- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:301.13-302.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在重申能动、受动、姿态和拥有不能被归入关系者之后,文本探讨了能动和受动确立为属的根据,分析了为何选用“能动”而非“制作”作为术语,并结合波埃托斯、扬布利柯和波菲利的见解,回应了普罗提诺等人主张将二者归入“运动”这一单一之属的批评。
καὶ τὸ ποιεῖν δὲ καὶ πάσχειν ἐδείχθη πρότερον ἰδίας ἔχοντα φύσεις παρὰ τὰ πρός τι, ὥσπερ καὶ τὸ κεῖσθαι καὶ ἔχειν· καὶ γὰρ [τὰ πρός τι] σχέσεις μὲν ἔχει διαφόρους (τὸ μὲν γὰρ κεῖσθαι τινὸς πρὸς ἕτερον, τὸ δὲ ἔχειν ἑτέρου πρός τι), αὐτὸ δὲ τὸ πρός τι κοινὴν ἔχει τὴν πρὸς ἄλληλα σχέσιν· διώρισται ἄρα ἰδίαις διαφοραῖς ταῦτα τὰ γένη καὶ οὐκ ἀνάγεται εἰς τὰ πρός τι. ἀλλὰ ταῦτα μὲν ἔστω κοινῶς τε καὶ σποράδην ἠπορημένα τε καὶ λελυμένα. Τὸ δὲ ἐντεῦθεν περὶ ἑκάστου διευκρινημένως τὰ προσήκοντα ζητήματα ἐπισκεπτέον. καὶ πρῶτον, ὅτι ἀκόλουθόν ἐστιν εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν, ἐντεῦθεν δῆλον. ὡς γὰρ μετὰ τὴν οὐσίαν ἦν ποσότης καὶ διὰ τοῦτο ἓν γένος ἐτέθη ἡ ποσότης, καὶ πάλιν μετὰ τὴν οὐσίαν περὶ τὴν οὐσίαν ποιότης καὶ γέγονεν ἕτερον γένος ἡ ποιότης, οὕτως καὶ ἡ ἐνέργεια καὶ τὸ ποιεῖν μετὰ τὴν οὐσίαν, καὶ χρὴ καὶ κατὰ ταῦτα γένος τίθεσθαι μετὰ τὴν ὕπαρξιν τὴν ἐνέργειαν καὶ τὸ ταύτης συγγενὲς πάθος ἢ τὸ πάσχειν. ἀλλ’ ἆρα τὸ ποιεῖν ἦν τίθεσθαι γένος ἢ τὸ ποιοῦν ἢ τὴν ποίησιν,1 ὥσπερ καὶ ἡ ποιότης ἦν γένος καὶ τὸ ἀπ’ αὐτῆς ποιόν; ἢ σύζυγα μὲν ὑπάρχει καὶ ἐνταῦθα ποίησις ποιεῖν ποιοῦν, ἀλλὰ τὸ μὲν ποιοῦν συμπεριλαμβάνει καὶ τὸ ὑποκείμενον καὶ σύνθετον ὑπόνοιαν ἔκ τε τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἐμποιεῖ, ἡ δὲ ποίησις καὶ τὸ ποιεῖν ἁπλούστερα καὶ οὐδὲν συνθέσεως ἐφαπτόμενα, ὥστε οἰκειότερα ταῦτα τοῦ ποιοῦντος εἰς γένους ἀφορισμόν. τούτων δὲ πάλιν τὸ ποιεῖν καὶ τῆς ποιήσεως προετίμησεν, διότι διχῶς λέγεται ἡ ποίησις· καὶ γὰρ καὶ ἡ ἐνέργεια ποίησις λέγεται καὶ τὸ ἀποτέλεσμα τῆς ἐνεργείας, ὡς λέγομεν τὴν Ὁμήρου ποίησιν· χρεία δὲ οὐ τοῦ ἀποτελέσματος, ἀλλὰ τῆς ἐνεργείας, ἣν τὸ ἐνεργεῖν σημαίνει μονοειδῶς. διὸ τὸ ποιεῖν ὡς γένος τίθεται· τὸ γὰρ ποιεῖν τὴν ἔτι γινομένην ἐνέργειαν σημαίνει, ὥσπερ ἡ ποίησις τὸ πεπαυμένον μᾶλλον καὶ τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος. Ἀλλ’ εἰ τὸ ποιεῖν τὸ ἐνεργεῖν παρίστησιν, διὰ τί τὸ γένος οὐκ ἐνέργειαν μᾶλλον τίθεμεν, ἀλλὰ τὸ ποιεῖν; εἰ δὲ καὶ ἡ ἐνέργεια διὰ τοῦτο οἰκειοτέρα τῆς ποιήσεως, διότι τὸ κατὰ κίνησιν ἐμφαίνει, ἀλλ’ οὐ τὸ μετὰ τὴν κίνησιν, ὥσπερ ἡ ποίησις, ἔδει κίνησιν θέσθαι ἓν γένος ἐν ταῖς κατηγορίαις· ὥσπερ γὰρ τὰ ἄλλα περὶ τὴν οὐσίαν, οὕτως καὶ ἡ κίνησις, ἐν ᾗ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐστίν· ἄμφω γὰρ ἐν κινήσει. ἀλλ’ οἱ ταῦτα λέγοντες, ὥσπερ Πλωτῖνος, οὐ ταῖς Ἀριστοτέλους ὑποθέσεσι προσχρῶνται. ἐκεῖνος γὰρ τὸ πρώτως κινοῦν καὶ ποιοῦν ἀκίνητον εἶναί φησιν· διὰ τοῦτο καὶ τὸ ποιεῖν παρ’ αὐτῷ κεχώρισται τοῦ πάσχειν καὶ οὐχ ὑφ’ ἓν ἄμφω τέτακται γένος, ὥστε οὔτε εἰς ἓν ἄμφω ταῦτα ἀνάγειν χρή, ἀλλὰ δύο ἀφορίζεσθαι, ὥσπερ καὶ Ἀριστοτέλης αὐτὰ χωρὶς διέστησεν. οὕτως μὲν οὖν καὶ Βόηθος καὶ Ἰάμβλιχος πρὸς τὴν ἀπορίαν ἐνέστησαν τὴν ἓν γένος ἀξιοῦσαν τὴν κίνησιν τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν προϋποτίθεσθαι. Πορφύριος δέ φησιν· “ἔν τισι δοκεῖ τὴν κίνησιν ἐπί τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν μίαν καὶ συνεχῆ εἶναι, ὡς ἐπὶ τῶν κατὰ πληγὴν κινήσεων, οἷον ῥίψεως καὶ ὤσεως· οἵα γὰρ ἡ τοῦ ῥιπτοῦντος τὸ ξύλον κίνησις, τοιαύτη καὶ ἡ τοῦ ῥιπτουμένου, καὶ οἵα ἡ ὦσις τοῦ ὠθοῦντος, τοιαύτη καὶ ἡ τοῦ ὠθουμένου, διὸ καὶ μία καὶ συνεχὴς ἑκατέρα· τὸ δὲ εἶναι οὐ τὸ αὐτὸ ἔχει πρὸς τὸ πλῆττον καὶ τὸ πληττόμενον, ἀλλὰ τοῦ μὲν πληττομένου πάθος γίνεται, τοῦ δὲ πλήττοντος ποίησις. καὶ οὕτως τὸ ποιεῖν καὶ πάσχειν οὐκ ἔστιν ἁπλῶς ἑνὸς γένους τῆς κινήσεως, ἀλλ’ ἔχει διαφοράν”. ταύτην δὲ τὴν τῆς ἀπορίας λύσιν αἰτιᾶται ὁ Ἰάμβλιχος ὡς πόρρωθεν ἀναγομένην καὶ μὴ ἀπὸ πάνυ γνωρίμων προϊοῦσαν μήτε ἀπὸ τῶν δοκούντων Ἀριστοτέλει· “οὐ γὰρ εἰ ἡ τίς ποίησις οὕτως ἔχει, ἤδη καὶ πᾶσα,2 οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων (λέγω δὲ τῶν κατὰ πληγὴν καὶ ὦσιν) οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὗ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει.
