← 辛普里丘

亚里士多德《范畴篇》注释

§302.31-304.10

扬布利柯论能动受动的区别及运动与活动

辛普里修引用扬布利柯的论证,否定了接触在施动中的必然性并捍卫了能动与受动的本质区别;进而引用扬布利柯对普罗提诺的反驳,论证了趋向终点的运动无法作为种被归属于现实活动这一属之下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#6

βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πελάσει καὶ ἅψει ποιεῖ, ἀλλὰ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον γίνεται ἡ ποίησις, καὶ ὡς πολλὰ ἀναφῶς δρᾷ, ἅπερ ἅπαντες ἐπιστάμεθα, καὶ ὅτι καὶ ἐφ’ ὧν δεόμενα ὁρῶμεν παραθέσεως τὰ ποιοῦντα, κατὰ συμβεβηκὸς γίνεται ἡ ἐπαφή, διότι ἐν τόπῳ ἐστὶν τὰ μετέχοντα τῆς τοῦ πάσχειν ἢ ποιεῖν δυνάμεως· τοιαῦτα γάρ ἐστιν τὰ σώματα καὶ τὰ μετέχοντα τῶν ποιητικῶν ἢ παθητικῶν δυνάμεων· ἐφ’ ὧν δὲ οὐδὲν ἐμποδίζει διάστασις σωμάτων ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ πάσχειν καὶ δέξασθαι τὴν τοῦ ποιοῦντος ἐνέργειαν, ἐπὶ τούτων ἀδιάστατος γίνεται καὶ ἀκώλυτος ἡ ἐνέργεια, ὡς αἱ τῆς λύρας χορδαὶ συνέχουσιν πόρρω ἀλλήλων διαστᾶσαι καὶ ὁ ἄφθας δέχεται πόρρωθεν τὸ τοῦ πυρὸς εἶδος. πολλὰ δὲ καὶ ἐφαπτόμενα οὐ ποιεῖ, ὡς ἡ ἔμπλαστρος ἢ ἄλλο τι τῶν ἰατρικῶν φαρμάκων ἐπιτιθέμενα λίθῳ. εἰ οὖν καὶ ἁπτόμενα οὐ ποιεῖ πολλάκις καὶ μὴ ἁπτόμενα ποιεῖ, οὐκ ἔστιν πληγὴ καὶ ὦσις ἡ κυριωτάτη ποίησις, οὐδὲ ἐφ’ ὧν ὁρῶμέν τινα πλήττοντα, οὐδὲ ἐπὶ τούτων ἐστὶν ἡ ἁφὴ αἰτία, ἀλλ’ ἡ τῆς δυνάμεως συγγένεια καὶ τότε τὸ κῦρος παρέχεται τοῦ ποιεῖν. εἰ δὲ τὴν αὐτὴν οὐσίαν τις τοῦ ποιοῦντος λέγοι καὶ τοῦ πάσχοντος, καὶ τὸ κινοῦν κινηθήσεται καὶ τὸ κινούμενον κινήσει καὶ ὅλον δι’ ὅλου κινοῦν τε ἔσται καὶ κινούμενον, καὶ τὰ ἀξιώματα τὰ περὶ κινήσεως1 ἀναιρεθήσεται πάντα, ὡς ἀπό τινος ἡ κίνησις πρόεισιν καὶ περί τι, καὶ ὡς ἄλλη τίς ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἄλλη αὐτὴ ἡ κίνησις ὡς ἀπὸ τῆς ἀρχῆς ἀποτελουμένη· ἐφ’ ὧν δὲ χωριστά ἐστιν τὰ αἴτια τῆς κινήσεως, πολὺ μᾶλλον ἀναιρεθήσεται. δεῖ οὖν μὴ ἐκείνων ἀποσφάλλεσθαι τὰς τὴν ἀρχὴν τῶν γενῶν διαιρουμένας ἀληθεῖς δόξας καὶ διακρινούσας ἑκάστην ᾗ πέφυκεν. εἰ γὰρ δεῖ καὶ σύμμικτόν τινα τὴν κίνησιν ὑπονοεῖν ἔκ τε τῆς τοῦ ποιοῦντος ἐνεργείας καὶ τῆς τοῦ πάσχοντος τροπῆς, οὐκ ἔστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀμίκτοις αὕτη ἡ γένεσις· σύμμικτος