲν ποσὸν ἡ κίνησις, δῆλον, οὐκ ἐκ τοῦ ἐν χρόνῳ εἶναι (τοῦτο γὰρ κατὰ συμβεβηκὸς αὐτῇ ὑπάρχει), ἀλλ’ ἐκ τῆς διαστάσεως αὐτῆς καὶ καθὸ ἑτερότης ἦν, ὥς φησι Πλάτων, καὶ ἀνομοιότης· μέχρι μὲν γὰρ ἓν καὶ ταὐτόν ἐστιν, πάντα ἠρεμεῖ· καθὸ δ’ ἂν λάβῃ τὴν διαφοράν, κεκίνηται· ἐπεὶ οὖν τὴν μὲν ἠρεμίαν ἕν, τὴν δὲ κίνησιν πολλὰ ἀναγκαῖον εἶναι, ποσόν ἐστιν ἡ κίνησις. ἐνέργεια δὲ ὅτι μὲν οὐ πᾶσα κίνησίς ἐστι, πρόδηλον· οὐ γὰρ δὴ καὶ ἡ τοῦ νοῦ ἐνέργεια ἀκίνητος οὖσα· περὶ δέ τινων γεγένηται ζήτησις, εἰ κινήσεις χρὴ λέγειν, οἷον τήν τε αἴσθησιν καὶ τὴν τῆς ψυχῆς νόησιν, ἃς δοκεῖ τισιν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κινήσεις εἶναι, εἴγε ἀμέριστοί εἰσιν, ὡς ἐν τοῖς Περὶ ψυχῆς δέδεικται, κίνησις δὲ πᾶσα μεριστή· εἰ δὲ καὶ ἐν τῷ νῦν ἥ τε αἴσθησις καὶ ἡ νόησις ἐπιτελοῦνται, οὐδὲ οὕτως ἂν εἶεν κινήσεις, ἀλλ’ ἐνέργειαι ἂν ὀρθότερον καλοῖντο. Μελίσσου δὲ εἰπόντος παντὸς τοῦ γινομένου ἀρχὴν εἶναι, φησὶν Ἀριστοτέλης μὴ ἐπὶ πάντων τῶν γενομένων ἀρχὴν εἶναι τοῦ πράγματος, ἀλλὰ τοῦ χρόνου μὲν εἶναι ἀρχήν, οὐκέτι μὴν καὶ τοῦ πράγματος· δύνασθαι γὰρ ἀθρόως μεταβάλλειν, ὡς ἐπὶ τοῦ φωτιζομένου ἀέρος· ἀθρόως γὰρ πᾶς φωτίζεται, οὐ μέντοι καὶ ἀχρόνως· ἐν γὰρ τῇ ἀνατολῇ ἐφωτίσθη, οὐ μέντοι καὶ ἄχρονός ἐστιν ἡ ἀνατολή· οὐ γὰρ κατὰ τὸ νῦν ἐστιν, οὐδὲ ὁ φωτισμὸς κατὰ τὸ νῦν, κἂν ἀθρόως ὁ ἀὴρ καὶ οὐ τόδε μετὰ τόδε φωτίζεται. τοῦ τοίνυν Ἀριστοτέλους ἀθρόαν οὕτως εἰπόντος μεταβολὴν ὁ Πλωτῖνος ‘εἰ ἀθρόα, φησίν, ἔστιν μεταβολή, ἔστιν καὶ ἀθρόα κίνησις καὶ ἄχρονος’. φαίη ἂν οὖν Ἀριστοτέλης3 τὴν μὲν κατὰ τὸ μεταβάλλειν εἶναι μεταβολήν, τὴν δὲ κατὰ τὸ μεταβεβληκέναι· καὶ ἡ μὲν κατὰ τὸ μεταβάλλειν κίνησίς ἐστιν, ἡ δὲ κατὰ τὸ μεταβεβληκέναι ἠρεμία.