此前已经表明,能动与受动亦如同处于姿态和拥有一样,在关系者之外具有本己的本性。因为[关系者们]固然具有不同的关系(处于姿态是某物相对于另一者,而拥有则是另一者相对于某物),但关系者自身却具有彼此之间的共通关系;因此,这些属是由本己的种差所规定的,并不能被归入关系者之中。不过,这些姑且算作已被普遍且分散地提出疑难并得到解答的事情。 从这里开始,必须精细分明地考察关于每一者的恰当问题。首先,能动与受动必然是诸属,从下述论据来看是显而易见的。因为正如在实体之后有数量,并因此数量被确立为一个单一的属,而在实体之后围绕着实体又有性质,性质亦成了另一个属,现实活动与能动同样是在实体之后,并且依照这些,必须在存在之后将现实活动及其同族的承受或受动确立为一个属。然而,究竟应当将能动确立为属,还是施动者,亦或是制作,正如性质是一个属,而源于性质的具有质者亦是[一个属]?或者说,在这里制作、能动与施动者固然成组并存,但施动者亦包容了底层主体,并产生一种由活动者与活动构成的复合理解;相反,制作与能动更为单纯,丝毫不沾染复合性,因此对于属的界定而言,这些比施动者更为合适。而在这些之中,[他]又在制作之上优先选择了能动,因为制作是在两种意义上被述说的:不仅活动被称为制作,活动的结果亦被称为制作,正如我们说荷马的诗作[制作]一样;但所需的并非结果,而是活动,而“处于活动之中”正单一形式地表示着活动。因此,能动被确立为属;因为能动表示尚在生成之中的活动,正如制作更多地表示已止息之事以及施动者的结果一样。 然而,如果能动代表着处于活动之中,为什么我们不将属确立为现实活动,反而确立为能动呢?如果现实活动正是因为其显示出依据运动者而非如同制作那样显示出运动之后者,从而比制作更为合适,那么本来就应当在诸范畴中将运动确立为一个单一的属。因为正如其余范畴围绕着实体一样,运动亦是如此,在其中能动与受动皆处于其内;因为二者皆处于运动之中。然而,像普罗提诺那样主张这些观点的人,并没有遵循亚里士多德的前提假设。因为亚里士多德主张,首要的推动者与施动者是不可动的;正因如此,在他看来能动亦与受动相分离,二者并未被排布在同一个属之下,以至于不应当将二者归结为一个属,而应当界定为两个属,正如亚里士多德亦将它们分别区分开来一样。因此,波埃托斯与扬布利柯亦以这种方式反对了那个要求将运动预设为能动与受动的单一之属的疑难。 然而波菲利说道:“在某些情况下,运动在能动与受动中似乎是单一且连续的,如同因撞击而产生的运动,例如投掷与推挤;因为投掷木头者的运动如何,被投掷者的运动亦是如何;推挤者的推力如何,被推挤者的推力亦是如何,因此二者各是单一且连续的。但存在对于击打者与被击打者而言并不具有同一性,对被击打者而言产生的是承受,对击打者而言产生的则是制作。由此,能动与受动并非单纯属于运动这一个属,而是具有种差”。然而扬布利柯指责对该疑难的这种解答过于牵强附会,既非源于全然熟知的事物,亦非源于亚里士多德所赞同的见解:“因为并非如果某种制作具有这种性质,便直接意味着一切制作皆是如此;既不应当从最末等的制作(我指的是基于撞击和推挤的制作)开始,亦不应当在那些我们始终与斯多亚派产生分歧的事情上向他们妥协,即认为施动者是通过某种接近与接触来进行施动的”。
- 6.1ἀλλ’ ἆρα τὸ ποιεῖν ἦν τίθεσθαι γένος ἢ τὸ ποιοῦν ἢ τὴν ποίησιν
未完成过去时 ἦν 与不定式 τίθεσθαι 连用,表达带有审议意味的应当性(“本应确立……吗?”),在此用于引出关于亚里士多德究竟应当采用何种用语作为该范畴名称的探讨。
- 6.1οὐ γὰρ εἰ ἡ τίς ποίησις οὕτως ἔχει, ἤδη καὶ πᾶσα
在与条件从句 εἰ ἡ τίς ποίησις οὕτως ἔχει 相对应的归结主句中,省略了谓语 οὕτως ἔχει(或 τοιαύτη ἐστίν)。句式 οὐ γάρ... ἤδη καί 用于否定直接推论(“并非因为某种制作如此,便直接意味着一切制作皆如此”)。