δὲ οὖσα ἔκ τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος ἀποβληθήσεται εἰκότως τῶν πρώτων γενῶν ὡς δευτέρα, καθάπερ καὶ τὰ ἄλλα σύνθετα πάντα. οὐ δεῖ οὖν συγχωρεῖν ὡς ἡ κίνησις περιέχει τὰς ποιήσεις καὶ πείσεις καὶ συνάπτει αὐτὰς πρὸς ἀλλήλας κατὰ μίαν συνέχειαν· οὐδὲ ὅτι κοινωνεῖ τῆς οὐσίας πρὸς ἀμφοτέρας ἢ ὅτι μερίζεται εἰς αὐτὰς καὶ τὸ μὲν ἀποφαίνει ποίησιν τῶν ἐν αὐτῇ, τὸ δὲ πάθος. κατὰ πάντας γὰρ τούτους τοὺς τρόπους κοινόν τι γίνεται ἡ κίνησις τοῦ ποιεῖν καὶ πάσχειν, κίνησις δὲ τοῦ ποιοῦντος καὶ πάσχοντος κεχώρισται ὡς μέση οὖσα ἀμφοτέρων καὶ ἀπὸ μὲν τοῦ ποιοῦντος προϊοῦσα, εἰς δὲ τὸ πάσχον ἐναπεργαζομένη τὸ πάθος. ὡς οὖν τὸ κινοῦν καὶ κινούμενον δύο ὑπάρχει, οὕτως καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον διχῇ διώρισται”. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς Πορφύριον ἤτοι τὰς ἀπ’ αὐτοῦ παρατεθείσας δόξας ἀντειρημένα. Ὁ δὲ μέγας Πλωτῖνος παραιτεῖσθαί φησιν τὸν Ἀριστοτέλη τὴν κίνησιν ἐν γένει τιθέναι διὰ τὸ ἀτελῆ λέγεσθαι ἐνέργειαν τὴν κίνησιν· ‘εἰ δὲ τοῦτο, φησίν, οὐδὲν ἐκώλυεν τὴν μὲν ἐνέργειαν προτάττειν, ὡς ἓν δὲ εἶδος τῆς ἐνεργείας ἀτελῆ οὖσαν ἐνέργειαν τὴν κίνησιν ὑποβάλλειν’. πρὸς δὴ ταῦτα ἀντιλέγων ὁ Ἰάμβλιχος “τὴν ἀρχήν, φησίν, κατίδωμεν, εἰ οὕτως λέγεται ἀτελὴς ἐνέργεια ἡ κίνησις ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη ἢ μᾶλλον ὡς ἐξισταμένη εἰς πάντη καταδεεστέραν φύσιν.2 καὶ γὰρ εἰ μὲν οὕτως λέγοιτο ἀτελὴς ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη, οὐδὲν κωλύει τὴν μὲν ἐνέργειαν ὡς γένος προτάττειν, ὑποβάλλειν δὲ ὡς εἶδος τὴν κίνησιν· εἰ δὲ εἰς ἄλλο γένος ἐξίσταται, οὐ δύναται γένος αὐτῆς εἶναι ἡ ἐνέργεια. εἰ οὖν ἡ μὲν κίνησις ἐπὶ τὸ τέλος σπεύδει ὡς ἕνεκα αὐτοῦ γινομένη καὶ μηδέπω αὐτὸ ἐν ἑαυτῇ ἔχουσα, ἡ δὲ ἐνέργεια κατὰ τὸ τέλος ἕστηκεν, πλήρης οὖσα ἑαυτῆς καὶ τῆς οἰκείας τελειότητος, οὐκ ἂν τὸ τελεώτατον πρὸς τὸ ἐπειγόμενον εἰς τελείωσιν ἔχοι τινὰ κοινωνίαν φύσεως. καὶ εἰ ἡ μὲν ἐνέργεια τὸ εἶδος ἐν ἑαυτῇ τέλειον ἔχει, ἡ δὲ κίνησις ὁδεύει πρὸς τὸ εἶδος δυνάμει μόνον ἔχουσα αὐτὸ καὶ κατὰ ὑλικὴν καὶ ἀνείδεον ἐπιτηδειότητα, δῆλον καὶ οὕτως ἔσται τὸ εἰρημένον.