然而,并非所有的运动都是不完全的,而即便如此,那也是指具有开端和终点的运动;因此天的运动绝非不完全,因其始终处于终点之中。而使得当前的论述陷入混乱的,是将‘在现势中’与‘现实活动’混为一谈;因为从潜能中的事物转变到它所能够成为的事物,这被称为‘在现势中’,无论它是形相、情态还是静止(因为青铜从潜能中的事物走向在现势中的事物并成为雕像,便在形相上得以完全;可受热者在受热之时,便走向了情态;而运动的在现势中的事物,在向这静止得以完全时便成为静止);但‘在现势中’与‘现实活动’不同,因为‘在现势中’是相对于潜能中的事物而成立的,而现实活动则是依其自身的。”然而我想有人会说,即使‘在现势中’是相对于潜能中的事物而言的,‘在现势中’亦不表示运动,而是表示此前不完全者的完全性。但普罗提诺甚至不承认运动是不完全的,亦不认为运动本身得以完全,而是认为运动所企及的事物得以完全;例如,散步从一开始就是散步;倘若必须散步一斯塔德,而尚未走完这一距离,所亏欠的并非属于散步亦非属于运动,而是属于具有如此数量的散步;因为无论数量多大,它早已经是散步和运动了。对此,伊安布利柯回应他说:“你并未将运动的功效作为可推动者来把握,亦未将其与潜能相联系,因为就其作为可推动者而言,它尚未成为一个整体;因此你亦未将完全现实态作为可推动者的完全现实态来把握。”而且我想他说得很对;因为在我看来[普罗提诺]遭受了类似这样的情况,就如同有人声称不完全者本身恰恰在其是不完全的时候,依照其不完全性来观察是完全的。而运动亦是如此这般不完全的,因为它的本性混合了处于潜能中的事物与处于完全现实态中的事物,产生自无定与有定、无形与形相、以及非存在与存在并存者;由此显而易见,运动与纯粹的现实活动毫无共通之处;因为纯粹的现实活动纯然不含任何无限与无定的混合,并且超越了此类事物。既然漫步学派的人们认为应当将运动归结为量,普罗提诺便企图将运动归结为现实活动,以便正如现实活动不是量一样,运动亦被证明不是有量者。运动确实是量,这是显而易见的,并非由于它处于时间之中(因为这是作为偶性属于它的),而是由于它的延展,并且正如柏拉图所言,在于它是差异性与非相似性;因为只要是一且相同,万物皆处于静止;而就其接受了差异而言,它便已经运动了;既然静止必然是一,而运动必然是多,运动便是量。至于现实活动并非全都是运动,则是显而易见的;因为理智的现实活动是不动的,绝非运动;但关于某些活动是否应当称为运动曾有过探讨,例如感觉与灵魂的智思,在某些人看来它们并非没有运动,但绝非运动,倘若它们如在《论灵魂》中所证明的那样是不可分的,而一切运动皆是可分的;如果感觉与智思亦是在‘现在’之中完成的,那么即便如此它们亦不会是运动,而更正确地应当被称为现实活动。麦里梭曾说‘凡生成者皆有开端’,亚里士多德对此指出,并非在一切生成的事物上都有该事物的开端,而是有时间的开端,却不再有该事物的开端;因为它是能够一举转变的,正如被照亮的气体一样;因为全体气体是一举被照亮的,但决非无时间的;因为它是在日出之时被照亮的,然而日出决非无时间的;因为它并不依据‘现在’,照亮亦不依据‘现在’,即便气体是一举而非前后相继地被照亮。既然亚里士多德这样谈论一举的转变,普罗提诺便说:‘如果存在一举的转变,那么亦存在一举且无时间的运动。’因此亚里士多德或许会说,一种转变是依据正在转变而言的,而另一种转变则是依据已经转变完成而言的;依照正在转变而言的转变是运动,而依照已经转变完成而言的转变则是静止。

语法注3 条
  1. 6.1ταράττει δὲ τὸν παρόντα λόγον τὸ ἐνεργείᾳ συγχεόμενον εἰς τὴν ἐνέργειαν

    主语是带有中性定冠词的分词短语‘τὸ ἐνεργείᾳ συγχεόμενον εἰς τὴν ἐνέργειαν’(即把‘在现势中’混同为‘现实活动’),主要动词是 ταράττει,直接宾语是 τὸν παρόντα λόγον(当前的论述)。该结构指出了与格/副词性用法 ἐνεργείᾳ 与名词 ἐνέργεια 之间的概念混同。

  2. 6.1ἐξ ἀορίστου γεγονὸς καὶ ὡρισμένου

    虽然该句的语法主语是阴性名词 ἡ φύσις(本性),但分词 γεγονός 却是中性单数主格。这属于依照意义的一致(constructio ad sensum),受到前文的中性表达(如 τὸ δυνάμει)或所隐含的中性概念(如 πρᾶγμα 或 κίνημα)的影响,用以表达运动的本性是由无定与有定的混合而生成的。

  3. 6.1φαίη ἂν οὖν Ἀριστοτέλης

    带有 ἄν 的愿望语气表示潜在/推测(潜在愿望语气,φαίη ἄν),表达一种假想的回答(‘亚里士多德或许会说’)。因为亚里士多德并未直接面对普罗提诺的反驳,故以此引出亚里士多德假若在场会做出的回应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:307.18-309.1