因为更好的说法是:并非一切事物都通过接近和接触来施动,而是制作乃依据施动者相对于受动者的适宜性而产生;正如我们大家都知道的那样,许多事物是在无接触的情况下发挥作用的;而且即使在我们看到施动者需要并置的那些情况下,接触亦是偶然产生的,因为分有受动或施动能力的事物存在于空间之中;因为物体以及分有制作或受动能力的事物本就是如此性质。但在物体的距离丝毫不妨碍一者施动而另一者受动并接受施动者之现实活动的那些情况下,在这些事物中,活动是在没有间隔且不受阻碍的情况下产生的,正如里拉琴的琴弦虽相距甚远却能共振,石脑油从远处接受火的形相一样。而且许多事物即使接触了亦不施动,如同硬膏或任何其他医用药物敷在石头上那样。因此,如果接触的事物往往不施动,而不接触的事物反而施动,那么撞击和推挤就不是最本真意义上的制作;在我们看到某物在击打的情况下,接触在这些事物中亦非原因,反而是能力上的同族性在那时也赋予了施动的权威。而如果有人主张施动者与受动者的实体是同一的,那么推动者将被推动,被推动者亦将推动,并且浑然整体既是推动者又是被推动者,从而关于运动的一切公理都将被推翻——例如运动源自某物并关涉某物,运动的本原是某一者,而运动自身作为从本原成就而来的则是另一者;而在运动的原因彼此分离的事物中,公理被推翻的程度将更为严重。因此,划分各属之始原并依照每者的自然本性对其加以甄别的真实见解,绝不可偏离那些事物。因为即使必须将运动设想为某种由施动者的现实活动与受动者的转变所构成的混合物,这种生成亦不存在于单纯且未混合的事物之中;并且,既然它是从施动者与受动者混合而成的,它就理所当然会作为次等者如同其余一切复合之物那样被从首要的诸属中排除出去。因此,绝不应赞同运动包容了制作与受动并依照单一的连续性将它们彼此结合;亦不应赞同运动与两者共有实体,或者运动被分割入它们之中,并将其中之一宣布为制作,将另一者宣布为承受。因为按照所有这些方式,运动都将成为能动与受动的某种共通者,然而运动作为介于二者之间、源于施动者并在受动者之中造成承受的,却是与施动者及受动者相分离的。因此,正如推动者与被推动者作为两者而存在,施动者与受动者亦以两种方式被界定。” 针对波菲利,或者说针对由他所引述的那些见解的反驳,这些便足够了。 然而伟大的普罗提诺声称,亚里士多德之所以拒绝将运动置于属中,是因为运动被称为不完全的现实活动。“然而如果是这样,”他说,“就没有任何东西阻止将现实活动排在首位,而将运动作为一种不完全的现实活动置于其下作为现实活动的一个种。”针对这些论点,扬布利柯反驳道:“让我们从根本上考察一下,运动被称为不完全的现实活动,究竟是指它在同一本性内部是减弱的,还是毋宁指它偏离到了一个全然低劣的本性之中。因为如果它被称为不完全是指在同一本性内部减弱,没有任何东西阻止将现实活动作为属排在首位,并将运动作为种置于其下;但如果它偏离到了另一个属,现实活动便不可能是它的属。因此,如果运动作为为了目的而生成且自身尚未拥有目的的事物而奔向目的,而现实活动则安立于目的之中,充满自身及其本己的完全性,那么最完全者便绝不可能与迫切趋向完全者拥有任何本性的共通性。再者,如果现实活动在自身之中完全地拥有形相,而运动仅以潜能的方式、依照质料的无形相的适宜性拥有形相而走向形相,那么所说的话即便按照这种方式亦将是显而易见的。”

语法注2 条
  1. 6.1τὰ ἀξιώματα τὰ περὶ κινήσεως ἀναιρεθήσεται πάντα, ὡς ἀπό τινος ἡ κίνησις πρόεισιν καὶ περί τι, καὶ ὡς ἄλλη τίς ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως

    由连词 ὡς 引导的两个并列从句(ὡς ἀπό τινος... 与 ὡς ἄλλη τίς...)充当先行名词短语 τὰ ἀξιώματα τὰ περὶ κινήσεως 的同位语(说明性)从句,展开阐明公理的具体内容。

  2. 6.1εἰ οὕτως λέγεται ἀτελὴς ἐνέργεια ἡ κίνησις ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη ἢ μᾶλλον ὡς ἐξισταμένη εἰς πάντη καταδεεστέραν φύσιν

    在由主动词 κατίδωμεν 统摄的间接疑问从句 εἰ... 内部,两个由 ὡς + 分词构成的样态结构(ὡς... ὑφειμένη 与 ὡς ἐξισταμένη)通过 ἢ μᾶλλον 构成二者选一的对比,呈现了关于运动如何被称为不完全现实活动的两种解释方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:302.31-304.10